GetPassage urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.2.41-1.2.60 urn:cts:greekLit:tlg5026.tlg001.1st1K-grc1:1.2.41-1.2.60

86. *ὑποστιγμὴ ἐπὶ τὸ ἔνισπε διὰ τὸν ει σύνδεσμον.

82. νῦν δ᾿ ἴδεν ὃς μέγ᾿ ἄριστος] οἷς οἰκεῖον τὸ μεριμνᾶν, τούτοις ἀληθεῖς αἱ ἐμφάσεις· καὶ ᾧ ἡ ἀποτυχία κίνδυνον φέρει, οὐκ ἂν ψεύσαιτο.

85. διαστολὴ ἐπὶ τὸ ἀνέστησαν καὶ λαῶν. κοινὸν δὲ τὸ σκηπτοῦ- χοι βασιλῆες κατ᾿ ἀμφοτέρων.

86. * στικτέον κατὰ τὸ λαοί, ἵνα ἀπ᾿ ἄλλης ἀρχῆς ἡ παραβολὴ 1. *καὶ χαρᾷ] καὶ om. 4. *βούλημα] βούλευμα 22. λέγει Bekkerus] λέγειν 11. τὸ ο] τὸ οῦ. λαῶν] πῶς δέ καὶ ὁ Νέστωρ λύει 15. ὅτι Pluygers] ὅτι καὶ τὴν βουλήν ἀπιών addit Lehrsius. 16. ἕζετο”] καὶ ὅτι ἱστάμενον ποιεῖ 29. διαστολὴ] διαστολαὶ Friedl. λέγοντα addit Lehrsius Herod. p. γενομένη ὑποστίζηται μέχρι τοῦ αἱ δέ τε ἔνθα (90)· οὕτως γὰρ βέλτιον.

87. ἔθνεα] πρὸς τοὺς εἰκαζομένους Ἕλληνας, ἐπεὶ σμήνεα ἔδει εἰπεῖν. πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ τὸ ζῶον διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου. ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὗ ἔχει· ὡπλισμέναι δέ εἰσι κέντροις, ὑπήκοοί τε καὶ αὐταί εἰσι καὶ ἐπ᾿ ἔργον ἐξίασιν, οὐχ ὡς αἱ γέρανοι. φιλάλληλοί τέ εἰσι, μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτήσεως ποιοῦνται.

*ἁδινάων] δασυντέον τὸ ἀδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἀδινός ἡ κίνησις.

88. αἰεὶ νέον ἐρχομενάων] οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ δοκεῖν αὐτὰς ἄρχεσθαι τῆς ἐξόδου· οἱ δὲ νέον τὸ ἔαρ φασίν. ἄμεινον δὲ λέγειν ὅτι τοῖς μὲν ἄλλοις ζώοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχεῖαν τὴν κίνησιν ποιησάμεναι ἐφιζάνουσι τοῖς ἄνθεσι, καὶ ἐπαρθεῖσαι πέτονται πάλιν, καὶ πάλιν ἐφίζουσι. κατ᾿ ὀλίγον οὖν ἡ πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἀρχομένων γίνεται. συμβέβηκε δὲ καὶ ἄλλο ταῖς μελίτταις, ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι, ἀπ᾿ ἀρχῆς ἕως πέρατος οὐκ ἀποληγούσαις κατ᾿ ὀλίγον, ὥσπερ καὶ τὰ ἄλλα πτηνὰ καὶ χερσαῖα ζῶα. πάντα οὖν τὸν καιρὸν αὐτῶν τῆς πτήσεως ἐπιση- μαίνεται ὡς ἄρτι γινομένης.

89. *βοτρυδὸν] πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥάγες. οὕτως δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας αἱ μέλισσαι, ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου.

* ἐπ᾿ ἄνθεσιν εἰαρινοῖσιν] ὅτι ἀντὶ τοῦ ἐπ᾿ ἄνθη εἰαρινά, ὡς ἐν τῇ Δ (251) “ἦλθε δ᾿ ἐπὶ Κρήτεσσιν” ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας.

92. *ὄσσα] ὅτι ὄσσα ἡ θεία κληδὼν, οἱ δὲ νεώτεροι ψιλῶς ἐπὶ πάσης φωνῆς.

95. *ἤτοι στικτέον ἐπὶ τὸ ἀγορή, ἢ διασταλτέον καὶ ἐπ᾿ αὐτὸ καὶ ἐπὶ τὸ γαῖα, ἵν᾿ ᾖ κοινὸν τὸ λαῶν ἱζόντων.

96. ὅμαδος] πιθανῶς ἐν μὲν ταύτῃ τῇ ἐκκλησίᾳ κήρυκές εἰσιν οἱ 4. *ποιητικῇ] ποιητικῆς 14. *ἄρχεσθαι τῆς ἐξόδου] ἔρχε- 6. * πρόοδος—δέ εἰσι] πρόσοδος σθαι ἐπὶ τῆς ὁδοῦ *οἱ δὲ—φασίν] om. —τέ εἰσι 7. *καὶ ἐπ᾿ ] κα, om. 16. *ἐφιζάνουσι] ἐφίζουσι 10. ἀδινός Lehrsius] ἁδηνός 18. συμβέβηκε] συμβέβη (sic) τὴν βοὴν παύοντες, ἐν δὲ τοῖς ἑξῆς τὴν Ἀθηνᾶν τῷ Ὀδυσσεῖ παρέ- στησε· πλείων γὰρ ἦν ὁ θόρυβος.

*ἐννέα] τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου, ψιλοῦται, ἀν- τίος ἔγχος, τοῦ ἁνδάνω ὑπεξαιρουμένου.

99. *ὅτι σπουδῇ λέγει οὐχ οἷον ἐν τάχει, ἀλλὰ μόγις καὶ δυ- σχερῶς, ὡς τὸ “ὣς ἄῤ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς” (Od. 21, 409).

ἤτοι στικτέον ἐπὶ τὸ λαός, καὶ τὰ ἑξῆς συναπτέον ἕως κλαγγῆς᾿ ἢ ὡς διὰ μέσου κειμένου τοῦ ἐρήτυθεν δὲ καθ᾿ ἕδρας ἀνυποκρίτως ὑποστικτέον ἐπὶ τὸ καθ᾿ ἕδρας, ὅτε ἐστὶ διαστολὴ ἐπὶ τὸ λαός, ἵν᾿ ᾖ τὸ ἑξῆς, σπουδῇ δ᾿ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς. καὶ τὸ σχῆμα Ὁμηρικὸν, καὶ ἡ διὰ μέσου ἀναφώνησις ὁμοίως. ὁ δὲ νοῦς τοῦ ἡμιστιχίου οὗτος, ἐρήτυθεν δὲ κατὰ τὰς ἕδρας, οἷον ἠρέμησαν καθί- σαντες.

102. Ἥφαιστος μέν] ὁ μὲν Ἥφαιστος κατεσκεύασε τῷ Διὶ ὡς χειρῶναξ κελευόμενος· ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι κατὰ διακονίαν Πέλοπι· Πέλοψ δὲ κατέλιπεν Ἀτρεῖ πρεσβυτάτῳ ὄντι τῶν υἱῶν· Ἀτρεὺς δὲ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ χρῆται τῷ ἀδελφῷ· ὁ δὲ οὐδὲ τῷ ἑαυτοῦ παιδὶ ζῶντι, τῷ Αἰγίσθῳ, τὴν ἀρχὴν ἐνεχείρισεν, ἀλλ᾿ ὥσπερ ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν Ἀγαμέμνονι. ἄχρι δὲ τοῦ “αὐτὰρ ὁ αὖτε Θυέστ᾿ Ἀγαμέμνονι δῶκε φορῆναι” καλεῖται κλῖμαξ. δίδωσι δὲ Ἥφαιστος τῷ μὲν Διὶ τὸ σκῆπτρον ὡς βασιλικὸν, τῷ δὲ Ἑρμῇ πάλιν δίδωσιν ὡς κηρυκικόν.

*ὁ τρόπος κλῖμαξ. τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῷ ἑξῆς.

103. ἀργειφόντῃ] ἀργῷ καὶ καθαρῷ φόνου, ἢ ὥς τινες κατ᾿ ἐπω- νυμίαν, ὅ ἐστιν ἐξ αἰτίας τοιαύτης. Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς, τοῦ Ἀργείων βασιλέως, Ζεὺς ἐρασθεὶς, καὶ γνοὺς αὐτὴν, μετέβαλεν εἰς βοῦν διὰ τὸν τῆς Ἥρας ζῆλον. Ἥρα δὲ αἰτησαμένη αὐτὴν παρὰ Διὸς καὶ λαβοῦσα, ἐπέστησεν αὐτῇ φύλακα Ἄργον, τὸν πανόπτην καλούμενον, ἐπειδὴ κατὰ παντὸς τοῦ σώματος εἶχεν ὀφθαλμούς. 5. ὑπεξαιρουμένου Bast. ad Greg. κονίαν τινὰ Πέλοψ. 18. *Ἀτρεῖ] post υἱῶν collocat. p: 21] ὑπέξ. 17. *κελευόμενος· ὁ δὲ] κελευό- 28. Ἰσως] ἠοῦς et infra ἠοὶ pro μενος δὲ ὁ “κομίσαι — Πέλοψ] κομίσαι δια- *τῆς] om. κελευσθεὶς δὲ ὁ Ἑρμῆς ὑπὸ τοῦ Διὸς κλέψαι τὴν βοῦν, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο τὸν Ἄργον, λίθῳ βαλὼν ἀπέκτεινε· καὶ ἐντεῦθεν Ἀργει- φόντης ἐκλήθη. τῇ δὲ Ἰοῖ ἡ Ἥρα ὡσανεὶ βοῒ οἶστρον ἐμβάλλει. ἡ δὲ ἐκ τῆς ὀδύνης πρῶτον ἦλθεν ἐπὶ τὸν ἀπ᾿ ἐκείνης Ἰόνιον κόλπον κληθέντα· ἔπειτα διὰ τοῦ καλουμένου πρότερον Θρᾳκίου πόρου, νῦν δὲ ἀπ᾿ ἐκείνης Βοσπόρου, ἐλθοῦσα, καὶ ἄλλους δὲ διαφόρους τόπους πλα- νηθεῖσα, ἦλθεν εἰς Αἴγυπτον, ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα τίκτει παρὰ τῷ Νείλῳ ποταμῷ παῖδα Ἔπαφον. ἡ δὲ ἱστορία πλατύ- τερον κεῖται παρὰ Ἀπολλοδώρῳ ἐν δευτέρῳ.

104. Ἱπποδάμεια ἡ Οἰνομάου θυγάτηρ, ἐρασθεῖσα Πέλοπος, Μύρ- τιλλον τὸν Ἑρμοῦ μὲν υἱὸν ἡνίοχον δὲ τοῦ ἑαυτῆς πατρὸς ἔπεισε τῇ κατὰ τοῦ πατρὸς νίκῃ συνεργῆσαι καὶ τοὺς ἵππους τῆς εἰς τὸ τρέ- χειν ὁρμῆς κατασχεῖν, βουλομένη τὸν Πέλοπα καὶ τοὺς ἵππους λαβεῖν καὶ τὸν ἑαυτῆς γάμον· ἔκειτο γὰρ τῷ νικήσαντι ἔπαθλον ὁ ταύτης γάμος, νικηθέντι δὲ θάνατος. ἀγωνιζομένων δὲ αὐτῶν ὁ Οἰνό- μαος ἐκπίπτει τοῦ ἅρματος· οὐ γὰρ αἱ χοινικίδες τοὺς ἐμβόλους κατέσχον, τοῦτο πανουργήσαντος τοῦ Μυρτίλλου. γνοὺς δὲ τὴν ἐπι- βουλὴν ὁ Οἰνόμαος ἀρὰς ἔθετο κατὰ Μυρτίλλου, ὅπως ἀπόληται ὑπὸ Πέλοπος· ὃ καὶ ἐγένετο. διαβαινόντων γὰρ αὐτῶν διὰ τοῦ Αἰγαίου πόντου, καὶ διψησάσης τῆς Ἱπποδαμείας, καταβὰς ἐκ τοῦ ἅρματος ὁ Πέλοψ ἐζήτει ὕδωρ κατὰ τῆς ἐρήμου. κατ᾿ ἐκεῖνο δὲ καιροῦ ἡ Ἱπποδάμεια ἐρασθεῖσα Μυρτίλλου ἐδεῖτο μὴ ὑπεριδεῖν· ἀντειπόντος δὲ αὐτοῦ, καὶ τοῦ Πέλοπος παραγενομένου, φθάνει ἡ Ἱπποδάμεια κατηγορήσασα τοῦ Μυρτίλλου ὡς βιασαμένου αὐτήν. καὶ Μύρτιλλον Πέλοψ ἀπὸ τοῦ ἅρματος ὠθεῖ εἰς τὸ πέλαγος, αὐτὸς δὲ αὐτῇ ἡνιοχεἱ· ὅθεν τὸ μὲν πέλαγος Μυρτῷον ἀπὸ Μυρτίλλου, ὁ Πέλοψ δὲ πλήξιππος διὰ τὴν τῶν ἵππων αὐτουργίαν.

105. Πέλοψ δῶκ᾿ Ἀτρέϊ] Πέλοψ ἐκ προτέρας γυναικὸς ἔχων παῖδα Χρύσιππον ἔγημεν Ἱπποδάμειαν τὴν Οἰνομάου, ἐξ ἧς ἱκανοὺς ἐπαιδοποίησεν. ἀγαπωμένου δὲ ὑπ᾿ αὐτοῦ σφόδρα τοῦ Χρυσίππον, ἐπιφθονήσαντες τε μητρυιὰ καὶ οἱ παῖδες, μή πως καὶ τὰ σκῆπτρα αὐτῷ καταλείψῃ, θάνατον ἐπεβούλευσαν, Ἀτρέα καὶ Θυέστην τοὺς πρεσβυτάτους τῶν παίδων εἰς τοῦτο προστησάμενοι. ἀναιρεθέντος οὖν τοῦ Χρυσίππου Πέλοψ ἐπιγνοὺς ἐφυγάδευσε τοὺς αὐτόχειρας 1. *ὁ Ἑρμῆς] ὁ om. τίλον. 8. *παῖδα] om. 11. *ἑαυτῆς] ἑαυτοῦ 10. Μύρτίλλον] Vitiose pro Μυρ- αὐτοῦ γενομένους παῖδας, ἐπαρασάμενος αὐτοῖς καὶ τῷ γένει δι᾿ αὑτῶν ἀναιρεθῆναι. οἱ μὲν οὖν ἄλλοι ἀλλαχῇ ἐκπίπτουσι τῆς Πίσης· τελευτήσαντος δὲ τοῦ Πέλοπος Ἀτρεὺς κατὰ τὸ πρεσβύτερον σὺν στρατῷ πολλῷ ἐλθὼν ἐκράτησε τῶν τόπων. ἱστορεῖ Ἑλλάνικος.

Ἀτρεὺς ὁ Πέλοπος, βασιλεύων τῆς Πελοποννήσου, ηὔξατό ποτε ὅ τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. γεννηθείσης δὲ αὐτῷ χρυσῆς ἀρνὸς τῆς εὐχῆς μετεμελήθη, καθείρξας δὲ εἰς λάρνακα φυλάττει. μέγα δέ τι φρονοῦντα ἐπὶ τῷ κτήματι κομπάζειν κατὰ τὴν ἀγοράν. ἀνιώμενον δ᾿ ἐπὶ τούτῳ Θυ- έστην, ὑπελθόντα ὡς ἐρῶντα, πεῖσαι τὴν Ἀερόπην ἐκδοῦναι αὑτῷ τὸ κτῆμα· λαβόντα δὲ ἀντειπεῖν τῷ ἀδελφῷ ὡς οὐ δεόντως περὶ τοῦ τοιούτου κομπάζει. αὐτὸς δὲ ἔλεγεν ἐν τῷ πλήθει δεῖν τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσῆν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ τοῦ Ἀτρέως, Ζεὺς Ἑρμῆν πέμπει πρὸς Ἀτρέα, συνθέσθαι λέγων περὶ τῆς βασιλείας, καὶ δηλοῖ περὶ τῆς ἀνατολῆς, διότι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθεμένου δὲ περὶ τούτων, ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὰς ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν.

107. Θυέστ᾿ Ἀγαμέμνονι] ἡ διπλῆ ὅτι οὐ γινώσκει τὴν ἔχθραν Ἀτρέως καὶ Θυέστου. αὐτῷ γοῦν παραδίδωσι τὸ σκῆπτρον, οὐ τοῖς υἱοῖς ὁ Ἀτρεύς.

αὐτὰρ ὁ αὖτε Θυέστ᾿ ] ὅτι συμφωνοῦντας αὐτοὺς συνίστησι. καὶ γὰρ ὁ Θυέστης οὐ τῷ υἱῷ αὑτοῦ Αἰγίσθῳ καταλείπει τὸ σκῆπτρον, ἀλλ᾿ Ἀγαμέμνονι. καὶ ὅτι κλητικὴ ἀντὶ τῆς ὀρθῆς, Θυέστα ἀντὶ τοῦ Θυέστης.

109. *ἔπε᾿ Ἀργείοισι μετηύδα] ὅτι τὸ ἑξῆς ἐστὶ μετ᾿ Ἀργείοισιν ἔπεα ηὔδα.

110. *ἥρωες Δαναοί] ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ἥρωας λέγει. ἡ δὲ ἀναφορὰ πρὸς Ἴστρον λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι. στικτέον δὲ κατὰ τὸ τέλος· προσαγορευ- τικὴ γὰρ ἡ περίοδος.

1. * δι᾿ om. 20. οὐ addidit. Vill. 2. αὑτῶν] αὐτῶν 21. οὐ τοῖς Lehrsius] ἢ 3. *πρεσβύτερον] πρεσβυτέριον 22. ὁ Ἀτρεύς] Sequitur in A 8. * καθείρξας—φυλάττει] καθ- scholion superius Ἀτρεὺς ὁ Πέλοπος εἰρξαντα—φυλάττειν—ἐφυγάδευσεν.

111. Ζεύς με μέγα Κρονίδης] ὅτι Ζηνόδοτος γράφει Ζεύς με μέγας Κρονίδης· καὶ ὅτι ἀπὸ τούτου ἕως τοῦ αἰσχρὸν γὰρ τόδε γ᾿ ἐστί (119) οὕτως συντέμνει “ὦ φίλοι, ἥρωες Δαναοὶ, θεράποντες Ἄρηος· λώβη γὰρ τάδε γ᾿ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, μὰψ οὕτω.”

μέγα] σχολικὸν ἀγνόημα τὸ δοκεῖν Ζηνοδότειον εἶναι τὴν μετὰ τοῦ σ γραφὴν, καὶ δόξειεν ἂν ὑπὸ Διονυσίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι· ἐν γὰρ τῷ περὶ ποσοτήτων καθάπτεται Ζηνοδότου ὡς ἠγνοηκότος ὅτι τῷ μέγα ἀντὶ τοῦ μεγάλως Ὅμηρος ἀποχρῆται· παῤ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετειλῆφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως. τὸ δὲ οὐκ ἔχει τἀκριβὲς οὕτως. εἰ γὰρ τὰ συγγράμματα τῶν ὑπομνημάτων προτάττοιμεν, ἕνεκα γοῦν τἀκρι- βοῦς γράφομεν κατὰ Ἀρίσταρχον Ζεύς με μέγας. ἐν γοῦν τῷ πρὸς Φιλητᾶν συγγράμματι τῇ γραφῇ κέχρηται, δύο λέγων τὸ μέγας σημαίνειν, τοτὲ μὲν τὸ καθ᾿ αὑτὸ, καθάπερ νῦν “Ζεύς με μέγας Κρονίδης” καὶ “κεῖτο μέγας μεγαλωστὶ, λελασμένος ἱππο- συνάων” (ΙΙ. 16, 776)· τοτὲ δὲ αὖ τὸ πρὸς τὴν κατὰ τὸν Αἴαντα τὸν ἕτερον διάκρισιν “Ἄἴας δ᾿ ὁ μέγας,” κἀν ταῖς Λιταῖς ἐξηγούμενος “αὐτὰρ ἔπειτ᾿ Αἴας τε μέγας” (ΙΙ. 9, 169) ἔν τινι τῶν ἠκριβω- μένων ὑπομνημάτων γράφει ταῦτα κατὰ λέξιν· οὐ κατ᾿ ἐπίθετον λέγει μέγας, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου Αἴαντος. ὅταν δὲ λέγῃ Ζκεύς με μέγας Κρονίδης, οὐκέτι ὅτι καὶ ἕτερος μικρός ἐστιν. καὶ τοὺς ἀπ᾿ αὐτοῦ δὲ χρωμένους ἔστιν εὑρεῖν τῇ γραφῇ, Διονυσόδωρον τὸν Ἀλεξανδρέα καὶ Ἀμμώνιον. ἐπιλέγουσι δὲ οὐδέν· διὸ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ ἐγράψαμεν. καὶ Καλλίστρατος δὲ ἐν τῷ περὶ Ἰλιάδος οὕτως προφέρεται, ὥστε ὅμοιον εἶναι τῷ “ἐπεὶ μέγας ὠδύσατο Ζεύς” (ΙΙ. 18, 292). οὐδὲ ὁ ἐπιθέτης δὲ Πτολεμαῖος, τὰς Ζηνοδότου γραφὰς ἐκτιθέμενος, ταύτην ὡμολόγει Ζηνοδότου εἶναι. ταῦτα ὁ Δίδυμος.

112. σχέτλιος] τοῦτο καθ᾿ ἑαυτὸ προενεκτέον, ὡς ἐν τοῖς ἄνω τὸ νήπιος· μᾶλλον γὰρ, κομματικῶς λεγόμενον, ἐμφαίνει.