GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.5.221-1.5.240 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.5.221-1.5.240

757. *καρτερὰ ἔργα] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ τάδε ἔργʼ ἀΐδηλα.

759. ἕκηλοι] δασυντέον· παρὰ γὰρ τὸ εἴκων ἐγένετο, ὅπερ ἐστὶ σημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡσυχάζων· ὁ δὲ ὑποχωρῶν καὶ ἡσυχάζει. ἄλλως τε τὸ ε πρὸ τοῦ κ δασύνεται, μὴ ὂν ἐκ κλίσεως ἢ προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, οἷον ἑκάς ἑκάτη. οὕτως ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον.

763. *πεπληγυῖα] ὅτι ἀντὶ τοῦ πλήσσουσα τῷ παθητικῷ.

764. *ὅτι ἔνιοι γράφουσι τὴν δʼ αὖτε προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε.

770. ἠεροειδὲς] ἀναπεπταμένου τοῦ μεταξὺ ἀέρος καὶ μηδενὸς ἐμποδίζοντος. ἢ ἀερῶδες, σκοτεινόν.

774. ᾗχι ῥοάς] ὅτι τὸ κατʼ ἀμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομά- των τέταχεν· ἔδει γὰρ “ᾗχι ῥοὰς Σιμόεις καὶ Σκάμανδρος συυ- βάλλετον.” τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε καὶ Ἀλκμάν· διὸ καὶ καλεῖται Ἀλκμανικὸν, οὐχ ὅτι αὐτὸς πρῶτος ἐχρήσατο, ἀλλʼ ὅτι 14. ὑπἐρ] ὑπὸ Friedl. 18. Conf. Etym. M. p. 321, 50. 15. κεφαλήν] τοῦτην (sic) addit 19. ὁ δὲ—ἡσυχάζει delet Lehrs. A, sed superscripto signo delendo. 25. Conf. infra p. 223, 12. κεφαλήν librarius substituit pro 29. τὸ addidit Friedl. κορυφήν. τῷ τοιούτῳ ἔθει πεπλεόνακεν. τὸ δὲ σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν ἐπάγει πληθυντικὸν, καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγυγῇ· “ἦ μὲν δὴ θάρσος μοι” (Od. 14, 216) “ἔνθα μὲν εἰς Ἀχέροντα” (Od. 10, 513) “εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης (Il. 20, 138). ἀλλαχοῦ δὲ “μεσσηγὺ Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων” (Il. 6, 4).

776. * ἠέρα πουλὺν] ὅτι ἀντὶ τοῦ πολλὴν σκοτίαν.

784. * στᾶσʼ] περισπαστέον· ἔστι γὰρ τὸ πλῆρες στᾶσα.

785. Στέντορι] τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγα- λοφωνίας ἐρίσαντα ἀναιρεθῆναι, αὐτὸν δὲ εὑρεῖν καὶ τὴν διὰ κόχλου γραφήν. τινὲς δὲ Ἀρκάδα φασὶν εἶναι τὸν Στέντορα, καὶ ἐν τῷ κατα- λόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους. ἔν τισι δὲ οὐκ ἦν ὁ στίχος διὰ τὴν ὑπερβολήν.

*ὅτι ἐνταῦθα μόνον μνημονεύει τοῦ Στέντορος.

787. * ἐλέγχεα ὡς τείχεα· οὐ γὰρ νῦν ἐπιθετικόν.

*εἶδος ἀγητοί] τῷ εἴδει μόνον θαυμαστοί.

*Ἀρίσταρχος κακελεγχέες· τὸ δὲ ἑξῆς διχῶς, εἶδος ἄριστοι καὶ εἶδος ἀγητοί.

795. * ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὃ βαλὼν ἕλκος ἐποίησεν.

796. *ὅτι τελαμῶσιν ἐπὶ τῶν ἀσπίδων ἐχρῶντο.

797. * Ἀρίσταρχος τῷ τείρετο, ἄλλοι δὲ τῷ τρίβετο.

798. ἴσχων] ὡς λέγων ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεσθαι ὡς δευτέρου ἀορίστου· ἄνευ γὰρ τοῦ ῑ ἐλέγετο ἂν σχών.

ζητεῖται πότερον ἴσχων ὡς τρέχων ἢ ὡς νοῶν· εὑρέθη γὰρ ἴσχηκα ὁ παρακείμενος. ἀλλὰ τοῦτο οὐδὲν συμβάλλεται πρὸς τὴν Ὁμηρικὴν ἀνάγνωσιν· παρʼ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου “ἴσχεσθ᾿ Ἀργεῖοι” (ll. 3, 82) “ἴσχον γὰρ πυργηδόν” (Il. 15, 618), ἥ τε πληθυντικὴ μετοχὴ “χεῖρας ἀνίσχοντες” (Il. 8, 347).

800. ὅτι οὐ λέγει κατά τι ὅμοιον, ἀλλʼ ἀντὶ τοῦ οὐδὲ ὅλως ὅμοιον. τὸν δὲ ἦ περισπαστέον· βούλονται γὰρ αὐτὸν ἰσοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατʼ ἀρχὴν η. τὴν δὲ ἀντωνυ- μίαν ὀρθοτονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται.

807. ὅτι Ζηνόδοτος ὑποτάσσει τούτῳ στίχον “ῥηϊδίως· τοίη οἱ 5. ἰδὲ] ἠδὲ 28. χεῖρας] χεῖράς τʼ 12. ὁ στίχος] Versum dicit 786. 29. ὅτι—ὅλως ὅμοιον] Haee etiam 17. κακελεγχέες] Sic A, non κάκʼ in marg. inter. ἐλεγχέες ἐγὼν ἐπιτάρροθος ἦα.” ἐναντιοῦται δέ· ἡ γὰρ Ἀθηνᾶ οὔ φησι παρο- τρύνειν, ἀλλὰ κωλύειν. μετηνέχθη δὲ οὐ δεόντως ἐκ τοῦ Ἀγαμέμνονος λόγου (ll. 4, 390).

808. τοῦτον τὸν στίχον οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου· καὶ γὰρ ἀντιπράττει καὶ πρὸς τὸ “δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον” (805), καὶ οὐχ οἷόν τε ἐπιφέρειν “σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω” (809).

812. ἤ νύ σε] ὁ ἤ ὀξύνεται· διαζευκτικὸς γάρ. φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικὸν, ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν διὰ τὴν σέ ἐγκλιτικὴν οὖσαν.

813. ἔκγονος ὁ υἱὸς, ἔγγονος ὁ υἱωνός.

814. *ὅτι ἔνιοι τὴν δʼ οὖτε προσέειπε.