GetPassage urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1:3.1-3.20 urn:cts:greekLit:tlg2733.tlg001.1st1K-grc1:3.1-3.20

Ζήνων δέ, ἐπεὶ τὴν βασιλείαν τοῦ παιδός οἱ Niceph. xvi 1 Cramer. An. Par. ii 315 Cedren. i 615 τελευτήσαντος μόνος περιεβάλετο, ὥσπερ οὐκ οἰόμενος τῶν ὅλων ἐγκρατὴς γενέσθαι εἰ μὴ καὶ πάσαις ταῖς ἐπιούσαις ἡδοναῖς μετ̓ ἐξουσίας ἐπεξέλθοι, τοσοῦτον ἐκ προοιμίων ἑαυτὸν ταῖς ἐπιθέσεσι τῶν ἐπιθυμιῶν ἐκδέδωκεν ὡς μηδὲν αὐτὸν ἐπισχεῖν τῶν ἀπρεπῶν τε καὶ ἀθέσμων, ἀλλ̓ οὕτως τούτοις ἐμπολιτεύσασθαι ὡς τὸ σκοτίως ταῦτα καὶ ἐν παραβύστῳ γίγνεσθαι χαμερπὲς εἶναι νομίζειν, τὸ δέ γε ἀναφανδὸν καὶ ὥσπερ ἐξ ἀπόπτου βασιλικὸν καὶ αὐτοκράτορι μόνῳ πρέπον, κακῶς καὶ δουλοπρεπῶς κρίνας. Οὐκ ἐξ ὧν γὰρ ἑτέρων κρατεῖν πέφυκεν ὁ αὐτοκράτωρ γνωρίζεται, ἀλλ̓ ἐξ ὧν ἑαυτοῦ πρῶτον ἄρχει τε καὶ κρατεῖ, μηδενὶ τῶν ἀτόπων παρείσδυσιν ἑαυτῷ διδούς, οὕτω δὲ ἀνάλωτος ταῖς ἀκρασίαις ὑπάρχων ὡς ζῶν ἄγαλμα τῶν ἀρετῶν εἶναι πρὸς μίμησιν, ἐκπαιδεύων τὸ ὑπήκοον. Ὁ δὲ ταῖς ἡδοναῖς ἑαυτὸν ἀνοιγνὺς λέληθε κατὰ σμικρὸν δοῦλος αἴσχιστος δορυάλωτος ἀνάποινος γιγνόμενος, δεσποτείας συχνὰς ἀμείβων ἴσα τοῖς ἀχρείοις τῶν δούλων, εἴπερ ἀναρίθμητοι τῶν ἡδονῶν αἱ δέσποιναι καθεστᾶσιν, ἥκιστα πέρας τῆς συνεχείας τε καὶ τῆς σφῶν ἀλληλουχίας ἔχουσαι: ἀεὶ τῆς ἐν χερσὶν ἡδονῆς οὐχ ἱσταμένης, ὑπέκκαυμα δὲ καὶ προοίμιον ἑτέρας γιγνομένης, ἕως ἢ αὐτοκράτωρ τις ὄντως γιγνόμενος τὴν ὀχλοκρατείαν τῶν ἡδονῶν ξενηλατήσοι, βασιλεύων λοιπὸν οὐ τυραννούμενος, ἢ μέχρι τελευταίας ῥοπῆς δουλεύων τὰ ἐν Ἅιδου καταλάβοι.

Τοιαῦτα μὲν οὖν κατ̓ ἀρχὰς ὁ Ζήνων ἐκδεδιῃτημένος Niceph. xvi 1 τὸν βίον: οἱ δέ γε ὑπήκοοι πρός τε ἀνίσχοντα πρός τε δυόμενον ἥλιον κακῶς ἔπασχον, ἔνθεν μὲν τῶν Theophan. 120 Σκηνιτῶν βαρβάρων πάντα ληϊζομένων, Θρᾴκην δὲ πλῆθος Οὔννων τῶν πάλαι Μασσαγετῶν ἐπιδραμόντων,καὶ τὸν Ἴστρον διαβάντων μηδενὸς ἀμύνοντος, αὐτοῦ δέ γε Ζήνωνος τὰ ἐπίλοιπα βαρβαρικῷ τῳ τρόπῳ πρὸς βίας ἀφαιρουμένου.

Ἐπαναστάντος δέ οἱ Βασιλίσκου τοῦ Βερίνης Niceph. xvi 2 Malal. 377 Theophan. 120 Theod. Lect. i 28, 29 Cramer. An. Par. ii 80 ἀδελφοῦ — καὶ τὰ οἰκεῖα γὰρ αὐτῷ ἐκπεπολέμωτο, πάντωνἐπ̓ ἴσης τὸν αἴσχιστον αὐτοῦ βίον ἀποστρεφομένων — , ἀνδρικὸν μὲν οὐδὲν ὅλως ἐφρόνησεν — ἀγεννὲς γὰρ καὶ δύσελπι ἡ ἀνοσιουργία, ἐκ τῆς περὶ τὰς ἡδονὰς ἥττης τεκμηριοῦσα τὸ ἄνανδρον — , φεύγει δὲ προτροπάδην τῆς τοσαύτης ἀρχῆς ἀκονιτὶ παραχωρήσας τῷ Βασιλίσκῳ.Καὶ πολιορκίαν ὑπέστη κατὰ τὴν αὐτὸν προαγαγοῦσαν τῶν Ἰσαύρων χώραν, ἔχων ἅμα οἱ Ἀριάδνην τὴν γαμετήν, ὕστερον τὴν μητέρα φυγοῦσαν, καὶ εἴ τι ἕτερον εὔνουν αὐτῷ μεμενήκει. Οὕτω γοῦν ὁ Βασιλίσκος τὸν στέφανον τῆς Ῥωμαίων ἀρχῆς ἀναδησάμενος, καὶ τὸν παῖδαΜάρκον ἀνειπὼν Καίσαρα, ἀπ̓ ἐναντίας τῷ Ζήνωνι καὶ τοῖς προβεβασιλευκόσιν ᾔει.

Ἐκ πρεσβείας δὲ ἐνίων τῶν ἐκ τῆς Ἀλεξανδρέων Niceph. xvi 2 Zacharias v 1 Theod. Lect. i 30, 31 Theophan. 121 Joh. Nikiu c. 88, p. 478 ἀνακαλεῖται τὸν Τιμόθεον ἐκ τῆς ὑπερορίας, ὄγδοον καὶ δέκατον ἔτος αὐτῇ συγγενόμενον, Ἀκακίου τὴν ἐπισκοπὴντῆς Κωνσταντινουπόλεως πρυτανεύοντος. Καὶ δῆτα τὴν βασιλέως κατειληφὼς πόλιν ὁ Τιμόθεος πείθει τὸν Βασιλίσκον Petrus Iber. 79 Conc. vii 1176 ἐγκυκλίοις χρήσασθαι συλλαβαῖς πρὸς τοὺς ἑκασταχοῦ ἱερέας ἀναθέματί τε περιβαλεῖν τὰ ἐν Καλχηδόνι πεπραγμένα καὶ τὸν τόμον Λέοντος: ὧν ἡ συνθήκη λέγει τάδε: ἘΓκΥκλιοΝ ΒασιλίσκοΥ. Αὐτοκράτωρ Καῖσαρ Βασιλίσκος, εὐσεβής, νικητής, Niceph. xvi 3 Zacharias v 2 τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, καὶ Μάρκος ὁ ἐπιφανέστατος Καῖσαρ, Τιμοθέῳ τῷ εὐλαβεστάτῳ καὶ θεοφιλεστάτῳ ἀρχιεπισκόπῳ τῆς Ἀλεξανδρέων μεγαλοπόλεως. Ὁπόσους μὲν ὑπὲρ τῆς ὀρθῆς καὶ ἀποστολικῆς πίστεως ἐθέσπισαν νόμους οἱ πρὸ ἡμῶν εὐσεβέστατοι βασιλεῖς, ὅσοι τὴν μακαρίαν, ἀγήρω καὶ ζωοποιὸν τριάδα θεραπεύοντες ὀρθῶς διετέλεσαν, τούτους ὡς τῷ παντὶ κόσμῳ σωτηρίους ἀεί ποτε γεγονότας οὐδένα χρόνον ἀργεῖν ἐθέλομεν, μᾶλλον δὲ ὡς οἰκείους ἑαυτῶν ἐκφωνοῦμεν νόμους. Ἡμεῖς δὲ πάσης τῆς περὶ τὰ ἀνθρώπινα πράγματα σπουδῆς προτιμήσαντες τὴν εὐσέβειαν καὶ τὸν ὑπὲρ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ζῆλον τοῦ πεποιηκότος καὶ δεδοξακότος ἡμᾶς, ἔτι δὲ πιστεύοντες τὸν σύνδεσμον τῶν τοῦ Χριστοῦ ποιμνίων σωτηρίαν ἑαυτῶν εἶναι καὶ τοῦ ὑπηκόου παντὸς θεμέλιόν τε ἀρραγῆ καὶ ἀσάλευτον τεῖχος τῆς ἡμετέρας βασιλείας, ἐντεῦθεν εἰκότως θείῳ διανοίας κινούμενοι ζήλῳ, καὶ ἀπαρχὴν τῆς ἡμετέρας βασιλείας τῷ θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ τὴν τῆς ἁγίας ἐκκλησίας ἕνωσιν προσκομίζοντες, θεσπίζομεν τὴν κρηπῖδα καὶ βεβαίωσιν τῆς ἀνθρωπίνης εὐζωΐας, τουτέστι τὸ σύμβολον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ πάλαι μετὰ τοῦ ἁγίου πνεύματος ἐκκλησιασθέντων, εἰς ὃ ἡμεῖς τε καὶ πάντες οἱ πρὸ ἡμῶν πιστεύσαντες ἐβαπτίσθημεν, μόνον πολιτεύεσθαι καὶ κρατεῖν ἐν πάσαις ταῖς ἁγιωτάταις τοῦ θεοῦ ἐκκλησίαις τῶν ὀρθοδόξων λαῶν, ὡς μόνον κυρίως τῆς ἀπλανοῦς πίστεως ὅρον καὶ ἀρκοῦν εἰς ἀναίρεσιν μὲν καθόλου πάσης αἱρέσεως, ἕνωσιν δὲ ἄκραν τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν: ἐχόντων δηλαδὴ τὴν οἰκείαν ἰσχὺν καὶ τῶν εἰς βεβαίωσιν αὐτοῦ τοῦ θείου συμβόλου πεπραγμένων ἔν τε τῇ βασιλευούσῃ πόλειταύτῃ κατὰ τῶν βλασφημούντων εἰς τὸ πνεῦμα τὸ ἅγιον παρὰ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, ἔτι δὲ καὶ πάντων τῶν πεπραγμένων ἐν τῇ Ἐφεσίων μητροπόλει κατὰ τοῦ δυσσεβοῦς Νεστορίου καὶ τῶν μετὰ ταῦτα τὰ ἐκείνου φρονησάντων.Τὰ δὲ διελόντα τὴν ἕνωσιν καὶ εὐταξίαν τῶν ἁγίων τοῦ θεοῦ ἐκκλησιῶν καὶ εἰρήνην τοῦ κόσμου παντός, δηλαδὴ τὸν λεγόμενον τόμον Λέοντος, καὶ πάντα τὰ ἐν Καλχηδόνι ἐν ὅρῳ πίστεως, ἢ ἐν ἐκθέσει συμβόλου, ἢ ἑρμηνείας, ἢ διδασκαλίας, ἢ διαλέξεως εἰρημένα καὶ πεπραγμέναεἰς καινοτομίαν τὴν κατὰ τοῦ μνημονευθέντος ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, θεσπίζομεν ἐνταῦθά τε καὶ πανταχοῦ καθ̓ ἑκάστην ἐκκλησίαν παρὰ τῶν ἁπανταχοῦ ἁγιωτάτων ἐπισκόπων ἀναθεματίζεσθαι, καὶ πυρὶ παραδίδοσθαι παῤ οἷς ἂνεὑρίσκηται, διὰ τὸ οὕτω διατεταχέναι περὶ πάντων τῶν αἱρετικῶν δογμάτων καὶ τοὺς πρὸ ἡμῶν ἐν εὐσεβεῖ καὶ μακαρίᾳ τῇ λήξει γενομένους βασιλέας, Κωνσταντῖνον καὶ Θεοδόσιον τὸν νέον: ἄκυρά τε οὕτως γινόμενα παντελῶς ἐκβάλλεσθαι τῆς μιᾶς καὶ μόνης καθολικῆς καὶ ἀποστολικῆσὀρθοδόξου ἐκκλησίας, ὡς μεταίροντα τὰ αἰώνια καὶ σωτήρια τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων ὅρια καὶ τὰ τῶν μακαρίων πατέρων τῶν ἐν ἁγίῳ πνεύματι διαγορευσάντων κατὰ τὴν Ἐφεσίων: ὅλως δὲ μὴ ἐξεῖναί ποτε μήτε ἱερέων μήτε λαϊκῶν τινι τῆς τοῦ ἁγίου συμβόλουθειοτάτης ἐκείνης νομοθεσίας ποιεῖσθαί τινα παρέκβασιν: ἀναθεματίζεσθαι δὲ σὺν πάσαις ταῖς ἐν Καλχηδόνι γεγενημέναις καινοτομίαις κατὰ τοῦ θείου συμβόλου, καὶ τὴν αἵρεσιν τῶν μὴ ὁμολογούντων τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας καὶ ἀεὶ παρθένου καὶ θεοτόκου Μαρίας κατὰ ἀλήθειαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, ἀλλ̓ ἢ ἐξ οὐρανοῦ ἢ κατὰ φαντασίαν καὶ δόκησιν τερατευομένους, πᾶσάν τε ἁπλῶς αἵρεσιν, καὶ εἴ τι ἕτερον ἐν οἵῳ δή ποτε καιρῷ καὶ τρόπῳ καὶ τόπῳ τῆς οἰκουμένης ἁπάσης κατὰ διάνοιαν καὶ λέξιν ἐπὶ παραβάσει τοῦ θείου συμβόλου κεκαινοτόμηται. Ἐπειδὴ δὲ προνοίας βασιλικῆς ἴδιον μὴ τοῦ παρόντος χρόνου μόνον ἀλλὰ καὶ τοῦ μέλλοντος τὴν ἀσφάλειαν ἐκ προορατικῆς διασκέψεως ἐπιδαψιλεύεσθαι τοῖς ὑπηκόοις, θεσπίζομεν τοὺς ἁπανταχοῦ ὁσιωτάτους ἐπισκόπους ἐμφανιζομένῳ τῷ θείῳ τούτῳ ἡμῶν ἐγκυκλίῳ γράμματι καθυπογράφειν, σαφῶς καταμηνύοντας ὅτι δὴ μόνῳ τῷ θείῳ στοιχοῦσι συμβόλῳ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων, ὅπερ ἐπεσφράγισαν οἱ ἑκατὸν πεντήκοντα πατέρες ἅγιοι, ὡς ἔδοξεν ὁριστικῶς καὶ τοῖς μετὰ ταῦτα συνελθοῦσι κατὰ τὴν Ἐφεσίων μητρόπολιν ὁσιωτάτοις πατράσιν ὅτι δεῖ μόνῳ τῷ ἁγίῳ συμβόλῳ τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων στοιχεῖν εἰς ὅρον πίστεως, ἀναθεματίζοντες ἅπαν τὸ γενόμενον ἐν Καλχηδόνι τῶν ὀρθοδόξων λαῶν πρόσκομμα καὶ ὁλοτελῶς τῶν ἐκκλησιῶν ἐκβάλλοντες ὡς παρεμποδὼν γινόμενον τῇ οἰκουμενικῇ καὶ ἡμετέρᾳ εὐπραγίᾳ. Τοὺς δὲ μετὰ ταύτας ἡμῶν τὰς θείας συλλαβάς, ἃς κατὰ θεὸν ἐκπεφωνῆσθαι πιστεύομεν, τὴν ἐπιθυμητὴν πᾶσιν ἕνωσιν πραγματευομένας ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις, ἐπιχειροῦντάς ποτε προφέρειν ἢ ὅλως ὀνομάζειν, εἴτε ἐν διδασκαλίᾳ εἴτε ἐν διαλέξει ἢ ἐν συγγράμμασι, καθ̓ οἷον δή ποτε καιρὸν ἢ τρόπον ἢ τόπον, τὴν ἐν Καλχηδόνι γεγενημένην κατὰ τῆς πίστεως καινοτομίαν, τοὺς τοιούτους ὡς ταραχῆς καὶ ἀκαταστασίας ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις καὶ τῷ ὑπηκόῳ παντὶ παραιτίους, θεῷ τε καὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ πολεμίους, κελεύομεν κατὰ τοὺς ἤδη πρὸ ἡμῶν θεσπισθέντας παρὰ τοῦ ἐν μακαρίᾳκαὶ θείᾳ τῇ λήξει γενομένου βασιλέως Θεοδοσίου κατὰ τῆς τοιαύτης κακονοίας νόμους, τοὺς καὶ ὑποτεταγμένους τῷδε ἡμῶν τῷ θείῳ ἐγκυκλίῳ, εἰ μὲν ἐπίσκοποι ἢ κληρικοὶ εἶεν, καθαιρεῖσθαι, εἰ δὲ μονάζοντες ἢ λαϊκοί, ἐξορίᾳ καὶ δημεύσει παντοίᾳ καὶ τοῖς ἐσχάτοις ὑποπίπτειν ἐπιτιμίοις.Οὕτω γὰρ ἡ ἀεί ποτε παρὰ τῆς ἡμετέρας εὐσεβείας προσκυνουμένη ἁγία καὶ ὁμοούσιος δημιουργός τε καὶ ζωοποιὸς τῶν ὅλων τριάς, θεραπευθεῖσα καὶ νῦν παῤ ἡμῶν διὰ τῆς ἀναιρέσεως μὲν τῶν μνημονευθέντων ζιζανίων βεβαιώσεως δὲ τῶν ὀρθῶν καὶ ἀποστολικῶν τοῦἁγίου συμβόλου παραδόσεων, ἵλεως καὶ εὐμενὴς γενομένη ταῖς τε ἡμετέραις ψυχαῖς καὶ τῷ ὑπηκόῳ παντί, ἔσται διὰ παντὸς συνδιοικοῦσα ἡμῖν καὶ εἰρηνεύουσα τὰ ἀνθρώπινα.

Ὡς μὲν οὖν Ζαχαρίᾳ γέγραπται τῷ ῥήτορι, ταύταις Niceph. xvi 4 Zacharis v 2 ταῖς ἐγκυκλίοις συλλαβαῖς συντίθεται ὁ Τιμόθεος 21 ἄρτι τῆς ὑπερορίας, ὡς ἔφην, ἐπανηνεγμένος, καὶ πρός γε Πέτρος ὁ τῆς Ἀντιοχέων πρόεδρος, ὁ ἐπίκλην Κναφεύς, ὃς καὶ Τιμοθέῳ παρῆν ἀνὰ τὴν βασιλεύουσαν. Τούτων οὕτω γιγνομένων, ψηφίζονται δὲ καὶ Παῦλον τὸν τῆσἘφεσίων ἀρχιερατικὸν ὑπελθεῖν θρόνον. Φησὶ δ̓ οὖν ὡς καὶ Ἀναστάσιος ὁ μετὰ Ἰουβενάλιον Ἱεροσολύμων πρόεδρος ὑποσημαίνεται τοῖς ἐγκυκλίοις ἕτεροί τε πάμπολλοι, ὡς περὶ τοὺς πεντακοσίους καθεστάναι τοὺς τὸν Λέοντος τόμον καὶ τὴν ἐν Καλχηδόνι σύνοδον ἀποκηρύξαντας.Καί που καὶ δέησιν ἐγγράφει γενομένην παρὰ τῶν ἐν Ἀσίᾳ προέδρων ἐν Ἐφέσῳ συνεληλυθότων πρὸς Βασιλίσκον, ὧν ἔνια τούτοις σύγκειται τοῖς γράμμασιν: Τοῖς κατὰ πάντα εὐσεβεστάτοις καὶ φιλοχρίστοις Zacharias v 3 δεσπόταις ἡμῶν Βασιλίσκῳ καὶ Μάρκῳ, αἰωνίοις νικηταῖς Αὐγούστοις. Καὶ μεθ̓ ἕτερα: Διὰ πάντων ἐδείχθητε πανευσεβέστατοι καὶ φιλόχριστοι βασιλεῖς, μισουμένῃ καὶ πολεμουμένῃ διαφόρως τῇ πίστει συμπολεμούμενοι. Καὶ μεθ̓ ἕτερα: Φοβερά τις ἐκδοχὴ κρίσεως καὶ θείου Hebr. x 27 πυρὸς ζῆλος, καὶ ἡ δικαία τῆς ὑμετέρας γαληνότητος κίνησις τοὺς ἀντιδιατιθεμένους παρὰ πόδας συμπλέξει τοὺς τὸν θεὸν τὸν δυνατὸν καὶ τὴν ὑμετέραν τῇ πίστει κρατυνομένην βασιλείαν ἀλαζονικῇ τιμωρίᾳ κατατοξεύειν ἐπιχειροῦντας, καὶ τῆς ἡμετέρας βραχύτητος πολυτρόπως μὴ φειδομένους, ἀλλ̓ ἀεὶ συκοφαντοῦντας καὶ καταψευδομένους ἡμῶν ὡς ἀνάγκῃ τινὶ καὶ βίᾳ καθυπογραψάντων ἡμῶν ἐν τοῖς θείοις ὑμῶν καὶ ἀποστολικοῖς ἐγκυκλίοις, ἐν οἷς μετὰ πάσης χαρᾶς καὶ προθυμίας καθυπεγράψαμεν. Καὶ μεθ̓ ἕτερα: Μηδὲν οὖν ἕτερον παρὰ τὰ θεῖα ὑμῶν ἐγκύκλια προβῆναι θελήσατε, εἰδότες ὅπερ ἔφημεν, ὅτι πᾶς ὁ κόσμος ἀνατραπήσεται πάλιν, καὶ μικρὰ εὑρεθήσεται τὰ παρὰ τῆς ἐν Καλχηδόνι συνόδου γενόμενα κακά, ἅτινα καὶ τοὺς ἀναριθμήτους ἐκείνους εἰργάσατο φόνους, καὶ τὰ αἵματα τῶν ὀρθοδόξων ἀδίκως καὶ παρανόμως ἐξέχεεν. Καὶ μεθ̓ ἕτερα: Διαμαρτυρόμεθα ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ — ἐλευθέραν γὰρ τὴν εὐσέβειαν εἷναι τὴν ἡμετέραν — , δεόμεθα τῆς ἐπενεχθείσης αὐτοῖς δικαίας καὶ κανονικῆς καὶ ἐκκλησιαστικῆς κατακρίσεως καὶ καθαιρέσεως, καὶ μάλιστα τῷ τὴν βασιλεύουσαν οὐχ ὁσίως ἐπισκοποῦντι διὰ πολλὰ φωραθέντι. Ὁ αὐτὸς Ζαχαρίας καὶ τάδε πρὸς ῥῆμα γράφει, ὡς Niceph. xvi 5 Zacharias v 4 τῶν ἐγκυκλίων καὶ βασιλικῶν γραμμάτων ἐκδοθέντων, οἱ τὴν Εὐτυχοῦς φαντασίαν νοσοῦντες ἀνὰ τὴν βασιλεύουσαν καὶ τὸν μονήρη διώκοντες βίον, ὥσπερ ἑρμαίῳ τινὶ περιτυχεῖν οἰηθέντες Τιμοθέῳ καὶ τοῖς ἐγκυκλίοις τὸ ἴδιον θηρᾶσαι ἐλπίσαντες, δρομαῖοι παῤ αὐτὸν ἀφικνοῦνται: καὶ ὡς διελεγχθέντες πρὸς Τιμοθέου ὁμοούσιον ἡμῖν εἶναικατὰ τὴν σάρκα τὸν τοῦ θεοῦ Λόγον καὶ τῷ πατρὶ ὁμοούσιον κατὰ τὴν θεότητα, εἰς τοὐπίσω ἀνεχώρουν.

Ὁ αὐτός φησι τὸν Τιμόθεον ἐξορμήσαντα τῆς Niceph. xvi 5 Zachariarias v 4 βασιλίδος τὴν Ἐφεσίων καταλαβεῖν, ἐνθρονίσαι τε τὸν Παῦλον ἀρχιερέα τῇ Ἐφεσίων: ὃς ἤδη ἐκεχειροτόνητομὲν ἀνὰ τὴν ἀρχαιοτέραν συνήθειαν ὑπὸ τῶν τῆς ἐπαρχίας ἐπισκόπων, ἐκπεπτώκει δὲ τοῦ θρόνου. Ἀποδίδωσι δὲ τῇ Ἐφεσίων καὶ τὸ πατριαρχικὸν δίκαιον, ὅπερ αὐτὴν ἀφεῖλεν ἡ ἐν Καλχηδόνι σύνοδος, ὥς μοι λέλεκται. Ἐκεῖθέν τε ἀπάρας ἀνὰ τὴν Ἀλεξανδρέων ἀφικνεῖται,καὶ τοὺς προσιόντας ἀπαιτῶν ἀναθεματίζειν τὴν ἐν Καλχηδόνι σύνοδον οὕτω διετέλει. Ἀποπηδῶσι δ̓ οὖν παῤ αὐτοῦ ἐκ τῆς κατ̓ αὐτὸν μοίρας, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ ἱστόρηται, ἄλλοι τε πολλοὶ καὶ Θεόδοτος εἷς τῶν ὑπὸ Θεοδοσίου ἀνὰ τὴν Ἰόππην κεχειροτονημένων, τοῦ τῆσἹεροσολύμων ἐπισκόπου πρός τινων γεγονότος, ὅτε πρὸς τὸ Βυζάντιον ὁ Ἰουβενάλιος ἀνέδραμεν.

Ἀκάκιον δέ φησι τὸν τῆς Κωνσταντίνου πρόεδρον Niceph. xvi 6 Zacharias v 5 Theod. Lect. i 32 — 34 Theophan. 122 Joh. Nikiu c. 88, p. 478 ἐπὶ τούτοις περιπαθήσαντα συγκινῆσαι τὸ μοναδικὸν καὶ τὸν δῆμον τῆς βασιλευούσης, ὡς αἱρετικοῦ τοῦ Βασιλίσκουτυγχάνοντος: ἐκεῖνόν τε αὖ ἐξαρνήσασθαι τὰ ἐγκύκλια, καὶ διάταξιν γράψαι τὰ ἐκ συναρπαγῆς γεγονότα τέλεον ἀργεῖν ἀντεγκύκλιά τε διαπέμπεσθαι συνιστῶντα τὴν ἐν Καλχηδόνι σύνοδον. Καὶ ταῦτα μὲν ἅ φησιν ἀντεγκύκλια παρῆκεν, ἐμπαθῶς τὴν ὅλην πραγματείανσυγγράψας. Ἔστιν δὲ ἐπὶ λέξεως ταῦτα: ἈΝτεΓκΥκλιοΝ ΒασιλίσκοΥ. Niceph. xvi 7 Αὐτοκράτορες Καίσαρες Βασιλίσκος καὶ Μάρκος. Τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐν ταῖς καθολικαῖς ἐκκλησίαις κρατήσασαν ἀποστολικὴν καὶ ὀρθόδοξον πίστιν, τὴν καὶ μέχρι τῆς ἡμετέρας βασιλείας κρατήσασαν καὶ ἐπὶ τῆς ἡμετέρας βασιλείας κρατοῦσαν καὶ εἰς τὸ διηνεκὲς κρατεῖν ὀφείλουσαν, εἰς ἣν καὶ ἐβαπτίσθημεν καὶ πιστεύομεν, αὐτὴν μόνην ἄτρωτον καὶ ἀσάλευτον κρατεῖν, τὴν καὶ κρατοῦσαν, καὶ διηνεκῶς πολιτεύεσθαι ἐν πάσαις ταῖς καθολικαῖς καὶ ἀποστολικαῖς τῶν ὀρθοδόξων ἐκκλησίαις θεσπίζομεν καὶ μηδὲν ἕτερον ζητεῖσθαι. Διὰ τοῦτο γὰρ καὶ τὰ ἐπὶ τῆς ἡμετέρας βασιλείας γεγενημένα, εἴτε ἐγκύκλια, εἴτε καὶ ἕτερα, ἢ εἴ τι δή ποτε οὖν, πίστεως ἕνεκεν ἢ καταστάσεως ἐκκλησιαστικῆς, ἀργεῖν καὶ πεπαῦσθαι προστάττομεν, ἀναθεματιζομένων Νεστορίου καὶ Εὐτυχοῦς καὶ πάσης ἑτέρας αἱρέσεως καὶ πάντων τῶν τὰ αὐτὰ φρονούντων, καὶ περὶ ταύτης τῆς ὑποθέσεως μὴ σύνοδον γίνεσθαι ἢ ἑτέραν ζήτησιν, ἀλλὰ ταῦτα μένειν ἀρραγῆ καὶ ἀσάλευτα: ἀποδοθῆναι δὲ καὶ τὰς ἐπαρχίας τῷ εὐλαβεστάτῳ καὶ ἁγιωτάτῳ πατριάρχῃ καὶ ἀρχιεπισκόπῳ Ἀκακίῳ, ὧν τὴν χειροτονίαν εἶχεν ὁ θρόνος ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως: δηλαδὴ τῶν νῦν ὄντων θεοφιλεστάτων ἐπισκόπων μενόντων ἐπὶ τῶν οἰκείων θρόνων, μηδενὸς ἐκ τούτου προκρίματος γενομένου μετὰ τὴν τούτων τελευτὴν τῷ δικαίῳ τῆς χειροτονίας τοῦ εὐαγοῦς θρόνου ταύτης τῆς βασιλίδος καὶ ἐνδόξου πόλεως. Τοῦτο δὲ τὸ θεῖον ἡμῶν θέσπισμα δύναμιν ἐπέχειν θείας διατάξεως οὐδενὶ ἀμφίβολον καθέστηκεν. Καὶ ταῦτα μὲν ὧδε προῆλθε.

Ζήνων δὲ παροτρύνουσαν ὥς φασι θεασάμενος τὴν Niceph. xvi 8 Malal. 380 Joh. Nikiu c. 88, p. 479 Theod. Lect. i 35, 36 Theophan. 124 — 5ἁγίαν καὶ πολύαθλον πρωτομάρτυρα Θέκλαν καὶ τὴν τῆς βασιλείας ἀποκατάστασιν ὑπισχνουμένην, ἐπὶ τὸ Βυζάντιον στρατεύει δώροις τοὺς πολιορκοῦντας ὑπελθών, καὶ δεύτερον ἔτος τῆς ἀρχῆς κρατήσαντα τὸν Βασιλίσκον ἐξωθεῖται, ἁγίοις τε προσπελάσαντα σηκοῖς τοῖς ἐχθροῖς ἐκδίδωσιν. Οὗτος ὁ Ζήνων μέγιστον τέμενος ἐξοχῇ τε καὶ κάλλει προὖχον ἀνατέθεικε τῇ πρωτομάρτυρι Θέκλῃ ἀνὰ τὴν Σελευκέων τὴν πρὸς τῇ Ἰσαύρων χώρᾳ κειμένην, πλείστοις καὶ βασιλικοῖς ἀναθήμασι διακοσμήσας,τοῖς καὶ μέχρις ἡμῶν σωζομένοις. Πέμπεται μὲν οὖν ἀνὰ τὴν Καππαδοκῶν τεθνηξόμενος χώραν ὁ Βασιλίσκος: ἐν Κουκουσῷ δὲ τῷ σταθμῷ ἅμα γυναικὶ καὶ τέκνοις Zacharias v 5 ἀποσφάττεται. Καὶ νόμον ὁ Ζήνων τίθησιν ἀναιροῦντα τὰ ἐπὶ τοῖς ἐγκυκλίοις συντεθειμένα Βασιλίσκῳ τῷτυράννῳ: καὶ Πέτρος μὲν ὁ ἐπίκλην Κναφεὺς τῆς Ἀντιοχέων ἐκκλησίας ἀπελαύνεται, Παῦλος δὲ τῆς Ἐφεσίων.

Οἱ δὲ τῆς Ἀσίας ἐπίσκοποι τὸν Ἀκάκιον ἡμερούμενοι Niceph. xvi 9 Zacharias v 5 παρῃτοῦντο καὶ συγγνώμην ᾔτουν, βιβλία μετανοίας διαπεμπόμενοι δἰ ὧν ἔφασκον πρὸς ἀνάγκης τοῖς ἐγκυκλίοις,οὐ μὴν ἑκουσίως ὑποσημήνασθαι, καὶ διωμνύοντο ἦ μὴν οὕτως ἔχειν καὶ μὴ ἑτέρως, ἦ κατὰ τὴν ἐν Καλχηδόνι σύνοδον πεπιστευκέναι τε καὶ πιστεύειν. Ἡ δὲ τῶν γραμμάτων δύναμίς ἐστιν ἐν τούτοις: Ἐπιστολὴ ἤτοι δέησις ἀποσταλεῖσα Ἀκακίῳ ἐπισκόπῳΚωνσταντινουπόλεως παρὰ τῶν τῆς Ἀσίας ἐπισκόπων. Ἀκακίῳ τῷ ἁγιωτάτῳ καὶ ὁσιωτάτῳ πατριάρχῃ τῆς κατὰ τὴν βασιλεύουσαν Κωνσταντινούπολιν νέαν Ῥώμην ἁγιωτάτης ἐκκλησίας. Καὶ μεθ̓ ἕτερα: Ἔφθασεν ἐφ̓ἡμᾶς πρεπόντως ποιῶν ὁ καὶ τὸν ὑμέτερον ἀναπληρώσων τόπον. Καὶ μετ̓ ὀλίγα: Διὰ τῶνδε τῶν λιβέλλων γνωρίζομεν ὑπογεγραφηκέναι οὐ κατὰ πρόθεσιν ἀλλ̓ ἐξ ἀνάγκης, γράμμασιν καὶ ῥήμασιν ἀλλ̓ οὐ καρδίᾳ συνθέμενοι τούτοις. Ταῖς γὰρ ὑμῶν εὐπροσδέκτοις πρεσβείαις,σὺν ἐπινεύσει τοῦ κρείττονος, ὡς παρειλήφαμεν παρὰ τῶν τῆς οἰκουμένης φωστήρων τριακοσίων δέκα ὀκτὼ καὶ τῶν ἑκατὸν πεντήκοντα ἁγίων πατέρων, πιστεύομεν, πρὸς τούτοις δὲ καὶ τοῖς ἐν Καλχηδόνι εὐσεβῶς καὶ ὀρθῶς τυπωθεῖσι παρὰ τῶν καὶ ἐν αὐτῇ συναχθέντων θείων πατέρων. Εἴτε οὖν Ζαχαρίας ὁ ῥήτωρ ἐσυκοφάντησεν τούτους, εἴτε αὐτοὶ διεψεύσαντο φήσαντες ὡς οὐκ ἐβούλοντο ὑπογράψαι, λέγειν οὐκ ἔχω.

Μετὰ γοῦν Πέτρον Στέφανος τὸν Ἀντιοχείας Niceph. xvi 10 Malal. 381 Joh. Nikiu c. 88, p. 480 Theophan. 128 Conc. vii 1176 — 7 θρόνον παραλαμβάνει: ὃν παῖδες Ἀντιοχέων καλάμοις διεχειρίσαντο ἴσα δόρασιν ὀξυνθεῖσιν, ὡς Ἰωάννῃ τῷ ῥήτορι γέγραπται. Μετὰ Στέφανον δὲ Καλανδίων τοὺς τῆς αὐτῆς καθέδρας οἴακας ἐπιτρέπεται: ὃς τοὺς προσιόντας παρεσκεύαζε τὸν Τιμόθεον ἀναθεματίζειν σὺν καὶ τοῖς ἐγκυκλίοις Βασιλίσκου.

Ὁ δέ γε Ζήνων ἐβουλήθη μὲν τὸν Τιμόθεον Niceph. xvi 11 Joh. Nikiu c. 88,p. 482ἀπελάσαι τῆς Ἀλεξανδρέων: πρός τινων δὲ μαθὼν ἤδη πρεσβύτην εἶναι καὶ ὅσον οὔπω τὸ πάντων ὑπελθεῖν καταγώγιον, τὸ βούλευμα διεκώλυσε. Καὶ δὴ μετ̓ οὐ πολὺ τὸ κοινὸν ἀπέτισεν χρέος: καὶ Πέτρον αὐθεντίᾳ Liberat. xvi προχειρίζονται σφῶν οἱ τῆς Ἀλεξανδρέων ἐπίσκοπον, τὸν ἐπίκλην Μογγόν. Ὅπερ εἰς Ζήνωνα διαβὰν ἐξετάραξε: Zacharias v 5 καὶ τῷ μὲν ὁ Ζήνων θανάτου ζημίαν προσετίμησε, Τιμόθεον δὲ τὸν μετὰ Προτέριον ἀνακαλεῖται ἐν τῷ Κανόβῳ Theophan. 121 διά τινα στάσιν τοῦ δήμου διάγοντα: καὶ ὁ μὲν Τιμόθεος τοῖς τοῦ βασιλέως κελεύσμασι τὸν οἰκεῖον κατειλήφει θρόνον.

Ἐκ βουλῆς δὲ ἐνίων Ἰωάννης πρεσβύτερος οἰκονομεῖν Niceph. xvi 11 Zacharias v 6 Theophan. 128 Cramer. An. Par. ii 105 τεταγμένος τὸν σεβάσμιον νεὼν τοῦ ἁγίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου τὴν βασιλέως καταλαμβάνει, πρεσβεύσων ἵνα εἰ συμβῇ τὸν ἐπίσκοπον ἐξ ἀνθρώπων ἀπελθεῖν, ἐξὸν ᾖ τοῖς τὴν Ἀλεξάνδρου οἰκοῦσι προβάλλεσθαι Zacharias v 7 πρόεδρον ὃν ἂν ἐθέλοιεν. Ὃς ἑαυτῷ μνώμενος τὴν ἐπισκοπήν, ὡς Ζαχαρίας φησίν, ἐφωράθη ὑπὸ τοῦ βασιλέως: καὶ ὅρκους ὑποσχὼν μή ποτε τὸν τῆς Ἀλεξανδρέων ἐπιζητήσειν θρόνον, ἀνὰ τὴν οἰκείαν ἐπαναζεῦξαι. Καὶ θεσπίζει γε βασιλεὺς μετὰ τελευτὴν Τιμοθέου ἐκεῖνονἐπίσκοπον γενέσθαι ὃν ἂν ὁ κλῆρος καὶ τὸ κοινὸν ψηφίσοιντο. Οὐκ ἐς μακρὰν δὲ τελευτήσαντος τοῦ Τιμοθέου, ὁ Ἰωάννης χρήματα δούς, ὡς τῷ αὐτῷ Ζαχαρίᾳ γέγραπται, καὶ ἐς τὰ ὀμωσμένα τῷ βασιλεῖ ἀλογήσας εἰς ἐπίσκοπον τῆς Ἀλεξανδρέων προβάλλεται. Ἅπερ ὁ Theod. Lect. ii 45 Theophan. 130 Joh. Nikiu c. 88, p. 483 Conc. vii 1177 βασιλεὺς γνοὺς ἐκεῖνον μὲν ἀπελαθῆναι κελεύει. Ὑποθήκῃ 11 δέ τινων προσφώνησιν πρὸς τοὺς Ἀλεξανδρέας γράφει, ἥνπερ Ἑνωτικὸν κέκληκε, θεσπίσας ἀποδοθῆναι Πέτρῳ τὸν θρόνον τῆς Ἀλεξάνδρου, εἴπερ ἐν τούτῳ καθυποσημαίνοιτο, καὶ τοὺς τῆς μοιρας Προτερίου εἰσκοινωνίαν δέξοιτο.

Ταύτην τὴν οἰκονομίαν γνώμῃ συντεθειμένην Niceph. xvi 11 Zacharias v 7 Liberat. xviii Ἀκακίου τοῦ τῆς βασιλευούσης ἐπισκόπου Περγάμιος ἀποκομίζει, ὕπαρχος τῆς Αἰγύπτου χειροτονηθείς: ὅστις προσσχὼν τῇ Ἀλεξάνδρου πεφευγότα τὸν Ἰωάννην εὑρηκὼσἐντυγχάνει τῷ Πέτρῳ, καὶ πείθει δέξασθαι τὴν προσφώνησιν Ζήνωνος, προσέτι δὲ καὶ τοὺς διεστῶτας. Δέχεται τοίνυν τὴν εἰρημένην προσφώνησιν ὑπογράφει τε ταύτῃ, ὑπισχνεῖται δὲ καὶ τοὺς ἀπ̓ ἐναντίας δέχεσθαι. Μετὰ δ̓ οὖν πανηγύρεως δημοτελοῦς ἀνὰ τὴν Ἀλεξανδρέωνοὔσης πάντων τε τὸ καλούμενον Ἑνωτικὸν Ζήνωνος προσιεμένων, δέχεται Πέτρος καὶ τοὺς ἐκ τῆς Προτερίου μοίρας: καί τινα προσφώνησιν πρὸς τὸν λεὼν συντάξας ἐπὶ τῆς ἐκκλησίας ἀναγινώσκει τὴν Ζήνωνος προσφώνησιν ἔχουσαν ὧδε: Τὸ ἙΝωτικὸΝ τοΥ ΖΗΝωΝος.

Αὐτοκράτωρ Καῖσαρ Ζήνων, εὐσεβής, νικητής, Niceph. xvi 12 Zacharias v 8 Liberat. xvii Facundus xii 4 τροπαιοῦχος, μέγιστος, ἀεισέβαστος, Αὔγουστος, τοῖς κατὰ Ἀλεξάνδρειαν καὶ Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν εὐλαβεστάτοις ἐπισκόποις καὶ κληρικοῖς καὶ μοναχοῖς καὶ λαοῖς. Ἀρχὴν καὶ σύστασιν δύναμίν τε καὶ ὅπλον ἀκαταμάχητον τῆς ἡμετέρας εἰδότες βασιλείας τὴν μόνην ὀρθὴν καὶ ἀληθινὴν πίστιν, ἥντινα διὰ τῆς θείας ἐπιφοιτήσεως ἐξέθεντο μὲν οἱ ἐν Νικαίᾳ συναθροισθέντες τριακόσιοι δέκα ὀκτὼ ἅγιοι πατέρες, ἐβεβαίωσαν δὲ καὶ οἱ ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ὁμοίως ἅγιοι πατέρες συνελθόντες, νύκτωρ τε καὶ μεθ̓ ἡμέραν πάσῃ προσευχῇ καὶ σπουδῇ καὶ νόμοις κεχρήμεθα πληθύνεσθαι δἰ αὐτῆς τὴν ἁπανταχόσε ἁγίαν τοῦ θεοῦ καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, τὴν ἄφθαρτον καὶ ἀτελεύτητον μητέρα τῶν ἡμετέρων σκήπτρων, εἰρήνῃ δὲ καὶ τῇ περὶ θεὸν ὁμονοίᾳ τοὺς εὐσεβεῖς λαοὺς διαμένοντας εὐπροσδέκτους τὰς ὑπὲρ τῆς ἡμετέρας βασιλείας ἱκετείας προσφέρειν σὺν τοῖς θεοφιλεστάτοις ἐπισκόποις καὶ θεοσεβεστάτοις κληρικοῖς καὶ ἀρχιμανδρίταις καὶ μονάζουσι. Τοῦ γὰρ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας σαρκωθέντος καὶ τεχθέντος, τὴν ἐκ συμφωνίας δοξολογίαν τε καὶ λατρείαν ἡμῶν ἐπαινοῦντος καὶ ἑτοίμως δεχομένου, τὰ μὲν τῶν πολεμίων ἐκτριβήσεται καὶ ἐξαλειφθήσεται γένη, πάντες δὲ τὸν οἰκεῖον ὑποκλινοῦσιν αὐχένα τῷ ἡμετέρῳ μετὰ θεὸν κράτει, εἰρήνη δὲ καὶ τὰ ἐκ ταύτης ἀγαθὰ ἀέρων τε εὐκρασία καὶ καρπῶν εὐφορία καὶ τὰ ἄλλα δὲ τὰ λυσιτελοῦντα τοῖς ἀνθρώποις φιλοτιμηθήσεται. Οὕτως οὖν τῆς ἀμωμήτου πίστεως ἡμᾶς τε καὶ τὰ Ῥωμαϊκὰ περισωζούσης πράγματα, δεήσεις ἡμῖν προσεκομίσθησαν παρὰ θεοσεβῶν ἀρχιμανδριτῶν καὶ ἐρημιτῶν καὶ ἑτέρων αἰδεσίμων ἀνδρῶν, μετὰ δακρύων ἱκετευόντων ἕνωσιν γενέσθαι ταῖς ἁγιωτάταις ἐκκλησίαις συναφθῆναί τε τὰ μέλη τοῖς μέλεσιν, ἅπερ ὁ μισόκαλοσἀπὸ πλείστων χρόνων χωρίσαι κατηπείχθη γινώσκων ὡς ὁλοκλήρῳ τῷ τῆς ἐκκλησίας σώματι πολεμῶν, ἡττηθήσεται. Συμβαίνει γὰρ ἐκ τούτου καὶ γενεὰς ἀναριθμήτους εἶναι ὅσας ὁ χρόνος ἐν τοσούτοις ἔτεσι τῆς ζωῆς ὑπεξήγαγε, καὶ τὰς μὲν τοῦ λουτροῦ τῆς παλιγγενεσίασἐστερημένας ἀπελθεῖν, τὰς δὲ τῆς θείας κοινωνίας μὴ μετασχούσας πρὸς τὴν τῶν ἀνθρώπων ἀπαραίτητον ἐκδημίαν ἀπαχθῆναι, φόνους τε τολμηθῆναι μυρίους καὶ αἱμάτων πλήθει μολυνθῆναι μὴ μόνον τὴν γῆν ἀλλ̓ ἤδη καὶ αὐτὸν τὸν ἀέρα. Ταῦτα τίς οὐκ ἂν εἰς τὸ ἀγαθὸνμετασκευασθῆναι προσεύξοιτο; Διά τοι τοῦτο γινώσκειν ὑμᾶς ἐσπουδάσαμεν ὅτι καὶ ἡμεῖς καὶ αἱ πανταχοῦ ἐκκλησίαι ἕτερον σύμβολον ἢ μάθημα ἢ ὅρον πίστεως ἢ πίστιν πλὴν τοῦ εἰρημένου ἁγίου συμβόλου τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίωνπατέρων, ὅπερ ἐβεβαίωσαν οἱ μνημονευθέντες ἑκατὸν πεντήκοντα ἅγιοι πατέρες, οὔτε ἐσχήκαμεν, οὔτε ἔχομεν, οὔτε ἕξομεν, οὔτε ἔχοντας ἐπιστάμεθα: εἰ δὲ καὶ ἔχοι τις, ἀλλότριον αὐτὸν ἡγούμεθα. Τοῦτο γὰρ καὶ μόνον, ὡς ἔφαμεν, τὴν ἡμετέραν περισώζειν τεθαρρήκαμεν βασιλείαν,καὶ πάντες δὲ οἱ λαοὶ τοῦ σωτηριώδους ἀξιούμενοι φωτίσματος αὐτὸ καὶ μόνον παραλαμβάνοντες βαπτίζονται: ᾧ καὶ ἐξηκολούθησαν καὶ πάντες οἱ ἅγιοι πατέρες οἱ ἐν τῇ Ἐφεσίων συνελθόντες, οἱ καὶ καθελόντες τὸν ἀσεβῆ Νεστόριον καὶ τοὺς τὰ ἐκείνου μετὰ ταῦταφρονοῦντας. Ὅντινα καὶ ἡμεῖς Νεστόριον ἅμα Εὐτυχεῖ τἀναντία τοῖς εἰρημένοις φρονοῦντας ἀναθεματίζομεν, δεχόμενοι καὶ τὰ δώδεκα κεφάλαια τὰ εἰρημένα παρὰ τοῦ τῆς ὁσίας μνήμης γενομένου Κυρίλλου ἀρχιεπισκόπου τῆς Ἀλεξανδρέων ἁγίας καθολικῆς ἐκκλησίας. Ὁμολογοῦμεν δὲ τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν καὶ θεόν, τὸν κατὰ ἀλήθειαν ἐνανθρωπήσαντα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατελθόντα καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ θεοτόκου, ἕνα τυγχάνειν καὶ οὐ δύο. Ἑνὸς γὰρ εἶναί φαμεν τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινε σαρκί. Τοὺς γὰρ διαιροῦντας ἢ συγχέοντας ἢ φαντασίαν εἰσάγοντας οὐδὲ ὅλως δεχόμεθα, ἐπείπερ ἡ ἀναμάρτητος ἐκ τῆς θεοτόκου κατὰ ἀλήθειαν σάρκωσις προσθήκην υἱοῦ οὐ πεποίηκε. Μεμένηκε γὰρ τριὰς ἡ τριὰς καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς τριάδος θεοῦ Λόγου. Εἰδότες οὖν ὡς οὔτε αἱ ἅγιαι τοῦ θεοῦ πανταχοῦ ὀρθόδοξοι ἐκκλησίαι, οὔτε οἱ τούτων προϊστάμενοι θεοφιλέστατοι ἱερεῖς, οὔτε ἡ ἡμετέρα βασιλεία ἑτέρου συμβόλου ἢ ὅρου πίστεως παρὰ τὸ εἰρημένον ἅγιον μάθημα ἠνέσχοντο ἢ ἀνέχονται, ἑνώσωμεν ἑαυτοὺς μηδὲν ἐνδοιάζοντες. Ταῦτα δὲ γεγράφαμεν οὐ καινίζοντες πίστιν, ἀλλ̓ ὑμᾶς πληροφοροῦντες. Πάντα δὲ τὸν ἕτερόν τι φρονήσαντα ἢ φρονοῦντα, ἢ νῦν ἢ πώποτε, ἢ ἐν Καλχηδόνι ἢ οἵᾳ δή ποτε συνόδῳ, ἀναθεματίζομεν, ἐξαιρέτως δὲ τοὺς εἰρημένους Νεστόριον καὶ Εὐτυχέα καὶ τοὺς τὰ αὐτῶν φρονοῦντας. Συνάφθητε τοίνυν τῇ πνευματικῇ μητέρι τῇ ἐκκλησίᾳ, τῆς αὐτῆς ἡμῖν ἐν αὐτῇ θείας ἀπολαύοντες κοινωνίας κατὰ τὸν εἰρημένον ἕνα καὶ μόνον ὅρον τῆς πίστεως τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων. Ἡ γὰρ παναγία μήτηρ ἡμῶν ἡ ἐκκλησία ὡς γνησίους ὑμᾶς υἱοὺς ἀπεκδέχεται περιπτύξασθαι, καὶ τῆς χρονίας καὶ γλυκείας ὑμῶν ἐπιθυμεῖ φωνῆς ἀκροάσασθαι. Ἐπείξατε οὖν ἑαυτούς: ταῦτα γὰρ ποιοῦντες καὶ τὴν τοῦ δεσπότου καὶ σωτῆρος καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ εὐμένειαν πρὸς ἑαυτοὺς ἐφελκύσεσθε καὶ παρὰ τῆς ἡμετέρας βασιλείας ἐπαινεθήσεσθε.Τούτων ἀνεγνωσμένων, ἡνοῦντο μὲν πάντες οἱ τῆς Ἀλεξάνδρου τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ.

Ὁ δέ γε Ἰωάννης οὖ πρότερον ἐμνήσθημεν, τὴν Niceph. xvi 15 Zacharias v 9 Ἀλεξάνδρου πεφευγὼς τὴν ἀρχαιοτέραν καταλαμβάνει Ῥώμην, καὶ διετάραττε φάσκων ὑπὲρ τῶν Λέοντος δογμάτωνκαὶ τῆς ἐν Καλχηδόνι συνόδου τοῦ οἰκείου ἐκπεπτωκέναι θρόνου, ἕτερον δὲ ἀντεισελθεῖν ἀντίπαλον τούτοις καθεστῶτα. Πρὸς τοῦτο ταραχθέντος Σιμπλικίου τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου καὶ πρὸς βασιλέα Ζήνωνα γράψαντος, ἀντιγράφει ὁ Ζήνων ἐπιορκίαν τῷἸωάννῃ ἐγκαλῶν, καὶ ὡς τούτου χάριν τῆς ἐπισκοπῆς οὐ δἰ ἕτερον ἀπηλάθη.

Καλανδίων δὲ ὁ Ἀντιοχείας πρόεδρος γράφων Niceph. xvi 13 Zacharias v 9-12 Cramer. An. Par. ii 105 Theophan. 131 Liberat. xviii Conc. vii 1177 τῷ βασιλεῖ Ζήνωνι Ἀκακίῳ τε τῷ Κωνσταντινουπόλεως προέδρῳ, μοιχὸν τὸν Πέτρον ἀπεκάλει, λέγων ὡς τὴν ἐνΚαλχηδόνι σύνοδον ἀνατεθεμάτικεν ἐπὶ τῆς Ἀλεξανδρέων γενόμενος. Ὃς ὕστερον τὴν ἐς Ὄασιν οἴκησιν κατακρίνεται, ἀμῦναι νομισθεὶς Ἰλλοῦ καὶ Λεοντίῳ καὶ Παμπρεπίῳ περὶ τὴν Ζήνωνος τυραννίδα. Πέτρος δὲ ὁ Κναφεύς, ὁ πρὸ Καλανδίωνος καὶ Στεφάνουὥς μοι λέλεκται, τὸν ἴδιον ἀπειλήφει θρόνον: ὃς καὶ τῷ Ἑνωτικῷ Ζήνωνος καθυπεσημήνατο, καὶ συνοδικοῖς δὲ πρὸς Πέτρον τὸν τῆς Ἀλεξανδρέων ἐχρήσατο: ἡνώθη δὲ τούτῳ καὶ ὁ τῆς Κωνσταντινουπόλεως πρόεδρος Ἀκάκιος. Καὶ Μαρτύριος δὲ ὁ Ἱεροσολύμων ἐπίσκοπος συνοδικαῖσπρὸς τὸν Πέτρον ἐχρήσατο συλλαβαῖς. Μετὰ ταῦτά Zacharias vi 1 τινες τῆς Πέτρου κοινωνίας ἑαυτοὺς ἀπέκριναν, ὡς ἐντεῦθεν τὸν Πέτρον τὴν ἐν Καλχηδόνι σύνοδον ἀναφανδὸν ἀναθεματίσαι. Ὅπερ εἰς Ἀκάκιον ἐλθὸν τὸν Κωνσταντινουπόλεως συνετάραξε, πέμψαι τε πεποίηκέ τινας τὰ περὶ τούτων εἰσομένους: οὓς δὴ Πέτρος πληροφορεῖν βουλόμενος ὡς οὐδὲν τοιοῦτο πεπραχὼς εἴη, ὑπομνήματα γέγραφεν, ἐν οἷς τινες εἰρήκασι μηδὲν τοιοῦτο συνειδέναι πεπραχότι τῷ Πέτρῳ.

Οὗτος ὁ Πέτρος, ὡς κόθορνος καὶ παλίμβολος Niceph. xvi 13 καὶ τοῖς καιροῖς συνδιατιθέμενος, ἥκιστα πρὸς μίαν ἔστη γνώμην, νῦν μὲν ἀναθεματίζων τὴν ἐν Καλχηδόνι σύνοδον, νῦν δὲ παλινῳδίαν λέγων καὶ ταύτην ψήφοις ἁπάσαις δεχόμενος. Γέγραφε τοίνυν ἐπιστολὴν ὁ αὐτὸς Πέτρος πρὸς Ἀκάκιον τὸν Κωνσταντινουπόλεως πρόεδρον, ἐπὶ λέξεως ἔχουσαν οὕτως: Ὁ θεὸς ὁ ὕψιστος τὴν σὴν ἁγιωσύνην ἀμείψεται Ibid. 14 ὑπέρ τε πόνων καὶ καμάτων τοσούτων ὧν περιόδοις χρόνων ἐφύλαξας τὴν τῶν ἁγίων πατέρων πίστιν, ἣν ἀκαταπαύστως κηρύττων ἐβεβαίωσας. Ἐν ᾗ καὶ τὸ σύμβολον κείμενον τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρων εὑρόντες ἀκολούθως ἐν ᾧ βαπτισθέντες ἐπιστεύσαμεν καὶ πιστεύομεν: ὅπερ καὶ ἐβεβαίωσαν οἱ συνελθόντες ἐν Κωνσταντινουπόλει ἅγιοι πατέρες ἑκατὸν πεντήκοντα. Ἀκαταπαύστως τοίνυν πάντας ὁδηγῶν ἥνωσας τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, πείσας ἡμᾶς διὰ μεγίστων ὑποδειγμάτων ὡς οὐδέν ἐστι παρὰ ταῦτα πεπραγμένον ἐν τῇ ἁγιωτάτῃ καὶ οἰκουμενικῇ συνόδῳ τῇ ἐν Καλχηδόνι γενομένῃ, συμφωνούσῃ καὶ βεβαιούσῃ τὰ τοῖς ἐν Νικαίᾳ ἁγίοις πατράσιν. Οὐδὲν γὰρ εὑρόντες καινὸν αὐτοτελῶς συνῃνέσαμεν καὶ πεπιστεύκαμεν. Μεμαθήκαμεν δὲ ὥς τινες μονάζοντες φθονοῦντες τῇ ἡμῶν ἀδελφότητι εἰς τὰς ὑμῶν ὁσίας ἀκοὰς εἰσήνεγκαν λοιδορίας τινὰς οὐκ εὐχερῶς μεταγούσας εἰς λύπην τὴν ὑμῶν ὁσιότητα: καὶ πρῶτον μὲν ὡς τὰ λείψανα τοῦ ἐν ἁγίοις ἡμῶν πατρὸς τοῦ μακαρίου ἀρχιεπισκόπου Τιμοθέου μετηνέγκαμεν εἰς ἕτερον τόπον: ὅπερ πρᾶγμα οὔτε θεῷ οὔτε νόμοις πρέπον ἐστί. Καὶ ἐπὶ τούτοις εἰς ἕτερον μετεπήδησαν ἀσύστατον καὶ τοῦ προτέρου χεῖρον.Πῶς γὰρ ἀναθεματίζειν εἴχομεν τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον, ᾗ πιστεύσαντες ἐβεβαιώσαμεν; Οὐκ ἀγνοεῖται δὲ, οὐδὲ λέληθε τὴν ὑμῶν θεοφίλειαν τῶν παῤ ἡμῖν λαῶν ὁ ζῆλος καὶ ἡ ἐλαφρία καὶ τῶν νεωτερίζειν ἐθελόντων μοναζόντων, οἵτινες μελετήσαντες ἅμα τισὶν ἐθελοκάκοιστῆς ἐκκλησίας ἀποσκιρτήσασι τοὺς λαοὺς ἀποσπᾶν ἐπιχειροῦσι. Καὶ διὰ τῶν ὑμετέρων εὐχῶν, ἐσκεψάμεθα λόγον θεραπείας ἐχόμενον μηδὲν βλάπτοντα τὴν ἁγίαν σύνοδον τὴν ἐν Καλχηδόνι, εἰδότες οὐδὲν καινὸν ἔχειν αὐτὴν πεπραγμένον: καὶ πρὸς πεισμοσύνην τῶν ἀκεραίωνκαὶ ἀπολογίαν τοὺς ἐπισυνελθόντας ἡμῖν τοῦτο λέγειν πεποιήκαμεν. Καὶ τοῦτο μὲν πολὺς γενόμενος ταχέως ἐκώλυσα. Γνωρίζω δὲ τὴν ὑμῶν ἁγιωσύνην ὡς μέχρι καὶ νῦν οὐ παύονται οἱ τὰ ζιζάνια σπείροντες ἀεὶ μονάζοντεσὄργανα ἑαυτοῖς ἐγκαταμίξαντές τινων μοναστήριά ποτε μὴ οἰκησάντων, καὶ περιέρχονται φήμας θρυλλοῦντες διαφόρους καθ̓ ἡμῶν καὶ κατὰ τῆς ἐκκλησιαστικῆς τοῦ Χριστοῦ εἰρήνης, καὶ μηδὲν ἡμᾶς συγχωροῦντες κανονικῶς καὶ πρεπόντως τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳπράττειν, παρασκευάζοντες τοὺς παῤ ἡμῖν λαοὺς μᾶλλον ἄρχειν ἡμῶν ἤπερ πείθεσθαι ἡμῖν, καὶ θέλουσι ποιεῖν ὅσα μὴ πρέπει θεῷ. Πιστεύομεν δὲ ὡς ἡ ὑμῶν ἁγιωσύνη διδάξει πάντα τὸν θειότατον δεσπότην τῆς οἰκουμένης, καὶ παρασκευάσει ὥστε τύπον αὐτοῖς παρασχεθῆναιπαρὰ τῆς αὐτοῦ γαληνότητος, τὸν δέοντα περὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης πρεπούσης θεῷ τε καὶ βασιλεῖ, ὥστε πάντας ἐν τούτοις κατευνάζειν.

Ὁ δὲ Ἰωάννης ὁ ἐν Ῥώμῃ πεφευγὼς Φίληκα Niceph. xvi 15 Conc. vii 1053 Theophan. 131 Liberat. xviii τὸν μετὰ Σιμπλίκιον τῆς Ῥώμης ἐπίσκοπον παρηνώχλει περὶ τῶν παρὰ Πέτρου γενομένων, καὶ πείθει, ὡς Ζαχαρίας λέγει, καθαιρετικὸν Ἀκακίῳ διαπεμφθῆναι παρὰ τοῦ αὐτοῦ Φίληκος τῆς πρὸς Πέτρον ἕνεκα κοινωνίας. Ὅπερ ὡς ἀκανονίστως γενόμενον, καθὼς ἱστόρηται τῷ αὐτῷ Ζαχαρίᾳ — ἐπιδεδώκασι γὰρ ἔνιοι τῶν ἐν τῇ μονῇ τῶν Ἀκοιμήτων καλουμένων τὸν μοναδικὸν μετιόντες βίον — , ὁ Ἀκάκιος οὐ προσήκατο. Καὶ ταῦτα μὲν Ζαχαρίᾳ γέγραπται. Δοκεῖ δέ μοι μηδὲν τῶν ἐπὶ τούτῳ πραχθέντων εἰδέναι, μόνην δὲ ἀκοὴν ἠκρωτηριασμένην ἀφηγήσασθαι. Ἐγὼ δὲ τῶν γεγενημένων τὴν ἀκρίβειαν ἔρχομαι λέξων. Λιβέλλων ἐπιδεδομένων πρὸς Ἰωάννου Niceph. xvi 16 Conc. vii 1108 Liberat. xviii τῷ Φίληκι κατὰ Ἀκακίου ὡς ἀθέσμως Πέτρῳ κοινωνοῦντος, καὶ περὶ ἑτέρων ἀκανονίστως παῤ αὐτοῦ γιγνομένων, στέλλονται πρὸς τοῦ Φίληκος παρὰ τὸν Ζήνωνα Βιτάλιος καὶ Μισῖνος ἐπίσκοποι, ἐφ̓ ᾧ τὴν ἐν Καλχηδόνι σύνοδον κρατεῖν ἀπελαθῆναί τε τὸν Πέτρον ὡς αἱρετικὸν καὶ Ἀκάκιον πεμφθῆναι πρὸς τὸν Φίληκα, περὶ ὧν Ἰωάννης, οὗ πολλάκις ἐμνήσθημεν, ἐναγάγοι τὰς εὐθύνας παρέξοντα.

Πρὶν ἢ δὲ τούτους φθῆναι τὴν βασιλέως, Κύριλλος Niceph. xvi 16 ὁ τῶν Ἀκοιμήτων καλουμένων ἡγούμενος στέλλει πρὸς Φίληκα καταμεμφόμενος τὴν βραδυτῆτα, τηλικούτων κατὰ τῆς ὀρθῆς πίστεως ἁμαρτανομένων: καὶ γράφει Φίληξ τοῖς περὶ Μισῖνον μηδὲν πρᾶξαι πρὶν τῷ Κυρίλλῳ συντύχοιεν καὶ παῤ αὐτοῦ τὸ πρακτέον μάθοιεν.

Γεγόνασι πρὸς αὐτοὺς καὶ ἕτερα πρὸς τοῦ Niceph. ibid. Conc. vii 1028 s#3. Φίληκος ὑπομνηστικά, καὶ πρὸς τὸν Ζήνωνα γράμματα περί τε τῆς ἐν Καλχηδόνι συνόδου καὶ τοῦ ἐν Ἀφρικῇ διωγμοῦ τοῦ κατὰ Ὀνώριχον. Ἐπέστειλε δὲ καὶ πρὸς Ἀκάκιον. Πρὸς ὃν ὁ Ζήνων ἀντέγραφε μάτην τὸν Ἰωάννην αὐτὸν διαταράξαι, διομοσάμενον μὲν μηδαμῆ Ibid. 992 μηδαμῶς παριέναι διὰ τοῦ θρόνου τῆς Ἀλεξανδρέων, παραβάντα δὲ καὶ τὰ ὠμοσμένα ἀλογήσαντα πᾶσαν ἱεροσυλίαν ἐργάσασθαι: καὶ Πέτρον δὲ μὴ ἀβασανίστως προχειρισθῆναι, ἀλλ̓ αὐτοχειρίᾳ ὑπογράψαντα δέχεσθαι τὴν πίστιν τῶν τριακοσίων δέκα ὀκτὼ ἁγίων πατέρωντῶν ἐν Νικαίᾳ συνεληλυθότων, ᾗτινι καὶ ἡ ἐν Καλχηδόνι ἁγία σύνοδος ἠκολούθησε. Καὶ ταῦτα γέγραπται ἐπὶ ῥήματος: Ὀφείλειν ἀσφαλῶς ἔχειν καὶ τὴν ἡμετέραν εὐσέβειαν καὶ τὸν προλεχθέντα ἁγιώτατον Πέτρον καὶ πάσας τὰσἁγιωτάτας ἐκκλησίας τὴν Καλχηδοναίων ἁγιωτάτην σύνοδον δέχεσθαι καὶ σέβειν, ἥτις συνέστη τῇ πίστει τῇ ἐν τῇ Νικαέων συνόδῳ. Καὶ ἐμφέρονται τοῖς [τε] πεπραγμένοις ἐπιστολαὶ παρά τε Κυρίλλου τοῦ λεχθέντος καὶ ἑτέρων ἀρχιμανδριτῶντῆς βασιλίδος καὶ παρὰ ἐπισκόπων καὶ κληρικῶν τοῦ Αἰγυπτιακοῦ κλίματος πρὸς Φίληκα κατὰ Πέτρου ὡς αἱρετικοῦ καὶ τῶν κοινωνούντων αὐτῷ. Οἳ καὶ διήλεγξαν — οἱ ἐκ τῆς μονῆς τῶν Ἀκοιμήτων ἀφιγμένοι πρὸς Φίληκα — τοὺς περὶ Μισῖνον, ὡς μέχρι τῆς αὐτῶν παρουσίας τῆσἀνὰ τὸ Βυζάντιον ἐν παραβύστῳ Πέτρος ἐν ταῖς ἱεραῖς δέλτοις ἀνεγινώσκετο, καὶ ἐξ ἐκείνου ἕως νῦν ἀναφανδόν: καὶ οὕτως τοὺς περὶ Μισῖνον κοινωνῆσαι. Καὶ ἡ ἐπιστολὴ δὲ τῶν Αἰγυπτίων τὰ αὐτὰ περὶ Πέτρου ἔλεγεν, καὶ ὡς Ἰωάννης μὲν ὀρθόδοξος ὢν ἐνθέσμως κεχειροτόνητο,Πέτρος δὲ ὑπὸ δύο καὶ μόνων ἐπισκόπων παραπλησίων αὐτῷ τὴν κακοδοξίαν ἐχειροτονήθη: καὶ ὡς ἄρτι μετὰ τὴν φυγὴν Ἰωάννου πάσης αἰκίας ἰδέα κατὰ τῶν ὀρθοδόξων ἐπηνέχθη: ταῦτά τε πάντα γνῶναι τὸν Ἀκάκιον δἰ ἐνίων αὐτῷ κατὰ τὴν βασιλέως ἀφιγμένων: καὶ συνεργὸν ἐνπᾶσιν εὑρεῖν Πέτρῳ τὸν Ἀκάκιον.