GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:2.20.141-2.20.156 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:2.20.141-2.20.156

454. νῦν δʼ ἄλλους Τρώων πρὸς τὸ σχῆμα, ὅτι ἰδίως πληθυντικῷ ἑνικὸν ἐπήνεγκεν, ὅν κε κιχείω.

* νῦν δʼ ἄλλους Τρώων γρ. νῦν δʼ αὖ τοὺς ἄλλους.

461. *βραχὺ διασταλτέον εἰς τὸ ἐφορμηθείς.

462. * ὅτι πάλιν ἀντιδιέστειλεν.

463. Τρῶα δʼ Ἀλαστορίδην ἤτοι κομματικῶς εἶπεν, ὡς ἔθος πολλάκις τοῖς ποιηταῖς· ἢ τὸ ἑξῆς ἐστὶ, Τρῶα δʼ Ἀλαστορίδην φασγάνῳ οὖτα καθʼ ἧπαρ. ταῦτα δὲ ἐν παρεκβάσει εἰπὼν ἐπαναλαμβάνει διὰ τοῦ “ὁ δὲ φασγάνῳ,” ὡς εἴωθεν. οὕτω δὲ ἔσται τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπὸ τοῦ “τὸν δὲ σχεδὸν ἄορι τύψας.”

1. πῶς δέ—] Simile scholion in recentiore cum signo quo indicatur aliis codicibus legitur ad v. 291, ad quem versum pertineat anno- ubi ἡ μεγάλη pro ἢ ἄλλη et τυγχά- tatio. νει additum est post δυσωποῦσα. 29. ταῦτα] πολλὰ Friedl.17. Haec in marg. ext. a manu

464. ἡ εὗ ἀντωνυμία ἐν τῇ συντάξει ἐνέκλινε τὸν τόνον ἔστι γὰρ ἀπόλυτος. οὐχ ὃν τρόπον δʼ οἴεται ὁ Ἀσκαλωνίτης τὸ πῶς πάντως ὀξυτονηθήσεται, ἐπεὶ ἤδη ἐμελέτησε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶς τοῦτο μὴ πάσχειν· “οὔπως ἔστʼ, Ἀγέλαε διοτρεφές (Od. 22, 136)· “μήπως με προιδών” (Od. 4, 396)· “μήπω μʼ ἐς θρόνον ἵζε, διοτρεφές” (Il. 24, 553)· “οὔπω μίν φασι φαγέμεν” (Od. 16, 143). οὕτως οὖν καὶ τὸ “εἴ πως εὑ πεφίδοιτο” οὐκ ἀναγκαστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατὰ ταύτην τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο, ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δασύνοντα λέγειν τὴν τρίτην συλλαβήν· σημαίνει γὰρ εἴ πως αὐτοῦ· διὸ καὶ ἡ διπλῆ.

467. *οὐ γάρ τι γρ. οὐ γάρ τις καὶ οὐ γὰρ ἔτι.

γλυκύθυμος ὅτι οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιόφρων, ἀλλʼ ἐκ τοῦ ἐναντίου σκληρὸς καὶ χαλεπός.

470. λισθεν ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος· αἱμορραγία δὲ πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων, τοῦ ἥπατος καὶ τῆς κοιλίας.

471. κόλπον νέπλησεν ἐνέπρησεν Φιλόξενος καὶ Ἀρίσταρχος. περὶ δὲ τῆς γραφῆς Ἀρίσταρχος ἐν ὑπομνήματί φησιν οὕτως· τὸ αἷμα ἀπὸ τοῦ ἥματος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν.

473. *παρʼ οὖς γρ. καὶ κατʼ οὖς.

478. ξυνέχουσι τένοντες ὅτι πάντα τὰ τεταμένα νεῦρα τένοντας Ὅμηρος λέγει.

484. *οὕτως Πείρεω, ὡς ἀπʼ εὐθείας τῆς Πείρεως.

ὅτι Ζηνόδοτος γράφει Πειρέως υἱόν, ἄμετρον ποιῶν τὸν στίχον καὶ παράλογον. ἔστι γὰρ Πείρως τὸ ὄνομα (Il. 2, 844). νῦν δὲ ἐσχημάτικεν ἀπὸ τοῦ Πείρεως, ὡς Μενέλεω. ἄδηλον δὲ εἰ τοῦ Θρᾳκῶν ἡγουμένου ἢ ἑτέρου τινὸς ὁμωνύμου.

485. Ῥίγμον ὡς ὅρμον, εἰς ἰδιότητα· τὰ γὰρ εἰς γμος λήγοντα 3. ἄλλων ἐγκλιτικῶν Bekkerus] deleto. Error ortus ex compendio ἄλλον ἐγκλιτικὸν ἀρίσταρ. 18. Margo inter. Ἀρίσταρχος ἐνέ- ὑπομνήματι Bekkerus in Indice πρησεν. p. 819] ποιήματι 19. Ἀρίσταρχος Lehrsius Arist. 26. Πειρέως Duentzer. Zenod. p. 21] ἀριστάρχου, priore accentu p. 53] πείρεως πάντα ὠξύνετο, ἀγμός ψυγμός λυγμός. δοκεῖ δὲ τὸ ὄγμος ἀντικεῖσθαι.

486. * ἐν νεύμονι ἐν ἄλλῳ ἐν νηδύι χαλκός.

496. *ἑϋκτιμένῃ γρ. ἐϋτροχάλῳ ἐν ἀλωῇ.

497. ὑπό οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· ἔχει γὰρ σύνταξιν πρὸς τὴν ἐπιφερομένην δοτικὴν τὴν ποσσίν, ὁμοίως τῷ “ ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ᾿ ἀελλής” (ll. 3, 13).

503. λύθρῳ λύθρος ὁ ἐκ πολεμικῆς ἐνεργείας μολυσμὸς, ἢ τὸ μετὰ κονιορτοῦ καὶ ἱδρῶτος ἀνθρώπειον αἷμα.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.