GetPassage urn:cts:greekLit:tlg2586.tlg002.1st1K-grc1:4.4-5.2 urn:cts:greekLit:tlg2586.tlg002.1st1K-grc1:4.4-5.2

Ἀπλῶς δὲ χρὴ γινώσκειν, ὅτι λαλιὰ τάξιν μὲν οὐδεμίαν θέλει σώζειν καθάπερ οἱ λοιποὶ τῶν λόγων, ἀλλὰ ἄτακτον ἐπιδέχεται τὴν ἐργασίαν τῶν λεγομένων· ἃ γὰρ βούλει, τάξεις πρῶτα καὶ δεύτερα, καὶ ἔστιν 252 ἀρίστη τάξις τῆς λαλιᾶς τὸ μὴ κατὰ τῶν αὐτῶν βαδίζειν συνεχῶς, ἀλλʼ ἀτακτεῖν ἀεί· ἀπὸ τοῦ γένους ποτὲ ἐγκωμιάσεις, ἂλλοτε πάλιν ἀπὸ προαιρέσεως ἐγκωμιάσεις, ἄλλοτε ἀπὸ τῶν χθὲς καὶ πρώην συμβεβηκότων περὶ αὐτόν. καὶ ἀπὸ τύχης ἐγκωμιάσεις ποτὲ καὶ ἀπὸ πράξεως ἄλλοτε. καὶ ταῦτα μὲν περὶ τούτων, λεχθήσεται δὲ καὶ ἕτερα. ἐρεῖς τι καὶ εἰς τὴν σεαυτοῦ πατρίδα ὡς χρονίως μὲν ἐπανελθών ἐπʼ αὐτήν, ἀσμενέστατα δὲ αὐτὴν θεασάμιενος, καὶ τὸ Ὁμηρικὸν ἐπιφωνήσεις κύσε δὲ ζείδωρον ἂρουραν, χαίρων γαίῃ πατρώῃ, καὶ ἀσπάσῃ τῷ λόγῳ τῶν ἀκροατῶν τὸ θέατρον, καὶ καθʼ ἕνα ἕκαστον, ἀνωνύμως μέντοι, κοινῇ πάντας, μὴ ἐκ τοῦ προφανοῦς ὄνομα λέγειν, ἀλλὰ συγχαίρειν ἑαυτῷ ὅτι πρεσβύτας εἶδες, οὓς κατέλιπες ἀκμάζοντας, καὶ εἰς ἄνδρας τελοῦντας, οὓς ἐφήβους εἴασας, καὶ νεανίσκους εἶδες τελοῦντας εἰς παῖδας, καὶ ὅτι οὐδὲν γλύκιον πατρίδος οὐδὲ τοκήων γίνεται. ἀπλῶς δὲ χρὴ γιγνώσκειν περὶ λαλιᾶς, ὅτι πάντα ὅσα βουληθῶμεν ἐμφανίσαι διὰ ταύτης, ταῦτα ἐξέσται ἡμῖν λέγειν τάξιν μηδεμίαν ἐκ τέχνης 253 φυλάττουσιν, ἀλλʼ ὡς ἂν προσπίπτῃ, στοχάζεσθαι μέντοι δεῖ ἑκάστου καιροῦ τῶν λεγομένων καὶ συνιέναι, ποῖον χρήσιμον εἰπεῖν πρῶτον, ποῖον δὲ δεύτερον. χρῆ δὲ καὶ μνημονεύειν αὐτῶν Ἀθηνῶν, ἐξ ὧν ἡ πάροδος, καὶ ἱεροφαντῶν καὶ δᾳδούχων καὶ Παναθηναίων, καὶ λόγων ἀγώνων καὶ μουσικῶν, καὶ παιδευτῶν καὶ νεολαίας· φέρει γὰρ ταῦτα πολλὴν γλυκύτητα. χρὴ δέ σέ καὶ κιθαρῳδῶν ὀνόματα διαφόρων εἰδέναι, Ὀρφέως, Ἀρίονος, Ἀμφίονος καὶ τῶν περὶ αὔλησιν εὐδοκίμων καὶ μάντεων, καὶ ὅλως ἐνδόξων τεχνιτῶν πλεονεκτήματα ἐρεῖς· ἔτι δὲ περὶ ὀρῶν ἐπισήμων, Ὀλύμπου, Πιερίας, Ἴδης, Ἑλικῶνος, Παρνασοῦ· πλείστην γὰρ ἡδονὴν ταῦτα παρέξει τῷ εἴδει τῆς λαλιᾶς. πολὺς δὲ καὶ ὁ Διόνυσος ἔστω καὶ χορεῖαι καὶ Σειληνοὶ καὶ Σάτυροι, καὶ Ὠκεανὸς ποταμὸς καὶ Νεῖλος καὶ Ἴστρος καὶ Ἀχελῷος καὶ Εὐρυμέδων καὶ Θύμβρις, καὶ εἴ τις ἄλλος ἐπίσημος. χρησιμώτατοι δὲ πρὸς λαλιὰν καὶ οἱ Πλουτάρχειοι βίοι, ὥσπερ εἰς ἄλλην πολλὴν καὶ παντοδαπὴν παίδευσιν· καὶ γὰρ πλήρεις εἰσὶν ἱστοριῶν 254 καὶ ἀποφθεγμάτων καὶ παροιμιῶν καὶ χρειῶν· ταῦτα γὰρ πάντα καταμιγνύναι ταῖς λαλιαῖς χρήσιμον, ἵνα πανταχόθεν τὴν ἡδονὴν θηρεύσωμεν. δεῖ δὲ ζητεῖν καὶ μεταμορφώσεις φυτῶν καὶ ὄ ρνεων καὶ δένδρων. γέγραπται δὲ καὶ Νέστορι ποιητῇ καὶ σοφισταῖς μεταμορφώσεις φυτῶν καὶ ὄρνεων, τούτοις δὲ τοῖς συγγράμμασιν ἐντυγχάνειν πάνυ λυσιτελεῖ. ἔχειν δὲ δεῖ σε μνήμην καὶ ποιητῶν ἐπισήμων Ὁμήρου, Ἡσιόδου, τῶν λυρικῶν. αὐτοί τε γὰρ καθʼ ἑαυτούς ἄξιοι μνήμης, καὶ πολλοὺς μὲν ἐνεκωμίασαν, πολλούς δὲ ἔλεγξαν, παρʼ ὧν δυνήσῃ λαβεῖν παραδείγματα. καὶ Ἀρχιλόχου δὲ οὐκ ἀμελήσεις, ἱκανῶς κολάσαντος τοὺς ἐχθρούς τῇ ποιήσει, ἵνα καὶ αὐτὸς ὅταν ἐθέλῃς ψέγειν τινάς, ἔχῃς ἀποχρήσασθαι τἀνδρί· καλοὶ μὲν καὶ αὐτοὶ καθʼ ἑαυτούς, ἀεὶ συνόντες βασιλεῦσι καὶ τυράννοις συμβουλεύοντες ἂριστα, καλὴ δὲ καὶ ἡ ἀπὸ τῶν ποιημάτων αὐτῶν ἐπιφώνησις καὶ μνήμη· γλυκεῖς γὰρ οἱ ἄνδρες καὶ ἡδονὴν ἐμποιῆσαι λόγων μάλιστα προσφορώτατοι.

τι μὲν οὖν ἐγκωμιάζειν καὶ ψέγειν καὶ ἀποτρέπειν διὰ λαλιᾶς ἔξεστι, καὶ ὅτι διαθέσεις τῆς ψυχῆς καταμηνύειν 255 δέδονται διὰ τῆς λαλιᾶς, οἷον λύπη ἡδονὴ ὀργὴ ἢ τι τῶν τοιούτων, ἱκανῶς ἡμῖν προείρηται· ὁποῖον δὲ δεῖ τὸ εἶδος τῆς ἀπαγγελίας εἶναι, καὶ τοῦτο προστέθειται, ὅτι ἀπλοῦν καὶ ἀφελὲς καὶ ἀκατάσκευον· καὶ ὅτι οὐδεμίαν τάξιν ἀπὸ τῆς τέχνης νενομοθετημένην ἐπιδέχεται, καὶ τοῦτο μεμαθήκαμεν. προσκείσθω δὲ ὅτι οὐδὲ μακρὰς τὰς λαλιὰς εἶναι δεῖ, πλὴν εἰ διʼ αὐτῶν ἐθέλοιμεν τὴν ἐπίδειξιν ποιήσασθαι· καλὸν γὰρ ἡ συμμετρία, καθάπερ οὐ καλὸν τὸ ἀδολεσχεῖν καὶ πολλοὺς ἀναλίσκειν λόγους, ἱστορίας ἱστορίαις συνάπτοντα καὶ μύθους μύθοις καὶ διηγήματα διηγήμασι· καὶ γὰρ ἀπειρόκαλον εἶναι τοῦτο πεπίστευται. ἔστι δὲ καὶ συντακτικὴλαλιά, ὡς ἐὰν μέλλοντες ἀνάγεσθαι ἀπὸ τῶν Ἀθηνῶν ἐπὶ τὴν ἐνεγκοῦσαν, ἢ οὖ πάλιν ἀπὸ τῆς ἐνεγκούσης ἐπὶ τὰς Ἀθήνας ἐμφανίζωμεν, ὅτι δυσχεραίνομεν τὴν ἀπόλειψιν, ἐνδεικνύμενοι τούς ἀνιωμένους, εἶτα ἐκ μεθόδου ἥξομεν ἐπὶ τὰ ἐγκώμια τῆς πόλεως, ἢν ἄν ἀπολιπεῖν μέλλωμεν, οἷον τίς ἂν ἕλοιτο ἀδακρυτὶ παραλιπεῖν, ὡς εἰ ἐπʼ Ἀθηνῶν λέγοις, μυστήρια, κηρύγματα, ἱερά; Ἐλευσῖνάδε προστάττοντα βαδίζειν, καὶ ἄστυδε πάλιν ἀπʼ Ἐλευσῖνος· τίς δʼ ἂν ἀνέχοιτο ἀκροπόλεως τοιαύτης κάλλος καταλιπεῖν,  ἱερά, Διονύσια, Παναθήναια, ἄνδρας λογάδας 256 σοφίας καὶ ἀρετῆς; καὶ ὅλως ἐφαρμόσομεν τὰ τῆς πόλεως ἐξαίρετα, τὰ κάλλη τῶν οἰκοδομημάτων καὶ πανηγύρεων πολυτελείας.

Ἔστι δὲ καὶ ἐπιβατήριον εἰπεῖν λαλιὰν εὐθύς ἐπιστάντα τῇ πατρίδι, ὡς μικρῷ πρόσθεν ἐμνημονεύσαμεν, ἐν οἷς περὶ τῶν ἐπιφωνήσεων τῶν Ὀμηρικῶν ἐλέγομεν, ἐν ᾧ πάντως τὸν ἔρωτα τὸν περὶ τὴν πόλιν ἐνδείξεται ὁ λέγων ἀπὸ τοῦ παρεστῶτος χρόνου λαβών τὴν ἀρχήν, ὡς γεγηθώς, ὡς ἂσμενος προσέπλευσεν τοῖς λιμέσιν, ὡς εἶδε κάλλη πεδίων, ὡς προσέβαλεν ἀκροπόλει, ὡς περιεπτύξατο τῶν πολιτῶν ἅπαντας καὶ ἕκαστον λέγων, ὡς πάντας ἐνόμισεν ἀδελφούς εἶναι αὐτοῦ τοὺς ἡλικιώτας καὶ πατραδέλφους τοὺς ἄλλους, καὶ γένος ἕν πᾶσαν τὴν πόλιν, καὶ ὅτι οὐκ ἐπελέλησο τῆς πατρίδος ἀποδημῶν προσθήσεις· ἀλλʼ ἄγε διηγοῦ τὰ ἐξαίρετα καὶ πάτρια, οἷα ταῖς ἄλλαις οὐ πρόσεστι πόλεσιν. εἶτα ἥξεις εἰς ἐγκώμιον ἄρχοντος, ἐὰν ὁ ἄρχων παρῇ, ἐπὶ τὸ τοῦ πατρὸς ἢ ἐπὶ τὸ τῆς πολιτείας, ὅτι τίς οὐκ ἂν ἐρασθείη τοιαύτης πολιτείας, ἐν ᾗ ὁμόνοια καὶ φιλία καὶ πάντες ἀρετῇ σύντροφοι, καὶ ὅσα τοιαῦτα. καὶ 257 ἁπλῶς πολυσχιδὴς ἡ τῆς λαλιᾶς χρεία. οἶδε γὰρ καὶ πᾶσαν ὑπόθεσιν ἀνδρὶ πολιτικῷ περιεργάζεσθαι.

ΠΕΡΙ ΠΡΟΠΕΜΠΤΙΚΗΣ

Ἡ προπεμπτικὴ λαλιὰ λόγος ἐστὶ μετʼ εὐφημίας 5 τινὸς προπέμπων τὸν ἀπαίροντα. χαίρει δὲ ἁβρότητι καὶ διηγημάτων ἀρχαίων χάρισι. πολλοὶ δὲ τῆς προπεμπτικῆς τρόποι. εἷς μὲν ὁ δυνάμενος συμβουλεύειν κατὰ μέρος δέξασθαι τῶν λοιπῶν μερῶν δεχομιένων καὶ ἐγκώμια καὶ λόγους ἐρωτικούς, εἰ βούλεται προστιθέναι καὶ ταῦτα ὁ λέγων· δύναται δὲ συμβουλὴν ἐπιδέξασθαι, ὅταν ὁ πολλῷ κρείττων προπέμπῃ τὸν ἥττονα, ὡς ὅταν ὁ παιδευτὴς προπέμπῃ τὸν ἀκροατήν· δίδωσι γὰρ αὐτῷ συμβουλευτικὸν ἦθος τὸ οἰκεῖον ἀξίωμα. ἕτερος δὲ τρόπος ἂν γένοιτο, ἐν ᾧ δυνήσεταί τις ἐνδείξασθαι ἦθος ἐρωτικὸν καὶ διάπυρον περὶ τὸν προπεμπόμενον συμβουλὴν μὴ καταμιγνὺς τῆς ἀξίας ὑπαρχούσης ἐφαμίλλου καὶ τῆς δόξης ἴσης τῷ προπέμποντι καὶ τῷ προπεμπομένῳ, ὅταν ἑταῖρος ἑταῖρον προπέμπῃ· καὶ γὰρ εἰ βελτίων εἴη ὁ προπέμπων ἐνταῦθα τοῦ ἀπαίροντος, ἀλλʼ οὖν ἡ κοινωνία τοῦ ὀνόματος καὶ τὸ ἀμφοτέρους εἶναι φίλους ἀφαιρεῖται τὸ ἀξίωμα τῆς συμβουλῆς τὸν λέγοντα. γένοιτο δʼ ἂν καὶ 258 ἄλλος τρόπος πλείονα διατριβὴν ἔχων περὶ τὰ ἐγκώμια μᾶλλον, σχεδὸν δὲ εἰπεῖν μικροῦ σύμπασαν, ὅταν ἐθέλῃ προΐστασθαι τῷ μὲν δοκεῖν προπεμπτικὸν λόγον, τῇ δʼ ἀληθείᾳ ἐγκώμιον. ὥσπερ ἄν εἰ μέλλοιμεν προπέμπειν ἄρχοντα ἢ τῆς ἀρχῆς πεπαυμένον ἤ ἀφʼ ἑτέρας εἰς ἑτέραν πόλιν μέλλοντα ἀπιέναι. λέγω δὲ ταῦτα οὐκ ἀποστερῶν οὐδένα τῶν προειρημένων τρόπων τῆς προπεμπτικῆς τῶν ἐρωτικῶν παθῶν· χαίρει γὰρ ἡ προπεμπτικὴ πανταχοῦ τούτοις, ἀλλʼ ἐνδεικνύμενος ὅτι ὅπου μὲν μᾶλλόν ἐστιν αὐτῷ καταχρῆσθαι, ὅπου δὲ ἐπʼ ἔλαττον. παραλήψῃ δὲ ἐπὶ τοῦ ἂρχοντος καὶ πόθον πόλεων ὁλοκλήρων περὶ αὐτὸν καὶ ἔρωτας.

Διαιρήσεις δὲ τὴν προπεμπτικὴν οὑτωσί πως. ὑποκείσθω δὲ ἡμῖν νέος συνήθης προπέμπων φίλον, οὐκοῦν ὁ τοιοῦτος ἐνταῦθα ὥσπερ τι πεπονθὼς τῶν ἀτόπων καὶ ἀπροσδοκήτων σχετλιάσει πρὸς τὴν τύχην ἢ πρὸς τούς ἔρωτας, ὅτι μὴ συγχωροῦσι θεσμὸν φιλίας διαμένειν βέβαιον, ἀλλʼ ἄλλοτε ἄλλους πόθους ἐμβάλλοντες παρασκευάζουσι τὸν πάλαι συνθέμενον καὶ ὁμολογήσαντα φιλίαν ἄλυτον διαφυλάξειν πάλιν ἐρᾶν πατρίδος, πάλιν γονέων ἐπιθυμεῖν, ὥσπερ ἐπιλανθανόμενον τῶν πρὸς τὸν φίλον αὐτῷ περὶ φιλίας συνθη- κῶν· ἢ εἰσελεύσεται πρὸς τοὺς ἀκροατὰς ὥσπερ πρός 259 τινας δικαστὰς γραφὴν ἀποφέρων κατὰ τοῦ φίλου, προσποιούμενος δῆθεν κατὰ τὴν πρὸς τὸν ἑταῖρον συνθήκην· καὶ ἐπάξεις πάλιν παρακαλῶν τούς ἀκροατὰς  μὴ περιορᾶν παραβαίνοντα, ἐν οἷς καὶ ἱστορίας ἐρεῖς καὶ παραδείγματα. ἱστορίας μέν, ὅτι Θησεὺς καὶ Ἡρακλῆς ἑταῖροι γινόμενοι, καὶ Διομήδης καὶ Σθένελος, καὶ Εὐρύαλος δυσαπαλλάκτως ἀλλήλων εἶχον· ἐξ ἀλόγων δὲ παραδείγματα, ὅτι κἀν ταῖς ἀγέλαις καὶ ἵπποι καὶ μόσχοι συναφθέντες ἀλλήλοις συνηθείᾳ καὶ ὄρνιθες δυσχερῶς ἀλλήλων χωρίζονται. προῖὼν δὲ τῷ λόγῳ ὑπομνησθήσῃ, ἄν οὕτω τύχῃ, καὶ ἀσκήσεως κοινῆς καὶ παλαίστρας καὶ γυμνασίων τῶν αὐτῶν. μετὰ τὸν πρὸς τοὺς ἀκροατὰς λόγον, οὒς ὥσπερ δικαστὰς ὑπεθέμεθα, τρίτον ἐπὶ τούτοις εἰσάξεις πρὸς ἐποχὴν δῆθεν καὶ τὰ τῆς πόλεως ἐγκώμια. οὐδʼ οὕτως ὁ τῶν Ἀθηναίων αἱρεῖ σε πόθος, οὐδὲ μυστηρίων καὶ τελετῶν, οὐδὲ μουσεῖα καὶ θέατρα λόγων, οὐδὲ παιδευτῶν φιλοτιμίαι περὶ τούς λόγους, Ἄρειος δὲ πάγος καὶ Λύκειον καὶ Ἀκαδημία καὶ ἀκροπόλεως κάλλος, ἃ διείργασται φιλοπόνως ἅμα καὶ χαριέντως; ἀνέραστος ἄρα ὡς ἔοικεν ἦσθα· πῇ δὴ συνθεσίαι καὶ ὅρκια βήσεται ἡμῖν. οἷος γὰρ ἦν ἄρα μεγαλοφρονῶν ἐπὶ φίλοις ἐγώ, οἷον δὲ 260 τεῖχος ἐδόκουν περιβεβλῆσθαι τὸν φίλον, νῦν δὲ γεγύμνωμαι καθάπερ Αἴας τῆς ἀσπίδος, οἰκήσω τόπους ἐρήμους καὶ ἐρημίας, ἀπάνθρωπος ἐπικληθήσομαι, ὥσπερ τὸν Τίμωνά φασι· τί γὰρ δεῖ μοι συντίθεσθαι φιλίαν, ἵνα πάλιν καὶ παραβαίνοντος ἀνιαθῶ; μακαράζω τῶν θηρίων ἐκεῖνα, ὅσα τὸν μονήρη βίον ἔοικεν ἀγαπᾶν. ταῦτα, μὲν οὖν καὶ τὰ τοιαῦτα τὸ πρῶτον μέρος τῆς προπεμπτικῆς ἕξει, καὶ τοιοῦτον ἦθος ἐνδείξεται καὶ συνήθη καὶ φίλον τὰ ἐρωτικὰ εἰπὼν ἐν τούτοις τῆς προπεμπτικῆς κατὰ διαίρεσιν. ἐπειδὰν δὲ ἐπὶ τὸ λειπόμενον μέρος ἔλθῃς τῆς λαλιὰς, σχετλιάσεις πάλιν ὡς βουληθεὶς πεῖσαι, εἶτα ἀποτυχών, καὶ ἐπάξεις λέγων· οὐκοῦν ἐπειδὴ δέδοκται καὶ νενίκημαι, φέρε δὴ καὶ τῇ βουλήσει συνδράμωμεν. ἐνταῦθα τοίνυν ἥξεις ἐπὶ τὰ ἐγκώμια ἐκ μεθόδου, ὡς εὐτυχεῖς μὲν οἱ γονεῖς τῆς βλάστης, εὐδαίμων δὲ καὶ ἡ πόλις ἐπὶ σοί· τοὺς μὲν γὰρ εὐφρανεῖς ταῖς ἀρεταῖς, τῆς δὲ προστήσῃ ἐν δικανικαῖς ἀγοραῖς, ἐν ῥητόρων ἀγῶσιν, ἐν πρεσβείαις καὶ λόγων φιλοτιμίαις. ἵνα δὲ σύστασιν λάβῃ ταῦτα, ἐρεῖς ὅτι σύνοιδας ἑαυτῷ δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ ἀρετὴν ἐκ λόγων, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ παιδευταὶ καὶ 261 ὅσοι συνήθεις γεγόνασιν. ἐν οἷς καὶ πράξεις ἐρεῖς πρὸς ἀπόδειξιν τῶν ἀγαθῶν καὶ πράξεων ἂν εὐπορῇς· καὶ. ὅτι βασιλεῦσι χρήσιμος ἔσται γνωσθεὶς διὰ τὴν ἀρετήν, καὶ ὅτι καὶ παιδευτηρίων προστήσεται ἴσως, οὐ μέντοι ὡς Ἰσοκράτης ἢ Ισαῖος ἢ Λυσίας ἥ τις τοιοῦτος ὅμοιος ἔσται· ἐρεῖς δὲ ταῦτα, ἐὰν πάνυ πεπαιδευμένον ὄντα λόγων προπέμπῃς τινά· τούτῳ γὰρ ἁρμόσει τὸ τοιοῦτον ἐγκώμιον, ὅτι προστήσεται τυχὸν καὶ λόγων καὶ παιδεύσει νέους· ἐὰν γὰρ τῶν μὴ προσόντων αὐτῷ μνησθῇς, ἅπαντες ἴσασιν, ὅτι τούτων σύνεστιν οὐδὲν αὐτῷ, προσέτι καὶ ἀπίθανος εἶναι δόξεις, καὶ περὶ τῶν ἄλλων λόγων ὕποπτον καταστήσεις σεαυτὸν ἐκ τούτου καὶ προσάντη τὸν ἀκροατὴν τῷ λόγῳ. δεῖ γὰρ τοῖς ὡμολογημένοις πανταχοῦ συντρέχειν. ἐρεῖς δὲ καὶ ἐπὶ τῶν τοιούτων ὅτι καὶ ὅτε ἅμιλλαι λόγων ἐπὶ τῶν μουσείων 262 ἦσαν, ἐπῃνεῖτο παρὰ τῶν καθηγεμόνων τῶν ἡλικιωτῶν μᾶλλον. καὶ ὥσπερ Ἔφορος ἐστεφανοῦτο καὶ Θεόπομπος, οἱ μαθηταὶ Ἰσοκράτους, ὡς διαφέροντες τῶν ἄλλων (καὶ γὰρ Ἰσοκράτης ἀρετῆς προὐτίθει ἀγῶνα τοῖς ἀρίστοις τῶν ἀκροατῶν κατὰ μῆνα στέφανον·) οὕτω καὶ οὗτος διαφέρων ἐφαίνετο καὶ ἐπαίνων ἠξιοῦτο οὐκ ἐλαττουμένων στεφάνων. ἐπειδὴ δὲ εἰς εὐδαιμονίαν συντελεῖ καὶ σώματος κάλλος, γράψον καὶ τὸν νεανίαν, οἷος μὲν ἰδεῖν, οἷος δʼ ὀφθῆναι. ἐν ᾧ διαγράψεις αὐτοῦ καὶ ἴουλον καὶ ὀφθαλμούς καὶ κόμην καὶ τὰ λοιπά. ἵνα δὲ τὸν λόγον σεμνὸν ποιῇς τὸν περὶ τῆς γραφῆς καὶ τὴν διαβολὴν ἐκφύγῃς τὴν ἐκ τοῦ κάλλους, ἀπέργασαι τὸ ἦθος σεμνότερον, λέγων ὅτι κοσμεῖ δὲ τὸ εἶδος τῇ τῶν ἡθῶν ἐγκρατείᾳ, καὶ τῷ μὴ πολλοῖς ῥᾳδίως ἑαυτὸν ἐκδιδόναι, ἀλλὰ μόνον συνεῖναι τῶν ἀνδρῶν τοῖς ἀρίστοις καὶ λόγοις καὶ βιβλίοις. καιρὸν ἔχεις μετὰ ταῦτα καὶ τὴν πατρίδα ἐπαινέσαι τὴν ἐκείνου, ὅτι λαμπρὰ καὶ ἔνδοξος καὶ οὐ μείων τῶν πολυθρυλήτων, ἐν ᾖ λαμπρὸς ὀφθήσεται ἐν λαμπρᾷ καὶ εὐδαίμονι. εἶτα ἐπὶ τούτοις ἅπασιν ἀξιώσεις αὐτὸνμεμνῆσθαι τῆς πάλαι συνηθείας, τῆς εὐνοίας, τῆς φιλίας, καὶ παραμυθεῖσθαι 263 τὴν ἀπόστασιν μνήμαις καὶ λόγοις, κὰν μὲν πεζεύειν μέλλῃ, διάγραφε τὴν ὁδὸν καὶ τὴν γῆν διʼ ἧς πορεύεται, οἷος μὲν ἔσται, ἐὰν οὕτω τύχῃ διὰ τῆς Θρᾴκης διῖών, ἐπαινούμενος καὶ προπεμπόμενος ἐπὶ τοῖς λόγοις, θαυμαζόμενος δὲ διὰ Λυδίας καὶ Φρυγίας· ἐὰν δὲ διὰ θαλάττης ἀνάγηται, ἐκεῖ σοι μνήμη θαλαττίων ἔσται δαιμόνων, Αἰγυπτίου Πρωτέως, Ἀνθηδονίου Γλαύκου, Νηρέως, προπεμπόντων τε καὶ συνθεόντων τῇ νηΐ, καὶ συνηδομένων δελφίνων τε ἅμα καὶ κητῶν, τῶν μὲν σαινόντων, τῶν δὲ ὑποφευγόντων, ὡς Ποσειδῶνος αὐτοῦ τὴν ναῦν προπέμποντος· ἡ δὲ ναῦς θείτω θεοῖς ἐναλίγκιον ἅνδρα φέρουσα, ἕως ἄν προσαγάγῃς αὐτὸν τοῖς λιμέσι τῷ λόγῳ, καταστρέψεις δὲ εἰς εὐχὴν τὸν λόγον αἰτῶν αὐτῷ παρὰ τῶν θεῶν τὰ κάλλιστα.