GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:2.24.81-2.24.100 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:2.24.81-2.24.100

222. ψεῦδός κεν φαῖμεν ὅτι ἐνταῦθα ἁρμοζόντως λέγεται ὁ στίχος, ὑπὸ δὲ Νέστορος ἐν τῇ B (81) οὐκέτι.

223. βραχὺ διασταλτέον μετὰ τὸν δέ. τὸ γὰρ ἑξῆς, νῦν δὲ εἶμι.

224, 225. ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ μετὰ τὸ αἶσα, ἵνα λείπῃ τὸ ἐστίν, ἢ μετὰ τὸ χαλκοχιτώνων, ἵνα κοινὸν ᾖ τὸ τεθνάμεναι καὶ κατὰ τῶν ἑξῆς.

228. φωριαμῶν Ἀρίσταρχος ὡς κιβωτῶν. καὶ ἔχομεν τῶν δια τοῦ αμος παρηγμένων ὀνομάτων κανόνας τοιούσδε, πρῶτον μὲν ὡς τὰ τριβράχεα, μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει, κάλαμος Πρίαμος. τὸ ποταμὸς ἐγένετο παρὰ τὸ ποτασμός, καθʼ ὑφαίρεσιν τοῦ σ· τὸ δὲ ἰταμός ἐπιθετικόν ἐστι. δεύτερον δὲ ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακρὰν, εἰ μὲν θέσει ᾖ, βαρύνεται, ὄρχαμος Τύρταμος Πέργαμος· εἰ δὲ φύσει, κύρια μὲν ὄντα βαρύνεται πάλιν, ὡς ἔχει τὸ Πύραμος Τεύταμος, οὐχ οὕτως δὲ ἔχοντα ὀξύνεται, ὡς ἔχει τὸ οὐλαμός χηραμός. τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατʼ ὀξεῖαν τάσιν, φωραμός, καὶ πλεονασμῷ τοῦ ῑ φωριαμός. ἡ διπλῆ δὲ, ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα, καταχρηστικῶς δὲ πίθων καὶ τῶν ὁμοίων.

229. πέπλος, φᾶροε, χιτών, χλαῖνα διαφέρουσι· πέπλοι γὰρ οὓς περονῶνται μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦνται· χιτὼν δὲ ἀνδρεῖον ἔνδυμα, φᾶρος ἱμάτιον, χλαῖνα τὸ περίβλημα.

πέπλος ὃν περονῶνται γυναῖκες, ὃς καὶ ἑανὸς καλεῖται. || χιτὼν ἀνδρεῖον ἔνδυμα. || φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. || χλαίνη τὸ περίβλημα τῆς κλίνης.

ὅτι διέσταλκε τὸν πέπλον ἀπὸ τῶν χλαινῶν, καὶ τὰ φάρη ὡς διαπρέποντα τὸν πέπλον οὕτως προσηγόρευσεν.

232. *ὅτι παρέλκει τὸ πάντα.

235. ἐξεσίην δημοσίαν ἔκπεμψιν. δασύνεται δὲ ἡ δευτέρα συλλαβὴ, παρὰ τὸν ἥσω μέλλοντα.

2. μάντις] μάντεις *οὓς περονῶνται] ἅσπερ ἐνῶντο7. λείπῃ—κοινὸν ᾗ Friedl.] λεί- 25. πέπλος—κλίνης] Haec in πηται—κοινῇ marg. exteriore folii 315 b legum-15. μὲν] om. tur in quattuor versus divisa.22 διαφέρουσι] διαφε cum signo 28. διαπρέποντα τὸν] *διαφέροντα, compendii. εἰ καὶ ἀλλαχοῦ τὸν

Ἀρίσταρχος δασύνει τὴν δευτέραν συλλαβήν· παρὰ γὰρ τὸ ἵημι, φησὶν, ἐγένετο. ἐπιφέρει γοῦν “πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.” παρὰ δὲ τὸν ἥσω μέλλοντα ἡ ἑσία ἐγένετο καὶ ἡ ἐξεσία ὡς καὶ παρὰ τὸ θήσω θεσία· “πῆ δὴ συνθεσίαι τε” (Il. 2, 339). τὸ αὐτὸ καὶ ἐπὶ τοῦ “τῶν ἕνεκʼ ἐξεσίην” (Od. 21, 20). οὕτως δὲ καὶ Νικίας. Νεοπτόλεμος δὲ ὁ Παριανὸς, λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν, οἷον τὴν ἔκπεμψιν, ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι· ἠπίστατο γὰρ ὁ ποιητὴς καὶ τὸν ἥσω μέλλοντα δασυνόμενον “ἥσω γὰρ καὶ ἐγώ” (Il. 17, 515). παρὰ δὲ τοὺς μέλλοντας ὁριστικοὺς ἐγίνετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρʼ ἐνεστῶτας ἀπαρεμφάτου ἐγκλίσεως· θύσω γοῦν θυσία, ἄξω ἀξία, δώσω δοσία, προδώσω προδοσία. οὕτως οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσία.

241. ἢ οὔνεσθʼ ὅτι μοι οἷον μικρὸν καὶ φαῦλον οἴεσθε τὸ συμβεβηκός. ἡ διπλῆ δὲ, ὅτι οὔνεσθε, ἐκφαυλίζετε καὶ οὐδενὸς ἄξιον ἡγεῖσθε.

οὔνεσθʼ οὕτως αἱ Ἀριστάρχου, ἢ ὀνόσασθʼ. ἐμέμψασθε καὶ ἐξεφαυλίσατε. βούλεται δὲ λέγειν, ἐμοὶ συλλυπησόμενοι καὶ οὐχὶ ἕκαστος ἴδιον κακὸν νομίζει τὴν Ἕκτορος ἀπώλειαν.

246. *βραχὺ διασταλτέον μετὰ τὸ ἰδεῖν πρὸς τὸ σαφέστερον.

247. δασέως δίεπ᾿, παρὰ τὸ ἕπω δασυνόμενον· οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ πλείους. οἷον διὰ τῶν ἀνδρῶν ἐπορεύετο καὶ διίστα αὐτούς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως. τὸ δὲ ἔξω ἑκατέροις δύναται συντάττεσθαι· βέλτιον δὲ τοῖς ἄνω.

251. Ἀλεξάνδρου τοξευθέντος ὑπὸ Φιλοκτήτου, Πρίαμος τὸν Ἑλένης γάμον ἔπαθλον ἔθηκε τῷ ἀριστεύσαντι κατὰ τὴν μάχην, Δηΐφοβος δὲ γενναίως ἀγωνισάμενος ἔγημεν αὐτήν. ἡ ἱστορία παρὰ Λυκόφρονι.

ὅτι ὁμώνυμος ὁ Ἱππόθοος τῷ Πελασγῷ· “Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν” (Il. 2, 840). καὶ ὅτι ἄδηλον πότερόν ἐστι τὸ κύριον ὁ Δῖος ἢ ὁ Ἀγαυός.

253. κατηφόνες ὡς Μακεδόνες. οὕτως Ἀρίσταρχος, καὶ ἄμεινον· θηλυκῇ γὰρ προσηγορίᾳ ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησεν, οἱονεὶ κατήφειαι. Κράτης μέντοι κατηφέες γράφει.

7. οἷον τὴν ἔκπεμψιν delet Lehr. ἢ ὀνόσασθε. sius, qui plura de hoc scholio dixit 17. ἐξεφαυλίσατε Cobetus] ἐξε- Herod. p. 333. φαυλίσασθε16. In marg. inter. Ἀρίσταρχος

257. ὅτι ἐκ τοῦ εἰρῆσθαι ἱππιοχάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφʼ ἵππου διωκόμενον αὐτὸν ἐποίησαν. καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται, Ὅμηρος δὲ διὰ τοῦ ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει· οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται.

264. ἐπιθεῖτε ὡς τὸ διακρινθεῖτε (Il. 3, 302).

269. οὐκ ἦν παρὰ Ζηνοδότῳ οὗτος ὁ στίχος. οὕτως δὲ εἴρηκε κρίκους τινὰς διʼ ὧν αἱ ἡνίαι διείρονται καὶ οἰακίζουσι τοὺς ἵππους.

272. πρώτῃ ὅτι πρώτῃ ἀντὶ τοῦ ἄκρᾳ· “ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ” (Il. 6. 40).

ἕστορι βάλλον τῷ πεπηγότι πασσάλῳ κατὰ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ, περὶ ὃν τὰ ζυγόδεσμα εἱλεῖται καὶ ὁ κρίκος ἔγκειται.

ἕστορι βάλλον δασέως, ἀπὸ τῆς ἕσεως· τὸν γὰρ βαλλόμενον πάσσαλον ἐπʼ ἄκρου τοῦ ζυγοῦ νοητέον.

275. διασταλτέον μετὰ τὸ φέροντες πρὸς τὸ σαφέστερον.

277. ἐντεσιεργούς τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους, ἀλλὰ τήν τε ἅμαξαν καὶ τὴν πείρινθα ἕλκνοτας, ἅπερ καὶ ἔντεά φησιν.

282. κῆρυξ ὅτι εἰ μὴ προσέθηκε τὸν στίχον,. οἱ θέλοντες συγχεῖσθαι τὰ δυϊκὰ παρʼ Ὁμήρῳ, Ἐρατοσθένης καὶ Κράτης, ἔλεγον ἂν ἐπὶ τῶν ἐννέα Πριαμιδῶν τετάχθαι τὼ μὲν ζευγνύσθην.

292. *ταχύν ἐν ἄλλῳ ἑὸν ἄγγελον.

τὸ ἑξῆς αἴτει δʼ οἰωνὸν δεξιόν· τὰ δὲ ἄλλα διὰ μέσου. ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οἱ, ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψίς ἐστιν, ὁμοίως τῷ “ἀλλά οἱ αὐτῷ Σεύς” (Od. 4, 667).