GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:2.14.61-2.14.80 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:2.14.61-2.14.80

153. * παραγραπτέον ἐπάνω διὰ τὸ ἑτέρων πραγμάτων ἀρχὴν εἶναι.

154. * ὅτι ὅρος ὁ Ὄλυμπος, καὶ ῥία ἔχει, καὶ ἀπὸ τῶν ὀρῶν ἐπιθεωροῦσιν.

155. τὸν μὲν ποιπνύοντα ὅτι τὸ ποιπνύοντα ἐνεργοῦντά ἐστιν, οὐχ ὡς οἱ γλωσσογράφοι ποιοῦσι τὸ ποιπνύειν διακονεῖν ἐκ τοῦ “ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα” (Il. I, 600). γέγονε δὲ παρὰ τὸ πονῶ πονύω πνύω ποιπνύω ἀναδίπλωσις.

5. θεῖ) Bekkerus (* θεῖεν)] ποι- 8. τὸ Bekk.] τῷ ἠσειεν 28. ὀρῶν] ῥίων Lehrsius.* ἐκλύσειεν] κωλύσειεν

ἄλλως. ἔστι τὸ μετὰ πνεύματος καὶ σπουδῆς ποιεῖν τι· ἔγκειται οὖν τὸ ποιεῖν καὶ τὸ πνύεὶν.

157. * Ἀρίσταρχος πολυπίδακος, ἄλλοι δὲ πολυπιδάκου. οὕτως πολυπίδακος ἀπὸ τῆς πολυπῖδαξ· καὶ κατὰ τὸ ἀπλοῦν “πίδακος ἀμφʼ ὀλίγης” (Il. 16, 825). τὸ δὲ διὰ τοῦ υ γράφειν τελέως ἄγροικον.

162. ὅτι Ζηνόδοτος γράφει ἑωυτήν. οὐχ ἁρμόζει δὲ αἰτιατικῇ πτώσει τὸ οὕτως συναλείφειν· διαλύεται γὰρ εἰς τὸ ἔ καὶ αὐτήν. ἀγνοεῖν δὲ τὴν διαφορὰν αὐτόν φησιν Ἀρίσταρχος.

163. * εἴ πως ἐν ἄλλῳ ὅπως ἱμείραιτο.

164. ἢ χροιῇ τὸ ᾖ δασυντέον καὶ περισπαστέον· ἔστι γὰρ δοτικὴ πτῶσις κτητικῆς ἀντωνυμίας.

167, * ὅτι πληθυντικῶς τὴν θύραν θύρας.

168. ὅτι ὑγιῶς διὰ τοῦ α τὸ ἀνῷγεν· ἡ γὰρ πρόθεσις οὐ μετακινεῖται εἰς τὸν παρῳχημένον. προπερισπαστέον δέ. πρόσκειται δὲ τῷ ω τὸ ῑ. ἀπὸ γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν.

169. ὅτι Ζηνόδοτος γράφει θύρας ἐπιθεῖσα φαεινάς, ἵνα συναφὴς ὁ λόγος γένηται· ὁ δὲ Ὅμηρος ἄλλας ἀρχᾶς λαμβάνει, ἵνα μὴ ἀσαφὴς ἡ περίοδος γένηται ἤτοι ὑστεροπερίοδος.

170. ἀμβροσίῃ ὅτι ἐκ τούτου τοῦ τόπου πλανηθέντες τινὲς διέλαβον τὴν ἀμβροσίαν εἶναι ὑγρὰν τροφήν.

171. κάθηρεν τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ἀπὸ θέματος τοῦ καθαίρω. ὡς οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικῶς “μέγηρε γάρ οἱ τότʼ Ἀπόλλων” (Il. 23, 865), οὕτως ἐκάθηρε κάθηρε.

172. δασυντέον τὸ ἑδανῷ· τὸ γὰρ ἡδὺ βούλεται σημᾶναι. γίνεται δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ανος παραγόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλους ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡς ἀπὸ τοῦ ἄγω ἀγανός, στέγω στεγανός, ἢ ἐκ τῆς μακρᾶς τῆς κατὰ τὰ ῥήματα εἰς βραχεῖαν μεθιστάμενα, ὡς παρὰ τὸ ἵκω ἱκανός καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τραγανός, εἴδω ἰδανός “τὰς ἰδανὰς χάριτας” ὁ Καλλίμαχος. οὕτως οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανός γένοιτʼ ἂν, τοῦ η εἰς τὸ ε τραπέντος· διὸ δασυντέον 7. ἑωυτήν] Idem error Zeno- 20. διέλαβον] ὑπέλαβον Friedl. doti ad 1, 271. 32. τὰς] τὰς σὰς apud Herodian. 10. ὅπως] Corrige ὅππως. περὶ μον. λέξ. p. 7, 22. τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωσαν πόθεν τὸ ε ἐγένετο· ὁ γὰρ χαρακτὴρ, ὡς ἔφαμεν, τὴν βραχεῖαν ἀσπάζεται.

ὅτι μύρον μὲν οὐκ ὀνομάζει, τεθυμιαμένον δὲ ἔλαιον τὸ μύρον λέγει, ὥστε εἰδέναι μὲν τὴν χρῆσιν, τὸ δὲ ὄνομα μή. λέγει δέ που (Il. 23, 172) καὶ “ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ” καὶ (Od. 18, 191) “κάλλεϊ μέν οἱ πρῶτα,“ μύρου τι γένος ὀνοματοποιήσας.

173. διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ γραπτέον ὡς Ἀρίσταρχος κατὰ χαλκοβατὲς δῶ· ὁ γὰρ λόγος, οὗ κινουμένου κατὰ τὸν τοῦ Διὸς οἶκον ὁμοίως ἐπί τε γῆν καὶ οὐρανὸν ἡ ἀποφορά διικνεῖται.

*Ἀρίσταρχος κατὰ χαλκοβατές.

174. πρὸς τὰ περὶ τοῦ Ὀλύμπου, ὅτι οὐκ ἔστιν ὁ αὐτὸς τῷ οὐρανῷ οὐδὲ τόπος τοῦ οὐρανοῦ· ἀπʼ αὐτοῦ γάρ φησι τὴν ὀσμὴν τοῦ μύρου ὁμοίως καὶ εἰς οὐρανὸν ἀφικνεῖσθαι καὶ εἰς γῆν. τοῦτο δὲ ἐπὶ τῶν ἀνωτάτω τοῦ ὄρους κορυφῶν συμφωνήσει ἴσον διάστημα ἐπὶ γῆν καὶ οὐρανὸν λαμβάνειν.

175. ἤτοι ἐπὶ τὸ ἀλειψαμένη διασταλτέον βραχὺ, καὶ ἐπὶ τὸ πεξαμένη, πρὸς τὸ σαφές.

177. * Ζηνόδοτος καὶ Ἀριστοφάνης καλοὺς καὶ μεγάλους.

178. * ἑανὸν ἕσαθ᾿ ὅτι ἑανὸς ὁ αὐτὸς τῷ πέπλῳ, καὶ καθόλου πρὸς τὸν στολισμόν.

179. ἔξυσεν ἐκέρκισεν· ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνωθῆναι. οἱ δὲ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων. οἱ δὲ ἀντὶ τοῦ ἔγναψε μετὰ τὸ ὑφανθῆναι.

180. ὅτι κατὰ τὸ στῆθος ἐπερονῶντο, οὐχ ὡς ἡμεῖς κατὰ τὴν κατάκλειδα τοῦ μου.

181. * Ἀρίσταρχος ζώνῃ καὶ ἀραρυίῃ, ἄλλοι δὲ ξώνην καὶ ἀραρυῖαν.