GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.8.181-1.8.200 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.8.181-1.8.200

455. *πληγέντε κεραυνῷ] ἀντὶ τοῦ πληγείσα.

ὅτι ἀρσενικῶς τὸ δυϊκὸν ἐσχημάτισται, πληγέντε ἀντὶ τοῦ πλη- γείσα. καὶ Ἡσίοδος “προλιπόντʼ ἀνθρώπων” (O. 199) ἐπὶ αἰδοῦς καὶ νεμέσεως, ἀντὶ τοῦ προλιποῦσαι.

459. * ἀκέων] ὅτι ἀντὶ τοῦ ἀκέουσα.

460. * σκυζομένη] παρὰ τὸ ἐπεισάγειν τὸ ἐπισκύνιον.

463—465. * ὅτι ἐντεῦθεν ἄνω (30) μετάκεινται.

463. *οὐκ ἀλαπαδνόν] γράφεται οὐκ ἐπιεικτόν.

470. *ἠοῦς] ἅμα ἡμέρᾳ, οἱονεὶ ὄρθρου. σημαίνει δὲ τὸ αὔριον.

ἠοῦς δή] ὅτι Ζηνόδοτος γράφει ἄας δὴ καὶ μᾶλλον, ἀντὶ τοῦ ἐσαύριον. ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική.

471. *αἴ κʼ ἐθέλῃσθα] ἐν ἄλλῳ ἢν ἐθέλῃσθα.

474. ὄρθαι] ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ ἐστι βαρύ- τονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ “ὅτε τʼ ὤρετο” (Il. 12, 279) “ὦρτο πολὺ πρῶτος μέν” (Il. 7, 162).

475, 476. ἀθετοῦνται στίχοι δύο, ὅτι διὰ τοῦ ἤματι τῷ πλείονος χρόνου ὑπέρθεσιν σημαίνει, τῇ δὲ ἐξῆς ἐπὶ τὸν τάφρον παράγει τὸν Ἀχιλλέα. καὶ ἀκριβολογεῖν οὐκ ἀναγκαῖον κατὰ τίνα καιρὸν ἐξα- ναστήσεται, ἀρκεῖ δὲ “πρὶν ὄρθαι παρὰ ναῦφι ποδωκέα Πηλείωνα.” τό τε ἐπιφερόμενον ψεῦδός τι ἔχει· οὐ γὰρ ἐν τῷ στείνει μάχονται. στείνει δὲ εἴωθε λέγειν τὴν στενὴν ὁδόν· λέγει δὲ τὴν ὑπὸ πολλοῦ πλήθους στενοχωρίαν. αἰνοτάτῳ δὲ τῷ χαλεπῷ διὰ τὸν φόβον.

476. θανόντος] γρ. πεσόντος.

479. γαίης καὶ πόντοιο] δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περικεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν ἠπείρων ἐν αἷς κατοικοῦμεν.

* Ἰαπετός] εἶς τῶν Τιτάνων.

3. * ἡ δέ] εἰ δὲ 9, 10. πληγείσα] πληγεῖσαι 22. ὦρτο] ὤρετο

Διὸς μεταστήσαντος τὸν πατέρα Κρόνον τῆς βασιλείας καὶ τὴν τῶν θεῶν ἀρχὴν παραλαβόντος, Γίγαντες οἱ Τῆς παῖδες, ἀγανακτή- σαντες, ἐν Ταρτησσῷ (πόλις δέ ἐστιν αὕτη παρὰ τῷ Ὠκεανῷ) μέγαν κατὰ Διὸς πόλεμον παρασκευάζουσι. Ζεὺς δὲ συναντήσας αὐτοῖς καταγωνίζεται πάντας, καὶ μεταστήσας αὐτοὺς εἰς Ἔρεβος τῷ πα- τρὶ Κρόνῳ τὴν τούτων βασιλείαν παραδίδωσιν. Ὀφίωνα δὲ τὸν δοκοῦντα πάντας ὑπερέχειν κατηγωνίσατο, ὄρος ἐπιθεὶς αὐτῷ τὸ ἀπʼ αὐτοῦ Ὀφιώνιον προσαγορευθέν.

480. Ὑπερίονος] τοῦ ἡλίου, ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ Θείας παῖς, ὡς Ἡσίοδος (Th. 374)· ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ· ἢ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ἰὼν καὶ περιπολῶν τὸν κόσμον· διὰ τούτου γὰρ τὰ ὅλα συνέχεται.

*τοῦ ὑπὲρ ἡμᾶς ὄντος ἡλίου.

485. ὅτι αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ὠκεανοῦ ἀνί- σχοντα λέγει τὸν ἥλιον, ἐξ ἡρωϊκοῦ δὲ προσώπου οὐκέτι.

488. τρίλλιστος] ὅτι τὰ τρία ἐπὶ πλήθους τάσσει· τρίλλιστος οὖν πολυλιτάνευτος.

*πλεονάζει τὸ λ. ὁ πολυλιτάνευτος.

491. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος] ἔξωθεν δεῖ λαβεῖν τὴν ἀπό πρόθεσιν, ἵνʼ ᾖ, ὅπου καθαρὸς καὶ διαφανὴς ἦν ὁ τόπος ἀπὸ τῶν νεκρῶν.

ἐν καθαρῷ, ὅθι δή] ὅτι οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις. πρὸς Ἴστρον.

493. τόν ῥʼ Ἕκτωρ] ὅτι Ζηνόδοτος περιγράφει ἀπὸ τούτου τέσ- σαρας στίχους κατὰ τὸ ἑξῆς διὰ τὸ καὶ ἐν ἄλλῳ τόπῳ γεγράφθαι (Il. 6, 318). ὁ δὲ Ἀρίσταρχος οἰκειότερον ἐνταῦθα κεῖσθαι λέγει διὰ τὸ ἐν τῷ στρατεύματι διαλέγεσθαι.

496. * ἔπεα Τρώεσσι μετηύδα] γράφεται ἔπεα πτερόεντʼ ἀγόρευεν.

499. * ὅτι θηλυκῶς τὴν Ἴλιον.

501. ἐπὶ ῥηγμῖνι θαλάσσης] ὅτι Ζηνόδοτος γράφει ἐπεὶ Διὸς ἐτράπετο φρήν. ἐξ ἄλλου δὲ στίχου (Il. 10, 45) τὸ ἡμιστίχιόν 1. τὴν—ἀρχὴν] τῆς—ἀρχῆς ἀφʼ οὖ ὀφιώνιον 3. τῷ Ὠκεανῷ] τʼ ὠκεον. In 8. προσαγορευθέν Bekkerus] Vat. 915 (Philol. vol. 11 p. 169) προσηγορεύθη in marg. ἐν ἄλλῳ Παρνασῷ. πόλις 11. *ἰὼν] ὢν δὲ αὕτη κατὰ τὸν Ὠκεανόν. 15. προσώπου addidit Bekkerus. 7. *αὐτῷ τὸ ἀπʼ αὐτοῦ Ὀφιώνιον] ἐστι νῦν ἀναρμόστως προστεθειμένον· οὐ γὰρ κατὰ Διὸς προαίρεσιν νὺξ ἐγένετο.

503. *ἐφοπλισόμεσθα] ὅτι Ζηνόδοτος γράφει ἐφοπλίξεσθον. σνγχεῖ δὲ τὸ δυϊκόν.