GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.6.141-1.6.160 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.6.141-1.6.160

335. Τρώων τόσσον χόλῳ] ὅτι σαφὲς γέγονε τὸ ἐν τοῖς ἐπάνω ἄδηλον διὰ τοῦ “δαιμόνι, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ” (326).

336. ἥμην] προσπνευστέον τὸ η· ἐνδιατρίβειν γὰρ σημαίνει καὶ τὸ καθῆσθαι. ὅσοι δὲ ἠθέλησαν σημαντικὸν εἶναι τοῦ ὑπάρχειν ἐψίλωσαν· ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰς μι. ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο.

10. δυωκαιεικοσίπηχυ] δύο καὶ εἰκοσίπηχυ hic et infra.

ἄχει προτραπέσθαι] διὰ τὴν λύπην τοῦ δυσημερήματος ἤθελον ἀποτραπῆναι μικρὸν τῆς μάχης. ἔνιοι δὲ εἶξαι.

*οἱονεὶ εἶξαι τῇ συμφορᾷ καὶ σχολάσαι τῆς μάχης.

337. ὅτι οὐ κατὰ τὸ ῥητὸν παραγήοχε τὴν παραμυθίαν, δεῖ δὲ κατὰ τὸ σιωπώμενον νοῆσαι· διὸ καὶ εὑρίσκεται περὶ τὰ ὅπλα ἀσχο- λούμενος.

343. *ἐν ἄλλῳ προσηύδα δῖα γυναικῶν.

348. ἀπόερσε] ψιλωτέον· τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς τὸ ρ ἐπιφερομένου τοῦ σ ψιλοῦσθαι φιλεῖ, ἄρσαντες —οὕτως γὰρ ἐλέ- γομεν περὶ τούτου καὶ ἐν τῇ A ῥαψῳδίᾳ (136)—, Ἀρσινόη, “ἐν δὲ σταθμοὺς ἄρσε” (Od. 21, 45), ὄρσας, “ὄρσεο, κυλλοπόδιον” (Il. 21, 331). ταύτῃ ἀναλογώτερον τὸ ἔερσα τρισύλλαβον· πιθανῶς δὲ παρέδραμε τὴν τῶν αὐτῇ εἰργασμένων αἰσχύνην.

353. *καί μιν] γρ. κέν μιν.

*ἐπαυρήσεσθαι] τῆς ἰδίας ἀνοίας δηλονότι.

354. *ἀλλʼ ἄγε νῦν] οὕτω νῦν αἱ Ἀριστάρχου.

355. τὸ δᾶερ ὡς ἆνερ· τοιαῦται γὰρ αἱ εἰς ερ κλητικαί· τὴν δὲ σὲ ἀντωνυμίαν ὀξυτονοῦσι, τουτέστιν ὀρθοτονοῦσιν, ἐπεὶ πρός τί ἐστιν. ἔστι μὲν οὖν ἀληθὲς ὅτι ἀντιδιασταλτική ἐστι νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωσις ἀνέγνω ἐγκλιτικῶς ἀεὶ τὴν τοιαύτην σύν- ταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως ἀνεγνωσμένον, ἐγκλιτικῶς ἀεὶ, μὴ ἐπιφερομένου συνδέσμου “ἐπεί σʼ εἴασεν Ἀχιλλεύς ” (Il. 24, 684) “ἐπεί σε πρῶτα κιχάνω ” (Od. 13, 228) “ἐπεί σε φυγὼν ἱκέτευσα” (Od. 15, 277) “ἐπεί σε λέοντα ” (Il. 21, 483). οὕτως δὲ καὶ “ ἐπεί σε μάλιστα πόνος φρένας.” καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως. ἀνεγνωκότες, πιθανῶς πάνυ. διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσωπον ἐπιδείκνυται τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικὸν, εἴ γε ἡ ἐμέ αἰτιατικὴ, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλι- 3. συμφορᾷ] συμφᾷ A. tum a m. rec. in marg. 4. παραγήοχε] παραγείοχε 17. κλητικαὶ Bekkerus] ἐγκλητικαὶ, 12. ἔερσα] έερσα sine spiritu. ex quo Villoisonus fecerat ἐγκλι- De spiritu ἔερσα vel ἔερσα dissen- τικαί. Recte vero lin. 22 idem tiunt grammatici. ἐγκλιτικῶς scripsit pro ἐγκλητικῶς, τρισύλλαβον] τρισύλλʼ, quod τρι. quod frequens in hoc codice vitium σύλλαβον est, non τρισυλλάβως, quod est, de quo suffieiet in universum monisse. scripsit Vill. 14. κέν μιν] καί μιν, sed correc- 28. εἴ γε Bekkerus] εἰ γὰρ τική ἐστιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί συνδέσμου παρὰ τῷ ποιητῇ κατὰ ταύτην τὴν σύνταξιν ἀποβάλλουσα τὸ ε “Ἕκτορ, ἐπεί με κατʼ αἶσαν” (Il. 3, 59) “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. 1, 299). τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήσαντας ἡμᾶς ἀναγινώσκειν ἐγκλιτικῶς “ ἐπεί σε μάλιστα.”

357. οἷσιν ἐπί] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνʼ ᾖ ἐφʼ οἷς. δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκεν· οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρα- κλέωνα· ἢ περισσὴν λαμβάνειν τὴν ἐπί, ἥτις πάλιν οὐκ ἀναστραφή- σεται, διʼ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων. οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀσκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινὰ λόγον ἀναγκαστικόν.

360. *οὐ δέ] ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ με πείσεις.

362. *Τρώεσσʼ] τὸ τέλειον Τρώεσσι· διὸ προπαροξύνεται.

*τὸ ποθήν ὡς κριθήν.

366. *οἰκῆας] οἰκέτας.

367. *τʼ οἶδ᾿] τὸ τέλειον τε οἶδα.

ἔτι σφιν] οὕτως ἔτι σφιν. εἴς τόνος, καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεσθαι ἀντωνυμίαν ἀπὸ τοῦ σφ ἀρχομένην, ὁμοίως τῷ “ὅθι σφίσι πέφραδʼ Ἀχιλλεύς (Il. 23. 138) “ἦρχε δʼ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ” (Il. 14, 134). σεσημείωται οὖν αὕτη ἡ ἀνά- γνωσις μόνη, ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανὸς λέγει.

370. *εὖ ναιετάοντας] ὅτι ἀντὶ τοῦ εὖ ναιομένους.

371. οὐδʼ εὗῤ Ἀνδρομάχην] ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον. ἅμα δὲ καὶ κρίνειν τὸν ἀκροατὴν ἀξιοῖ ὅσης ἐπλήρωσε μὲν λύπης εὑρὼν Ἑλένην, Ἀνδρομάχην δὲ οὔ. ἀπῄει δὲ κατηφὴς, τῶν φιλτάτων μὴ θεαθέντων· ἐν γὰρ τῷ τείχει παραδόξως συντνγχάνει αὐτοῖς.

373. *ἐκ παραλλήλου τὸ αὐτό.

*ἐφειστήκει] Ἀρίσταρχος χωρὶς τοῦ ῑ ἐφεστήκει.

394. *πολύδωρος] πολλὰ ἕδνα παρὰ τοῦ ἀνδρὸς λαβοῦσα.

396. τὸ Ἠετίων εἰ μὲν τοῖς ἄνω συντάττοιμεν, ἐμφανέστερον ποιεῖ τὸ ἀκατάλληλον τῆς ἐπαναλήψεως, ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι· εἰ δὲ τοῖς μετὰ ταῦτα, δύναται εἶναι ὁ λόγος καὶ τὸ ἑξῆς, μεγαλήτορος Ἠετίωνος, ὅστις Ἠετίων ᾤκει ὑπὸ Πλάκῳ.

10. τὸ Lehrsius] ὁ 17. οὕτως] οὕτως ε 31. Ἠετίων Friedl.] ἠετίωνος

Ἠετίων, ὃς ἔναιεν] ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει ἐν Ἰλιάδι, καὶ τὸ τῶν πτώσεων ἀκατάλληλον.

ὑπὸ Πλάκῳ] Γράνικος, οἱ δὲ Ἄτραμυς, Πελασγὸς τὸ γένος, ἀφίκετό ποτε ὑπὸ τὴν ἐν τῇ Λυκία Ἴδην, καὶ πόλιν κτίσας ἐκεῖσε ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀδραμύττιον. γεννήσας δὲ θυγατέρα Θήβην τῷ ὀνόματι, παρὰ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατʼ ἐκεῖνο καιροῦ φανεὶς ἔλαβε τὴν Θήβην γυναῖκα, καὶ κτίσας πόλιν ὑπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Λυκίας Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. ἡ ἱστορία παρὰ Δικαιάρχω.

398. *ἔχεθʼ Ἕκτορι] ὅτι ἀντὶ τοῦ εἴχετο ὑφ’ Ἕκτορος. ἡ γὰρ γυνὴ ἔχεται, ὁ δὲ ἀνὴρ ἔχει.

400. κόλπῳ] ὅτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν. εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν· “κόλπον ἀνιεμένη” (Il. 22, 80).

*ἀταλάφρονα] ἁπαλὰ φρονοῦντα, μὴ δυνάμενον τλῆναι καὶ κακο- παθεῖν.

*αὔτως] οὕτως ὡς οἱ παῖδες.