GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.3.61-1.3.80 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.3.61-1.3.80

132. οἳ—Ἄρηα] εἶτα ἀπὸ ἄλλης ἀρχῆς· ἀσύνδετα γὰρ πρὸς τὰ ἐπάνω. διὸ τελείαν στικτέον, ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ πολέ- 1. διὰ—] Refertur ad διπλῆν. 20. ὀτρύνοντος] ὤτρυνον 2. γάλως] ἀνδραδέλφη Superscr. 26. *θεόφατα] om. a m. rec. μετὰ] *μετὰ γὰρ 8, 9. Hoc scholion scholio prox- 28. εἶτα] συναπτέον μέχρι τοῦ χαλ- imo postpositum est in A. κοχιτώνων, εἶται Friedl. 10—13. Haec bis leguntur in 29. τελείαν] τελεία A, omissis altero loco verbis οὐ * εἰς τὸ πολέμοιο] om. μαρμαρέην. μοιο ἀνταποδοτικῆς οὔσης τῆς περιόδου, ὑποτακτικοῦ δὲ τοῦ προτέρου οἵ, τοῦ δὲ δευτέρου οἱ ἀντωνυμίαν δηλοῦντος.

134. * ἕαται] ἀπὸ τοῦ ἧνται, διάλυσις.

πόλεμος δὲ πέπαυται] διὰ μέσου τὸ ἡμιστίχιον· διόπερ διαστέλ- λομεν ἐπὶ τὸ σιγῇ, στίζομεν δὲ ἀνυποκρίτως ἐπὶ τὸ πέπαυται.

138. * τῷ δέ κε νικήσαντι] ὅτι περισσὸς ὁ κε, καὶ ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ τοῦ δὲ νικήσαντος.

143. οὐκ οἴη] στικτέον μετὰ τοῦτο τελείαν· τοῖς γὰρ ἄνω συνάπτεται. τὸ δὲ ἑξῆς ἀσύνδετον. εἰ δὲ προστεθῇ ὁ ἀλλά εἰς τὸ πλῆρες, καὶ ὁ λόγος συνδεδεμένος καὶ ἡ στιγμὴ ὑποτείνεται.

144. Αἴθρη, Πιτθῆος θυγάτηρ] εἰ μὲν τὴν Θησέως λέγει μητέρα, ἀθετητέον· ἀπίθανον γάρ ἐστιν Ἑλένης ἀμφίπολον εἶναι τὴν οὕτως ὑπεραρχαίαν, ἣν οὐκ ἐκποιεῖ ζῆν διὰ τὸ μῆκος τοῦ χρόνου. εἰ δὲ ὁμωνυμία ἐστὶ, καθάπερ καὶ ἐπὶ πλειόνων, δύναται μένειν· καὶ γὰρ ἄλλοι εἰσὶν ὁμώνυμοί τινες κατὰ τὰ Ἰλιακὰ, Ἄδραστος, Τεύθρας, Οἰνόμαος.

ἑτέρα τῆς Θησέως μητρός ἐστιν αὕτη ἡ Αἴθρα· αἰσχρὸν γὰρ ὑπάρχει θεραπαίνης τρόπῳ ἀκολουθεῖν τῆ Ἑλένῃ τὴν Αἴθραν ἑκυρὰν νομισθεῖσαν. ὡς γὰρ ἱστορεῖ Ἑλλάνικος, Πειρίθους καὶ Θησεὺς, ὁ μὲν Διὸς ὢν, ὁ δὲ Ποσειδῶνος, συνέθεντο γαμῆσαι Διὸς θυγατέρας, καὶ ἁρπάσαντες τὴν Ἑλένην κομιδῆ νέαν παρατίθενται εἰς Ἄφιδναν τῆς Ἀττικῆς Αἴθρῃ τῇ Πιτθέως μὲν θυγατρὶ, μητρὶ δὲ Θησέως. οὕτως εἰς Ἅιδου παραγίνονται ἐπὶ τὴν Περσεφόνην. οἱ δὲ Διόσκουροι, μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν, τὴν Ἀττικὴν πορθοῦσιν, Αἴθραν δὲ αἰχμαλωτίζουσιν.

145. Σκαιαὶ πύλαι] Δαρδανίας αὐτὰς ἐνίοτέ φησι, διʼ ὧν ἐξήεσαν εἰς τὸ πεδίον οἱ Τρῶες. Σκαιαὶ δὲ εἴρηνται ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος αὐτὰς, ἢ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεῖνται. οἱ δέ φασιν ὅτι ἀπὸ τοῦ σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας· τὸν γὰρ δούρειον ἵππον κατὰ ταύτας ἐδέξαντο τὰς πύλας.

150. *γήραϊ] γράφεται καἰ γήρει ὡς οὔδεϊ. ἀσυναλείπτως τῷ γήραι ἀναγνωστέον.

2. δευτέρου οἱ Vill.] οἱ om. 20. γαμῆσαι] *γαμήσειν 3. διάλυσις] διὰ 26. ἐξῄεσαν] ἐξίεσαν 7. Alterum τοῦ om. 29. *βουλεύσασθαι] βουλεύεσθαι 11. Lemma cum obelo. 31. ἀσυναλείπτως Cobetus] ἀσυνα- 12. εἶναι addidit Vill. λήπτως

151. *διασταλτέον βραχὺ ἐπὶ τὸ ἰσθλοί· τὴν γὰρ ἐπίτασιν μᾶλλον ἐμφαίνει.

τεττίγεσσιν] ἀρσενικῶς· οἱ γὰρ ἄρσενες μόνοι τέττιγες ᾄδουσιν. τούτοις δὲ παρείκασε τοὺς γέροντας· ἄναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῶον, ἐπί τε τείχους κάθηνται.

Τιθωνοῦ τοῦ Λαομέδοντος, Πριάμου δὲ ἀδελφοῦ, ἠράσθη ἡ Ἡμέρα, ἐξ οὗπερ ἐποίησεν υἱὸν Μέμνονα. μακρῷ δὲ βίῳ δαπανηθέντος ἐκείνου, μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεός. διὸ δὴ αὐτοῦ τοὺς συγγενεῖς δημογέροντας τέττιξιν εἰκάζει ὁ ποιητής. ἱστορεῖ Ἑλλάνικος.

152. δενδρέῳ ἐφεζόμενος] ὅτι Ζηνόδοτος γράφει δένδρει. ὁ μὲν οὖν λέγων δένδρος ὡς κάλλος ἐρεῖ δένδρει ὡς κάλλει, ὁ δὲ δένδρον ὡς βάθρον ἐρεῖ δένδρῳ ὡς βάθρῳ. Ὅμηρος δὲ λέγων “δένδρεον ὑψιπέτη- λον” (Il. 13, 437) ὡς χάλκεον ἐρεῖ καὶ δενδρέῳ ὡς χαλκέῳ.

ἱεῖσιν] προπερισπαστέον ὡς τιθεῖσιν· τὰ γὰρ τρίτα πληθυντικὰ ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς μετοχαῖς, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν· οὕτως ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φασί πρὸς τὸ φᾶσι μετοχικὸν, ὡς στᾶσι. Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ περὶ τῆς Κρατητείου αἱρέ- σεώς φησιν “ὦκα γράφει ἀντὶ τοῦ ἦκα·” καὶ ἀπολογούμενός φησιν ὅτι μετʼ αὐτὸ διασταλτέον, ἵν᾿ ᾗ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν ὦκα. πρὸς δὲ τῷ μὴ ἁρμόζειν ἐπὶ τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι, μὴ καὶ ἔτι καταλάβῃ αὐτοὺς ταῦτα διαλεγομένους, καὶ ἡ ἀρετὴ τοῦ πρέποντος ἀφαιρεῖται. τὸ γὰρ ἦκα ἐπὶ πρεσβυτῶν ὡς οὐδὲν ἕτερον ἁρμόζει, καὶ μάλιστα ὅτι κάλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων καταφρονοῦσι κινδύνων. τοῦτο οὖν οὐκ ἦν πρέπον ἄλλον ἀκούειν. ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξε, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβύταις πρέπον, προσθεὶς τὸ ἦκα.

ἦκα πρὸς ἀλλήλους] ὅτι Ζηνόδοτος γράφει ὦκα. εἴτε δὲ ἐπί τῆς Ἑλένης ἐστὶν, ὅτι ὦκα ἐπορεύετο, ἀπρεπὲς ἔσται· εἴτε ἐπὶ τῶν δημογερόντων, ὅτι ὦκα διελέγοντο, ἀνάρμοστον· βραδυλόγοι γάρ εἰσιν οἱ γέροντες.

7. *υἱὸν] τὸν υἱὸν 21. ὦκα] Ζηνόδοτος ὦκα Friedl. 10. ὅτι Ζηνόδοτος γρ. δένδρει] Ver- 22. αὐτὸ Friedl.] αὐτὸν ba in marg. interiore repetita. πρὸς δέ τῷ Bekk.] πρὸς δέ τὸ 20. Κρατητείου] κρατητίου

156. ἡ στιγμὴ κατὰ τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν. εἶτα ἀφʼ ἑτέρας ἀρχῆς αἰνῶς ἀθανάτῃσι, τοῦ αἰνῶς ἐν ἴσῳ κειμένου τῷ λίαν, ὡς κἀκεῖ “αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά” (Od. 1, 208). τινὲς δὲ τῶν καθʼ ἡμᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς. τρίγωνον δὲ ἐπίγραμμα πρῶτος Ὅμηρος γέγραφε τὸ “οὐ νέμεσις Τρῶας·” ἀφʼ οἵου γὰρ στίχου τῶν τριῶν ἀρξώμεθα ἀδιάφορον.

157. *τοιῇδ’] ἕν ἐστι· διὸ περισπαστέον τὸ τοιῇδε.

158. * αἰνῶς ἀθανάτῃσι] ὡς “αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα” (Od. 1, 208).

*οὐκ ὀρθῶς τινὲς τὸ αἰνῶς τῷ πάσχειν συνάπτουσιν.

159. ὧς] περισπαστέον τὸ ως· ἀντὶ γὰρ τοῦ ὅμως.

160. ἡμῖν] ὀρθοτονητέον· ἔστι γὰρ ἐν συμπλοκῇ διασταλτικῶς εἰλημμένη, ἡμῖν καὶ τοῖς τέκνοις.

163. *ἴδῃ] ὅτι χωρὶς τοῦ σ γράφειν ὁμηρικώτερον.

166. ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίστων. ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλα- νῶντο, ὥς που καὶ ὁ ποιητής φησιν “κατὰ ληΐδ’ ὅπη ἄρξειεν Ἀχιλλεύς” (Od. 3, 106)· νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. ἢ ὅτι πρότερον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου καὶ μόνον ἑαυτὸν ἐπιδεικνύντος καὶ τῷ φόβῳ κατακλείστους ποιοῦντος· ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα ὁ Πρία- μος οὐ περὶ τούτων, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. νῦν δὲ μη- νιῶντος ἐκείνου καὶ ἰσορρόπου τῆς μάχης γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. ἕτεροι δέ φασιν ὅτι ἀπὸ τῆς πανοπλίας καὶ τῶν ἵππων αὐτοὺς ἐγνώριζον, ὡς καὶ Πάνδαρος ἐπὶ τοῦ Διομήδους λέγει “ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ” (Il. 5, 182)· πρότερον δὲ οὐ τεθέατο οὕτω πάντας ἐνόπλους ὡς νῦν.

ὥς μοι καὶ τόνδʼ ἄνδρα] ἐὰν τὸ ἵνα ἐκ τοῦ ὡς σημαίνηται, ἔσται τῶν ἄνω ἐχόμενος ὁ λόγος, ὄφρα ἴδῃ πρότερόν τε πόσιν καὶ ὥς μοι τονδʼ ἄνδρα· βέλτιον δὲ, εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντὶ τοῦ εὐκτικοῦ παραλαμβάνῃς.

175. παῖδά τε] λέγει τὴν Ἑρμιόνην. ὁ δὲ Πορφύριος ἐν τοῖς 3. ὡς κἀκεῖ Cobetus] ὡς κακή. Sic 6. ἀρξώμεθα Vill.] ἀρξόμεθα κακεῖ p. 155, 29. 21. *ποιοῦντος] ποιῶν 4. προστιθέασι] προσδιδόασι 31. βέλτιον δὲ] * πὸ ὡς ἀντὶ τοῦ Friedl. εἴθε addit Friedl. Ὁμηρικοῖς ζητήμασιν οὕτως φησίν. Ἑλένης τε καὶ Μενελάου ἱστορεῖ Ἀρίαιθος παῖδα Μαράφιον, ἀφ᾿ οὗ τὸ τῶν Μαραφίων γένος ἐν Πέρσαις. ὡς δὲ Κιναίθων, Νικόστρατον. παρὰ δὲ Λακεδαιμονίοις Ἑλένης δύο παῖδες τιμῶνται, Νικόστρατος καὶ Αἰθιόλας.

τηλυγέτην] καταχρηστικῶς εἶπε· κυρίως δὲ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὁ ἐστιν οἱ ἐκ γεροντικῆς ἡλικίας σπαρέντες· δοκεῖ γὰρ τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιίας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι.

176, *διὰ τοῦ κε συνδέσμου συνήλειπται, τά κε. γράφεται δὲ καὶ τά γε.

179. ἀμφότερον] τοῦτο συναπτέον τῷ ἀγαθός, ἵνʼ ᾖ κατʼ ἄμφω ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βασιλείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγματευόμενα.

180. ἐμὸς ἔσκε κυνώπιδος] πρὸς τὴν σημασίαν ὑπήντησεν· τὸ γὰρ δαὴρ ἐμός δηλοῖ τὸ δαὴρ ἐμοῦ τῆς κυνώπιδος.

182. *ὦ μάκαρ] σημείωσαι ὡς κατὰ πρόσοδον συλλαβῆς ηὔξηται μετʼ ἐπιπλήξεως ὁ ἔπαινος.

ὀλβιόδαιμον] προπαροξυτόνως· ἔστι γὰρ σύνθετον· τὰ δὲ μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰς ον περατουμένην, προπερισπᾶται ἁπλᾶ ὄντα, Μαχᾶον Ἀρετᾶον, σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον Ποσείδαον ὀβλιοδαιμον. καὶ ἐπὶ τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτὸ, λέγω δὲ τὸ Αὐτόμεδον καὶ Ἀγά- μεμνον· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλητικὴν, ἐπεὶ σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε τὸν τόνον, Λυκόφρον δαΐφρον. ὅθεν σημειῶδες ἐκεῖνο κατὰ κλητικήν “ἰὼ Λακε- δαῖμον” Ἀριστοφάνης Ὁλκάσιν (fr. 354)· καὶ σύνθετον τὸ “ψευδό- μενοί σε Παλαῖμον.”

2. Ἀριαιθος Prellerus et Hulle- Μαράφιοι, Eustathio, l. c. man. in Miscell. Philol. Amstel. συνήλειπται] συνάλεπται Fasc. 2 p. 71] δίεθος (“δαιθος). 17. πρόσοδον (*πρόσθεσιν) Co- Vetus vitium Δίαιθος decepit scho- betus] πρόσωδον liastas alios et Eustathium p. 400, 27. καὶ Vill.] καὶ εἰ. σημειῶδες esse dicit Παλαῖμον properispo- Μαράφιον—Μαραφίων] μορράφιον menon, licet nomen sit composi- τμορραφίων (* μοράφιον —μορα- tum: de quo v. Choeroboscus in φίων). Correxi collato Herodoto Theodos. p. 438. 1, 125. 4, 167, Stephano Byz. s.v.