GetPassage urn:cts:greekLit:tlg2586.tlg002.1st1K-grc1:14.1-16.1 urn:cts:greekLit:tlg2586.tlg002.1st1K-grc1:14.1-16.1

14 Ἐὰν ἂρχοντα καλῇς εἰς πανήγυριν, ὡς ἔθος, 299ἐρεῖς μὲν ἐν τοῖς προοιμίοις τὴν αἰτίαν τῆς ἀφίξεως καὶ τῆς κλήσεως, ὅτι πέπομφεν ἡ πόλις πάλαι μὲν καὶ ἄνευ προφάσεως ποθοῦσα καὶ βουλομένη τῶν σοι προσόντων ἐξαιρέτων μετέχειν ὁσημέραι· πολὺ δὲ πλεῖον ἐπὶ τοῦ παρόντος, ὅτι καὶ πανήγυριν ἄγει καὶ δεῖται μείζονος θεατοῦ πρὸς τὰ δρώμενα. εἶτα ἐρεῖς ἐγκώμιον τῆς πανηγύρεως, ἀφʼ ἧς ἡ κλῆσις, εἰπών ὧδέ πως· ἵνα δὲ γνῷς τὴν ὑπόθεσιν καὶ τὴν πανήγυριν ἐφʼ ἣν ἡ κλῆσις, μικρὸν ἄνωθεν ἄρξομαι, καὶ ἐρεῖς τῆς πανηγύρεως ἐγκώμιον, μετὰ δὲ τὴν πανήγυριν ἐπαινῶν καὶ λέγων ὅτι τίθεται θεῶν τινι ἢ ἡρώων. μετὰ τὸν τῆς πανηγύρεως ἔπαινον ἐρεῖς ἐγκώμιον τῆς πόλεως, εἴ τι ἀρχαῖον ἔχεις, εἶτα τοῦ ἄρχοντος ἀναγκαίως. δεῖ γὰρ πρότερον ἐγκωμιάσαι τὴν πανήγυριν· τοῦτο γὰρ ἐνταῦθα τὸ προηγούμενον, ὅθεν ἄρχεσθαι μάλιστα δεῖ, εἶτα τὴν πόλιν, καὶ μετὰ ταῦτα τὸν ἄρχοντα. προσθήσεις δὲ πανταχοῦ τὸ τῆς πανηγύρεως· πλέον γάρ τι ἐχέτω καὶ 360 οὗτος ὁ λόγος ὁ τῆς πανηγύρεως, διότι οὐχ ἀπλῶς πλῆσίς ἐστιν, ἀλλὰ καὶ ἐπὶ πανήγυριν. διὸ ἔφαμεν δεῖν πανταχοῦ τὸ ἐξαίρετον τῆς ὑποθέσεως πλεονάζειν. λέγε δὲ τὰ κατὰ τὴν πανήγυριν μετὰ τὸν ἂρχοντα οὕτως, ὅτι σεμνὴ καὶ ὅτι θαύματος ἀξία πολλοῦ, καὶ ὅτι θεάσῃ δήμους, πόλεις συνεληλυθυίας, ἀθλητὰς πανταχόθεν, τοὺς ἀρίστους κιθαριστάς, αὐλητάς, οὐκ ὁλίγους τῶν τὴν μουσικὴν μετιόντων ἀνδρῶν, οἵ σε περιμένουσι· καὶ οὐδὲ τούτων οὐδεμίαν ἀπόλαυσιν ἕξειν ἡγούμενοι χωρὶς τῆς σῆς ἐπιδημίας καλοῦσιν ἐπὶ τὴν πανήγυριν νῦν, ἵνα ὑπὸ σοὶ θεατῇ ταύτην τελέσωσι. τίς δὲ οὐ θαυμάζει πεισθέντα σε; τίς δὲ οὐ θέαμα τῆς πανηγύρεως αὐτῆς τάχα σεμνότερον ἴδοι σέ; εἶτα ἐρεῖς· αἰδεῖ- σθαι δέ σε δεῖ καὶ τὸν θεόν, ᾧ τελεῖται τὰ τῆς πανηγύρεως, καὶ χαρίζεσθαι τούτῳ· καὶ γὰρ εὐσεβὴς ὁμοῦ καὶ πείθεσθαι δόξεις. εἶτα ἐρεῖς· καὶ τὰ μὲν τῆς πανηγύρεως ἅπαντα παρεσκεύασται, μόνος δὲ σὺ ταύτῃ λείπεις, ὥστε ἥκοις ἄν. εἶτα συγκρινεῖς τὴν πανήγυριν ἑτέρᾳ πανηγύρει, δεικνύς οὐκ εἰς μικράν τινα καὶ εὐτελῆ καλεῖν ἑορτήν. προσθήσεις δὲ ὅτι εἰ μὲν πεισθείης, 301 ἐνδοξότερος ἐγὼ πείσας, ἐνδοξότερα δὲ τὰ δρώμενα, σεμνοτέρα δὲ ἡ πόλις, ὁ δὲ θεὸς ἡσθήσεται· εἰ δὲ ἀποτύχοιμι, ὅπερ οὐκ οἴομαι μηδὲ εἴη, ἄλλην ποῦ ὁδὸν ἐγὼ τραπήσομαι; τίς γάρ μοι τῆς πατρίδος ἔτι πόθος ἀποτυχόντι τῆς τοσαύτης πρεσβείας; ἡ δὲ πόλις ἀντὶ πανηγύρεως ἕξει συμφοράν, ὅπερ οὐδὲ λέγειν ἄξιον· οὐκοῦν σπεῦδε θᾶττον ἐπʼ αἰσίοις συμβόλοις πεισθεὶς τῇ πόλει παρακαλούσῃ, σπεῦδε εἰς τὴν πανήγυριν· ὁ γὰρ τοῦ πρεσβευτοῦ λόγος φωνὴ τῆς πόλεως, ἵνα σου μετὰ τῶν ἄλλων πράξεων καὶ τοῦτο καταλέγωμεν.

Ἐὰν δὲ μήτε πανήγυρις μήτε ἱερομηνία τυγχάνῃ, διʼ ἣν ἡ κλῆσις, ἀλλʼ ἀπλῶς ἐπὶ πόλιν καλῇς, εὐθέως ἐν προοιμίοις ἐρεῖς· φθάνεις μὲν ἴσως καὶ πρὸ τῶν ἡμετέρων λόγων, εὗ διακείμενος πρὸς τὴν πόλιν τὴν ἡμετέραν, καὶ πόθον ἔχων τῆς θέας· καὶ γὰρ τοῦτο τεθρύληται· ὅμως δὲ κέρδος μέλλοντες κερδαίνειν οὐχὶ σμικρὸν ἥκομεν τῆς προαιρέσεως χάριν ἐκτιννύντες διὰ τῆς εὐφημίας, καλοῦντες δὲ οὐδὲν ἧττον καὶ παρακαλοῦντες, ἐφʼ ἣν σπεύδεις ἐλθεῖν. εἶτα 302 ἐὰν ἀξίωμα ὁ καλῶν ἔχῃ λαμπρόν, ἐρεῖς τι καὶ περὶ τούτου ἐν προοιμίῳ δευτέρῳ· πολλοὶ μὲν οὖν τὴν χειροτονίαν ταύτην ἐμνήστευον καὶ πρέσβεις αἱρεθῆναι παρὰ τὴν σὴν μεγαλοπρέπειαν ἔσπευδον ἐσπούδαζον, ἡ πόλις δὲ εἵλετο τάχα που τῶν μνηστευσάντων οὐ τὸν χείρω, πάντως δὲ ἔξεστί σοι μαθεῖν τῶν Ἀθηναίων λόγων τὸν τρόφιμον. ἀτύφως δὲ ἐρεῖς τὸ προοίμιον ἐμφαίνων μὲν τὸ ἀξίωμα, μὴ παρεχόμενος δὲ φορτικὸν τὸν λόγον. μετὰ δὲ τὰ προοίμια ἥξεις ἐπὶ τὰ ἐγκώμια τῆς πόλεως, οὐ θέσιν μὲν ἐνταῦθα ἐκφράζων, οὐδὲ ἀέρων φύσεις, ἐπὶ δὲ τὰς πράξεις καὶ τὴν ἀξίαν μᾶλλον τρέψεις τὸν λόγον οὕτω πως· πάλαι μὲν οὖν ἐσεμνύνετο παλαιοῖς διηγήμασιν ἡμῖν ἡ πόλις Ἀλεξάνδρου καὶ τοῖς κάλλεσι τῶν οἰκοδομημάτων, νῦν δὲ ἀπάντων ἀμελήσασα τῶν τοιούτων ἐπὶ σοὶ μόνῳ σεμνύνεται. εἶτα εὐθύς ἐρεῖς, εἴ τι λέγειν ἀρχαῖον ἔχοις τῆς πόλεως, καὶ μετὰ ταῦτα τὸν τοῦ ἄρχοντος ἔπαινον. τίς δὲ οὐκ ἂν ἄρα τὸν ἄνδρα ταῖς 303 ἀρεταῖς ὑπερβαίνοντα θαυμάσειεν. εἶτα ἐρεῖς περὶ τῶν ἀρετῶν τῶν τοῦ ἄρχοντος οἷός ἐστι· καὶ ἐὰν μὲν πρώτως ἐπιδημεῖν μέλλῃ, μετὰ τὰ ἐγκώμια τοῦ ἄρχοντος ἐρεῖς ἔκφρασιν διὰ βραχέων τῆς χώρας, εἶτα τῆς πόλεως, ὥσπερ προείρηται, λοιπὸν παρακαλέσεις ἐπὶ ταῦτα ἐλθεῖν· ἴθι τοιγαροῦν ταῦτα ἐποψόμενος, ἴθι προσθήσων τοῖς κάλλεσιν, ἄλλος Ἀλέξανδρος ἡμῖν γενόμενος εὐτυχής, πρὸς ὑποδοχὰς τῶν ἀρχόντων οὐδέποτʼ, οὐκ ἀέρων χάριν, οὐκ ἦθος ἀνδρῶν, οὔτε μετριότητα τρόπων, οὔτʼ ἄλλης σεμνότητος· ἔστι γὰρ ἡμῖν ἡ πόλις ὥσπερ τέμενος ἀρετῶν. Ἀθηναῖοι μὲν οὖν ἐπὶ παλαιοῖς ἐσεμνύνοντο διηγήμασι καὶ μουσείοις καὶ λόγοις, ἡμῶν δὲ πολλοὶ τὰ τῶν Ἀθηνῶν ἠρήσαντο, μουσεῖον δὲ οὐδὲν ἧττον τὸ παρʼ ἡμῖν τῶν παρʼ ἐκείνοις· καὶ γὰρ ἀρίστους ἐκπέμπομεν καὶ οὐ τελείαν τὴν ἀρετὴν κτησαμένους παρʼ ἐκείνων δεχόμεθα· οὗτοί σε δορυφορήσουσιν, οὗτοί σε δεξιώσονται. εἶτα συγκρινεῖς τὴν πόλιν ἢ ταῖς Ἀθήναις ἢ τῇ Ῥώμῃ, ἢ ἄλλῃ τινὶ τῶν ἐνδόξων πόλεων, καὶ διὰ ταῦτα οὖν ὅτι οὐδεμιᾶς 304 τῶν ἐνδόξων λείπεται, προσήκει σοι ταύτην ἰδεῖν· ὥσπερ γὰρ ὁ πλούτῳ κομῶν καὶ περιουσίαν ἔχων τοῖς ἐξαιρέτοις ὡραΐζεται, οὕτω προσήκει καὶ τὸν ἄρχοντα ταύταις ταῖς μεγίσταις τῶν πόλεων σεμνύνεσθαι καὶ παρὰ ταύτας σπεύδειν, ὅσαι τὸ μεῖζον ἔχουσι πλεονέκτημα, τοὺς λόγους, καὶ τὰ λοιπὰ πρὸς ἀρετὴν ἥκοντα. εἶτα διαγράψεις τῷ λόγῳ τὸν ὅλον τόπον ὡς ἐπιλογικόν, ὃν δὴ διϊὼν ὄψεται, καὶ ὅλην παραπέμψεις αὐτὸν τῷ λόγῳ τὴν ὁδὸν ἐκφράζων ἠπείρους, ὄρη, πελάγη. εἶτα μετὰ ταῦτα ἐπιστρέφων αὐτὸν τῇ πόλει ἐρεῖς οἷα κάλλη διαδέξεται αὐτόν, καὶ οἷα προσαπαντήσει αὐτῷ τῆς πόλεως θεάματα, ἄλση καὶ ποταμοί, καὶ ὅσα τοιαῦτα. προσθήσεις δὲ τοῖς ἐπιλόγοις καὶ ὅτι ἕστηκεν ἡ πόλις ἤδη πρὸ τῶν πυλῶν σὺν ὁλοκλήροις τοῖς γένεσι προαπαντῶσα, δεξιουμένη, εὐχομένη τῷ κρείττονι οὐκ εἰς μακράν σε θεάσασθαι· μὴ τοίνυν διαψεύσῃς αὐτὴν τῆς ἐλπίδος, μηδὲ εἰς ἀκηδίαν τὴν προσδοκίαν αὐτῆς μεταβάλῃς. ὥσπερ γὰρ τὸν Ἀπόλλω πολλάκις ἐδέχετο τοῖς Σμινθίοις, ἡνίκα ἐξῆν θεοὺς προφανῶς ἐπιδημεῖν εἰς ἀνθρώπους, οὕτω 305 καὶ σὲ ἡ πόλις προσδέχεται, καὶ ποιηταὶ μὲν εὐτρεπεῖς ἔχοντες ἤδη Μουσῶν ἔργα πεποιημένα, καὶ συγγραφεῖς, καὶ πάντες πρὸς ὕμνον σὸν καὶ εὐφημίαν εὐτρεπεῖς· καὶ νόμιζε τὴν πόλιν αὐτὴν παρεστῶσαν παρακαλεῖν καὶ τῶν παρʼ αὐτῆς ἀρχαίων ὑπομιμνήσκειν, ὡς οὐδεμιᾶς τῶν ὑπηκόων λείπεται, τάχα που καὶ πολλῶν κρείττων· δίδου τι καὶ σεμνύνασθαι τῷ πρεσβεύσαντι, καὶ γὰρ ἀκήκοας ὡς οὐ φαῦλος ἐν πρώτοις τῶν μὴ σύ γε μῦθον ἐλέγξῃςμηδὲ πόδας, καθάπερ τις ἥρως πρεσβεύων παρʼ Ὁμήρῳ φησί. πείθομαι δὲ σὺν ἐμαυτῷ καὶ τὸν Ἀπόλλω παρεῖναι τὸν Σμίνθιον· τί γὰρ οὐκ ἔμελλεν ἀνδρὶ μουσικῷ καὶ λογίῳ σοι πρσεῖναι.

Ἐὰν δὲ τύχῃ φθάσας τὴν θέαν τῆς πόλεως πρὸς ἣν ἡ κλῆσις αὐτῷ, αὐτὰ πάλιν ταῦτα τὰ τῆς πόλεως ὡς πρὸς εἰδότα ὑπομιμνήσκων λέγε, τὴν μὲν αὐτὴν ἀκολουθίαν τῶν κεφαλαίων σώζων ὡς ἤδη εἰρήκαμεν, μεθοδεύων δὲ ἄλλως τὰ ἐγκώμια, οἷον τυγχάνεις μὲν θεασάμενος τὸ κάλλος τῆς πόλεως καὶ θέσιν, εἰ δέ σε 306 ᾕρηκεν ὁ πόθος, ἴθι καὶ δεύτερον καὶ πολλάκις· οἱ γὰρ ἐρασταὶ τῶν ἐρωμένων εἰώθασιν ἐμπιπλᾶσθαι μὲν πολλάκις, ἀποσχισθέντες δὲ καὶ εὐθύς ἐρᾶν. καὶ τοιούτοις χρήσῃ νοήμασιν ἐν τοῖς κεφαλαίοις, εἰ δὲ βούλει καὶ ἀπὸ προοιμίων ἀκούειν, λεγέσθω πάλιν διὰ βραχέων. οὐκοῦν ἐν μὲν τῷ προοιμίῳ εὐθὺς ἐρεῖς, ᾕρηκας τὴν πόλιν τὴν ἡμετέραν τῷ πόθῳ, ὡ πάντων ἀρχόντων ἄριστε, καὶ τοῦτό σοι τῶν ἐρώτων σημεῖον ἔσται, πέπομφε πάλιν καλοῦσα καὶ δεύτερον οὐδεμίαν ἡμέραν ἐνεγκεῖν δυνηθεῖσα, ἀλλʼ ὥσπερ οἱ μανικοὶ τόξοις πληγέντες ἐρώτων οὐκ ἀνέχονται μὴ τοὺς ἐρωμένους ὁρᾶν, οὕτως ἐπὶ σοὶ ἐκχυθεῖσα ἡ πόλις μικροῦ μὲν ἅπασα ἐκινδύνευεν εἰσδραμεῖν· πέπομφε δὲ ὃν ᾤετο μάλιστα πείσειν σε τὸ δεύτερον· ηὔχετο μὲν οὖν τῷ θεῷ μηδὲ τὴν ἀρχὴν ἀπολιπεῖν, μηδὲ ἄλλην προτιμοτέραν ἑαυτῆς ἡγήσασθαι. ἐπεὶ δὲ νικᾷς ἐν πᾶσι καὶ ἔδει παραχωρεῖν ἕως ἐξῆν, σνγχωρήσατα πάλιν ἱκετεύει παρʼ αὐτὴν ἐλθεῖν σε καὶ δεύτερον. εἶτα ἐπιβαλεῖς τὰ ἐγκώμια τῆς πόλεως ἐκ μεταχειρίσεως λέγων· 307 εἰ μὲν οὖν ἠγνόεις παρʼ ἣν σπεύδεις, ἔδει καὶ διδάσκειν τυχόν· εἰ δὲ τὴν Ἀλεξάνδρου πόλιν τοῦ Διὸς οὐκ ἀγνοεῖς, οὐδὲ τῶν ἀρχαίων οὐδὲ τῶν παρʼ ἡμῖν οὐδὲν ἴσως ἀγνοοῦντί σοι ἐρῶ; καὶ ἕξεις λοιπὸν τῆς μνήμης καιρὸν τῶν ἀρχαίων· διὰ γὰρ τούτων σε ἐλθεῖν ἔσπευσε παρʼ ἑαυτὴν καὶ πρότερον, νῦν δὲ οὐκ ἀξιοῦσα παροφθῆναι μᾶλλον ταύτην πεποίηται τὴν κλῆσιν, ἀλλὰ τοὐναντίον ἀξιοῦσά σε διὰ τὰς ἀρετὰς ἰδεῖν· οὐ γὰρ ἀγνοεῖ τὴν σὴν δικαιοσύνην, οἷς καὶ συνάψεις αὐτοῦ τὰ ἐγκώμια πανταχοῦ προστιθεὶς ἐφʼ ἑκάστου τῶν ἐπιχειρημάτων τὸ ὅτι διὰ ταῦτά σε καλεῖ. δεῖ γὰρ ἐν τοῖς κλητικοῖς καὶ τὰς αἰτίας τῆς κλήσεως προστιθέναι, νᾷ τὸ ἴδιον ἔχῃ τοῦ κλητικοῦ, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις ὑποθέσεσι τὰ ἑκάστῃ οἰκεῖα. μετὰ δὲ τὰ ἐγκώμια τοῦ ἂρχοντος ἐκ μεθόδου πάλιν ἐρεῖς, πρότερον μὲν τὴν θέσιν τῆς χώρας καὶ τῆς πόλεως, εἶτα τὸ κάλλος τῆς πόλεως· ὡραΐζεται μὲν γὰρ ἡ πόλις κάλλεσιν ἱερῶν καὶ στοῶν καὶ λουτρῶν μεγέθεσιν, ὡς αὐτὸς ἑώρακας, ἀλλὰ ταῦτα σύμπαντα μικρὰ πρὸς τὴν σὴν θέαν ὑπολαμβάνει· τί γὰρ οὐκ ἐξαίρετον τῶν παρʼ ἡμῖν; τί δʼ οὐ κάλλιστον; οὐχ ἵππων ἅμιλλαι; οὐ θεάτρων τέρψεις 308 καὶ πανηγύρεων; καὶ ὅσα τοιαῦτα προείρηται ἡμῖν ἐπὶ τοῦ φθάσαντος κλητικοῦ ἐρεῖς.

Εἰ δὲ παρὰ πόλιν καλοίης ἄρχοντα μὴ πάνυ τι σεμνὸν μηδὲ ἀρχαῖον ἔχουσαν, ὅπερ οὐκ οἶμαι, τὴν θέσιν ἐρεῖς μετὰ τὰ προοίμια τῆς χώρας, εἶτα τῆς πόλεως, εἶτα τοῖς ὅλοις ἐφεξῆς χρήσῃ κεφαλαίοις· ἀναπληρώσει γάρ σοι ἡ θέσις τὸν τῆς πόλεως ἔπαινον. ἔνιοι δὲ διαιροῦσι τὸν κλητικὸν μετὰ τὰ προοίμια, ἕτεροι δὲ κατὰ ἕνωσιν ὡς ἂν εἴποι τις τὸ τῆς πόλεως ἐγκώμιον καὶ τὸ τοῦ ἄρχοντος προάγοντες, τοῖς δὲ ἄλλοις οὕτως, ὡς ἤδη φθάσαντες εἴπομεν, χρώμενοι· κατὰ ἕνωσιν δὲ ἔφην οὕτως, οἷον θαυμαστὸν μὲν ἡμεῖς αὐχοῦμεν οἰκιστήν, οὕτω δὲ γένος φιλάνθρωπον ἡ πόλις, καὶ τούτου τὸ πλεονέκτημα. ἢ τοὐναντίον τὰ τοῦ ἄρχοντος προτάττουσιν, ὅπερ ἄμεινον, τὰ δὲ τῆς πόλεως τοῖς ἐκείνου ὑποβάλλουσιν, οἷον γένος σοι λαμπρὸν καὶ ἡμῖν οἰκιστὴς θαυμαστός· δίκαιος, οὐδὲ ἡ πόλις ἀμοιρεῖ τοῦ πλεονεκτήματος· φιλανθρωπίαν 309 τιμᾷς, καὶ ἡ πόλις ἡ καλοῦσα φιλάνθρωπος. προάξεις δὲ καὶ τὸν κλητικόν, ὡς ἂν αὐτὸς ἔχειν δοκιμάσῃς.

ΠΕΡΙ ΣΥΝΤΑΚΤΙΚΟΥ.

15 Ὁ συνταττόμενος δῆλός ἐστιν ἀνιώμενος ἐπὶ τῷ χωρισμῷ, καὶ εἰ μὴ ὄντως ἀνιῷτο, προσποιήσεται πεπονθέναι πρὸς ἐκείνους οἷς συντάττεται. προὔλαβε μὲν ὁ θεῖος Ὅμηρος καὶ τοῦτο τὸ εἶδος· κινῶν γὰρ ἐκ τῆς Φαιακίας Ὀδυσσέα ποιεῖ συνταττόμενον αὐτὸν Ἀλκινόῳ καὶ Φαίαξι καὶ μικρὸν ὕστερον Ἀρήτῃ τῇ Ἀλκινόου, καὶ περιτέθεικεν αὐτῷ συνταττομένῳ τῇ γυναικὶ ταῦτα τὰ ἔπη, χαῖρέ μοι, ὦ βασίλεια, διαμπερὲς εἰσόκε γῆραςἔλθοι καὶ θάνατος, τάτʼ ἐπʼ ἀνθρώποισι πέλονται, αὐτὰρ ἐγ νέομαι, σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳπαισί τε καὶ λαοῖσι, καὶ Ἀλκινόῳ βασιλῆι. πρὸς δὲ τοὺς Φαίακας καὶ Ἀλκινόῳ ἡνίκα συνετάττετο φησὶν αὐτὸν εἰρηκέναι ἐν τῇ ῥαψῳδίᾳ ταῦτα· 310 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί·ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,πομπὴ καὶ φίλα δῶρα, καὶ τὰ ἑξῆς. ἐπειδὴ δὲ δεῖ τὸν ῥήτορα καὶ περιεργότερον χρῆσθαι τῷ εἴδει καὶ ἐξεργασίᾳ πλείονι, φέρε μὴ ἀφιστάμενοι τοῦ Ὁμηρικοῦ ἔθους διέλωμεν. χάριν ὁμολογήσει τῇ πόλει, ἐξ ᾗς ἡ ἐπάνοδος, ἐπαινέσεις δὲ αὐτήν, ὁπόθεν ἂν ὁ καιρὸς αὐτῇ διδῷ τὰ ἐγκώμια, οἷον ἀπὸ τῶν ἀρχαίων εἴ τι σεμνὸν ἔχοις, ἀπὸ τῶν ἀέρων, ἀπὸ τοῦ εἴδους τοῦ κάλλους, οἷον ἀπὸ στοῶν καὶ λιμένων καὶ ἀκροπόλεως καὶ ἱερῶν πολυτελῶν καὶ ἀγαλμάτων. ἐπαινέσεις δὲ μετὰ ταῦτα καὶ τὰς ἐν αὐτῇ πανηγύρεις καὶ ἱερομηνίας καὶ μουσικὰ θέατρα καὶ ἀγώνων διαθέσεις, πανταχοῦ παραπλέκων, ἵνα μὴ ἀπλοῦν γένηται ἐγκώμιον, τὸ ὅτι ἀνιᾶται μέλλων τούτων χωρίζεσθαι ἐφʼ ἑκάστῳ σχεδὸν εἰπεῖν τῶν νοημάτων, ἵνα συντακτικὸν εἶδος ὁ λόγος λάβῃ. ἐπαινέσεις δὲ καὶ τοὺς ἄνδρας, οἷον ἱερέας, εἰ τύχοι, δᾳδούχους τε καὶ ἱεροφάντας καὶ τὰ ἤθη τῶν ἀνδρῶν, ὅτι ἥμεροι καὶ φιλόξενοι, καὶ ἑτέροις δὲ ὁμοίως συντάξεται, κἀνταῦθα ἐνδεικνύμενος τὸ καὶ ἀλγεῖν καὶ δακρύειν 311 ἐπὶ τῷ χωρισμῷ. μετὰ δὲ τὸ πρῶτον μέρος ἥξεις πάλιν ἐφʼ ἕτερον μέρος, ἐν μνησθήσεται καὶ τῶν τόπων, εἰς οὓς ἐπανελεύσεται. καὶ εἰ μὲν εἶεν ἄγνωστοι οἱ ἄνδρες παρʼ οὓς καὶ σπεύδειν ἔκρινεν, ἐρεῖς· πῶς ἄρα ἡμᾶς ὑποδέξονται, τίνες ἄρα πάλιν συνήθεις; εἰ δὲ παρὰ τὴν αὐτοῦ πατρίδα σπεύδει, ἐρεῖς· τίς γὰρ οὐ ποθήσει τὴν οἰκείαν; ἴσως γὰρ ἀκούετε καὶ ὑμεῖς· ἔνδοξος γὰρ καὶ λαμπρὰ παρὰ πᾶσιν ἡμῶν ἡ πόλις. εἶτα συνεύξῃ που τούτοις παρὰ τῶν ποιητῶν ἐξελὼν τὰ κάλλιστα, καὶ ὅτι πολλῶν ἂν χρημάτων προτιμήσειας πυνθάνεσθαι δὴ περὶ αὐτῶν τὰ βέλτιστα, καὶ ὅτι ἐπιλήσῃ αὐτῶν οὐδέποτε, καὶ ὅτι διαδώσεις λόγον ἁπανταχοῦ θαυμάζων αὐτῶν τὰ ἐξαίρετα. συνεύξῃ δὲ ἑαυτῷ καὶ πλοῦν ἀγαθὸν καὶ ἐπάνοδον χρηστήν, καὶ ὅ τι ἂν οὕτω τύχῃ, καὶ εἰ παῖδας ποιήσειας, ἀποστελεῖς αὐτοὺς ὀψομένους τὴν αὐτὴν πόλιν.

Ἐὰν δὲ τῇ πατρίδι συντάττεσθαι μέλλῃς, ἔστω μέν σοι ὁμοίως τὰ πάτρια ἐρωτικά, καὶ ἐχέτω μὲν ἔνδειξιν 312 τῆς λύπης ὁ λόγος, ἣν ἔχεις τῶν τοσούτων καλῶν κἀγαθῶν χωριζόμενος, τὰ δὲ δεύτερα τοῦ λόγου ἐχέτω ἔπαινον τῆς πόλεως, ἐφʼ ἣν σπεύδεις, οἷον τῆς δόξης, τῆς εὐκλείας, ὅτι πυνθάνομαπ τὴν πόλιν εἶναι μεγάλην καὶ θαυμαστήν, ὅτι ἀκούω λόγων αὐτὴν εἶναι καὶ Μουσῶν ἐργαστήριον. ἐνδιατρίψεις δὲ τῷ λόγῳ τῷ περὶ τῆς χρείας καὶ τῆς αἰτίας, διʼ ἣν ἐπείγῃ, ὅτι ἐκεῖ πυνθάνομαι Πιερίαν ὄντως, ἐκεῖ τὸν Ἑλικῶνα· καὶ ὅταν αὐξήσῃς τοῦτο τὸ μέρος, καὶ τὴν χρείαν ἐρεῖς διʼ ἣν σπεύδεις· δεῖ γὰρ ταῖς ἀνάγκαις τοῦτο θεραπεύειν· ὁρῶμεν δὲ καὶ τὴν φύσιν τοῦ παντὸς πειθομένην ταῖς τῆς φύσεως ἀνάγκαις, καὶ ὡς ὁ πατὴρ τῶν ὅλων ἐνομοθέτησε. διὸ καὶ πᾶσα ἀνάγκη τῷ νόμῳ πείθεσθαι τῆς πατρίδος. τοῦτο δέ σοι ἁρμόσει λέγειν οὐχ ὅταν ἀπὸ τῆς αὐτοῦ πατρίδος ἐφʼ ἑτέραν σπεύδῃς γῆν, ἀλλʼ ὅταν ἀπʼ ἄλλης εἰς τὴν σαυτοῦ πατρίδα καλῇ. ἐρεῖς δὲ ἐν τούτῳ, ὅτι λαμπρὰ καὶ μεγάλη ἡ πατρὶς καὶ ἀξία ποθεῖσθαι, ἀλλʼ ὅμως ὑμεῖς ἐμοὶ ποθεινότεροι. καλὸν μὲν καὶ τὸ περιπτύξασθαι γονέας καὶ ἀδελφοὺς καὶ γένος, ἀλλʼ ὅμως οὐ μείονας ἔχω καὶ περὶ ὑμᾶς τοὺς ἔρωτας· ἀλλὰ τί γὰρ δεῖ ποιεῖν· ἀνάγκη γὰρ ἐπείγει. 313 ταῦτα δὲ ἐρεῖς, ὅταν εἰς τὴν ἑαυτοῦ πατρίδα, ὡς ἔφαμεν, ἀπὸ τῆς ἀλλοδαπῆς ἀπαίρειν μέλλῃς. ἐρεῖς δὲ ἐν ἀρχῇ τοῦ δευτέρου μέρους τῆς συντακτικῆς ταῦτα εὐθὺς μετὰ τὰ ἐρωτικά, εἶτα δὲ ἄλλα τάξεις ἐφεξῆς, ὡς ἔφαμεν.

Ἐπανέλθωμεν δὴ πάλιν εἰς τὸν προκείμενον λόγον, ὅταν τις ἀπαίρειν ἀπὸ τῆς ἰδίας πατρίδος εἰς ἄλλην πόλιν βούληται. οὐκοῦν ἐφεξῆς μετὰ τὰ προειρημένα περὶ τούτου, λέγω δὴ μετὰ τὸ εἰπεῖν ὅτι πυνθάνομαι τὴν Πιερίαν ὄντως ἐκεῖ τυγχάνειν καὶ τὸν Ἑλικῶνα, ὡς ἐνδέχεται ἔτι τῆς ἡλικίας λόγους πονεῖν. εἶτα ἐπάξεις πάλιν, ὅτι ἐρανιοῦμαι καὶ λόγους καὶ φιλοσοφίαν, μαθήσομαι διʼ ὑμᾶς καὶ τὴν κοινὴν πατρίδα, καὶ ὅταν αἴσθωμαι τελέως οἷός τε ὢν τὴν ἐνεγκοῦσαν ὠφελεῖν, τότε πάλιν ποθήσω τὴν πόλιν καὶ τὸ γένος. τίς γὰρ Ἴβηρσι παρατυχὼν ἢ παρὰ Λωτοφάγους ἀφικόμενος οὐκ ἄν ὑμᾶς προτιμήσειεν, ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων,ὡς Ὅμξρός πού φησι,ἧς γαίης καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι. μετὰ δὲ ταῦτα συνεύξῃ τῇ τε πόλει τὰ κάλλιστα, καὶ σαυτῷ περὶ τῆς ὁδοῦ καὶ περὶ τοῦ τυχεῖν τούτων ὗν σπουδάζεις σύν ἀγαθῇ καὶ λαμπρᾷ τύχῃ, καὶ περὶ τῆς 314 ἐπανόδου πάλιν· καλλωπίσεις δὲ τὸν λόγον καὶ εἰκόσι καὶ ἱστορίαις καὶ παραβολαῖς καὶ ταῖς ἄλλαις γλυκύτησι καὶ ἐκφράσεσί τισιν ἐν τῷ ἐπαίνῳ τῆς πόλεως, στοῶν καὶ λιμένων καὶ ποταμῶν καὶ πηγῶν καὶ ἂλσεων, καὶ ἦθος δὲ περιθήσεις τῷ λόγῳ μέτριον καὶ ἀπλοῦν καὶ δεξιόν, τὴν ἐπιείκειαν πανταχοῦ ἐμφανίζων μετὰ τοῦ μὴ καθαιρεῖν τὸ ἀξίωμα μηδὲ ὑποπεπτωκέναι. μεμνῆσθαι δέ σε χρὴ τοῦ θεωρήματος, ὅτι πᾶσα ἀνάγκη καὶ πρώτην ἐπαινεῖν καὶ πρώτην θαυμάζειν τὴν πόλιν πρὸς ἣν ἂν ὁ λόγος σοι γίγνηται, ἀφορᾶν δὲ χρὴ καὶ πρὸς τὰς πόλεις, εἰς ἃς σπεύδει τις, καὶ εἰ μὲν ἐφάμιλλοί εἰσιν αἱ πόλεις ἢ ὀλίγῳ βελτίους ἢ καὶ πολλῷ τῆς πόλεως, πρὸς ἣν ἂν συντάττηταί τις, ἐρεῖς, ὅτι οὐ μείων ἐκείνης αὕτη· δεῖ γὰρ μηδαμῶς καθαιρεῖν τὴν πόλιν ἣν ἐπαινεῖν προειλόμεθα καὶ πρὸς ἣν συνταττόμεθα. εἰ δὲ πολλῷ ἐλάττους εἶεν αἰ πόλεις, παρʼ ἃς ἂν σπεύδῃ τις, τότε τὴν χρείαν αὐξήσεις, διʼ ἣν σπεύδει, ὅτι κρείττων μὲν ἡ ὑμετέρα πόλις πρὸς ἣν συντάττομαι, ἡ δὲ ἀναγκαία χρεία τοῦ κτήματος, ὃ βουλόμεθα ἐρανίσασθαι, μόλις ἂν διʼ ἐκείνης γένοιτο. 315 ἔστω δέ σου τὸ μέτρον τοῦ λόγου ἡ χρεία. καὶ εἰ μὲν ὡς ἐν λαλιᾷ, βραχὺς δὲ ὁ τῆς λαλιᾶς λόγος, διὰ συντόμων ἐρεῖς, καὶ μάλιστα ὅταν πρὸς τῇ λαλιᾷ ταύτῃ μέλλῃς ἕτερον εὐθύς παρέχεσθαι λόγον· εἰ δὲ συντάξασθαι μόνον προθυμηθείης, καὶ ταύτην ἐπίδειξιν μόνον κατʼ ἐκείνην τὴν ἡμέραν ποιήσασθαι, προάξεις τὴν συντακτικὴν συγγραφικῶς καὶ ἄχρι διακοσίων στίχων ἢ τριακοσίων, εἰ βουληθείης, καὶ οὐδείς σοι μέμψεται εὖ φρονῶν.

ΠΕΡΙ ΜΟΝΩΔΙΑΣ.

16 Ὅμηρος ὁ θεῖος ποιητὴς τά τε ἄλλα ἡμᾶς ἐπαίδευσε καὶ τὸ τῆς μονῳδίας εἶδος οὐ παραλέλοιπε· καὶ γὰρ Ἀνδρομάχῃ καὶ Πριάμῳ καὶ τῇ Ἑκάβῃ λόγους μονῳδικοὺς περιτέθεικεν οἰκείους ἑκάστῳ προσώπῳ, ὧσπερ ἐκδιδάξαι βουλόμενος ἡμὰς μηδὲ τούτων ἀπείρως ἔχειν. χρὴ τοίνυν λαβόντας παρὰ τοῦ ποιητοῦ τὰς ἀφορμὰς ἐπεξεργάζεσθαι ταύτας γνόντας τὸ θεώρημα, ὁποῖον ὁ ποιητὴς παρέδωκεν. τί τοίνυν ἡ μονῳδία βούλεται; θρηνεῖν καὶ κατοικτίζεσθαι, κὰν μὲν μὴ προσήκων ᾐ 316 ὁ τεθνεώς, αὐτὸν μόνον θρηνεῖν τὸν ἀπελθόντα, παραμιγνύντα τὰ ἐγκώμια τοῖς θρήνοις καὶ συνεχῶς τὸν θρῆνον ἐμφανίζειν, ἵνα μὴ ἀπολύτως ἐγκώμιον ᾖ, ἀλλʼ ἵνα πρόφασις τοῦ θρήνου ᾖ τὸ ἐγκώμιον· ἂν δὲ προσήκων ᾗ, οὐδὲν ἧττον καὶ αὐτὸς ὁ λέγων οἰκτιεῖται ἢ ὅτι ὀρφανὸς καταλέλειπται, ἢ ὅτι ἀρίστου πατρὸς ἐστέρηται καὶ τὴν ἐρημίαν ὀδύρεται τὴν ἑαυτοῦ αὐτός. ἐὰν δὲ καὶ πόλεως τύχῃ προεστὼς ὁ μεταστάς, ἐρεῖς τι καὶ περὶ αὐτῆς τῆς πόλεως μεταχειριζόμενος, καὶ ταύτης τὰ ἐγκώμια πρὸς τὴν ὑπόθεσιν, ὅτι λαμπρὰ μὲν ἡ πόλις, ὁ δὲ ἐγείρας αὐτὴν ὁ πεπτωκώς ἐστιν. ἢ οὕτω, τίς ἐπιμελήσεται, τίς διασώσει, καθάπερ ἐκεῖνος; ἐὰν δὲ νέος τύχῃ ὁ τελευτήσας, ἀπὸ τῆς ἡλικίας τὸν θρῆνον κινήσεις, ἀπὸ τῆς φύσεως ὅτι εὐφυής, ὅτι μεγάλας παρέσχεν τὰς ἐλπίδας, καὶ ἀπὸ τῶν συμβάντων, ὅτι ἀνύειν τι ἔμελλε μετὰ μικρὸν ὁ θάλαμος, ἔμελλον αἱ παστάδες· ἀπὸ τῶν περὶ τὴν πόλιν, ὅτι ἡ πόλις ἐπίδοξος ἦν ἕξειν τὸν προστησόμενον, τὸν δημηγορήσοντα, τὸν ἀγῶνα διαθήσοντα. πανταχοῦ δὲ ἐκ μεταχειρίσεως αὐτὰ ταῦτα ἀφορμὰς ποιεῖσθαι τῶν θρήνων δεῖ. χρὴ τοίνυν ἐν τούτοις τοῖς λόγοις εὐθύς μὲν σχετλιάζειν ἐν ἀρχῇ πρὸς δαίμονας καὶ πρὸς μοῖραν ἄδικον, πρὸς πεπρωμένην νόμον ὁρίσασαν 317 ἄδικον, εἶτα ἀπὸ τοῦ κατεπείγοντος εὐθύς λαμβάνειν. οἷον ἐξήρπασαν, οἷα κατὰ τοῦ πεσόντος ἐκώμασαν. ἀλλʼ ἵνα μὴ πολλὰ τοιαῦτα λέγωμεν, ἀπλῶς χρήσῃ ταύτῃ τῇ τέχνῃ, καὶ διαιρήσεις πρὸς τὰς τοιαύτας ὑποθέσεις τὸν λόγον. διαιρήσεις δὲ τὴν μονῳδίαν εἰς χρόνους τρεῖς, τὸν παρόντα εὐθὺς καὶ πρῶτον· μᾶλλον γὰρ ὁ λόγος κινητικώτερος εἴη ἀπὸ τῶν ἐπʼ ὄψιν καὶ τῶν νῦν συμβάντων, οἰκτίζων τε, εἰ τὴν ἡλικίαν ἢ τὸν τρόπον τοῦ θανάτου λέγοι τις, εἰ μακρᾷ νόσῳ περιπεπτωκὼς εἴη, εἰ ὀξὺς ὁ θάνατος ἀπὸ τῆς συνόδου τῶν παρόντων, ὅτι συνεληλύθασιν οὐκ εἰς θέατρον εὔδαιμον, οὐκ εἰς θέαν εὐκταίαν. εἶτα ἀπὸ τοῦ παρεληλυθότος χρόνου, οἷος ἠν ἐν νέοις ὅτε ἦν νέος, οἷος ἐν ἀνδράσιν ἀνὴρ τυγχάνων, ὅπως ὁμιλητικός, ὅπως ἤπιος, ὅπως ἐπὶ λόγοις διαπρέπων, ὅπως ἐν νεανίσκοις καὶ ἡλικιώταις γαῦρος, οἷος ἐν κυνηγεσίοις, οἷος ἐν γυμινασίοις. ἀπὸ δὲ τοῦ μέλλοντος, οἵας εἶχεν ἐλπίδας ἐπʼ αὐτῷ τὸ γένος, εἴτα ἀποστροφῇ χρήσῃ ὦ γένος λαμπρὸν καὶ εὐδόκιμον ἄχρι τῆς παρούσης ὥρας, κομᾷς μὲν ἐπὶ χρυσῷ καὶ ὄλβῳ καὶ εὐγενείᾳ τῇ θρυλουμένῃ, ἀλλʼ ἅπαντα 318 συνέχεεν καὶ ἀνεσκεύασεν ὁ πεσών. τί τοιοῦτον κειμιήλιον κέκτησαι, οἷον ἀποβέβληκας; συνοδύρου οὖν καὶ πατρὶ καὶ μητρί, καὶ αὐξήσεις τὸν οἶκτον, οἵων ἐλπίδων ἐστέρηνται. καὶ ἀπὸ τῆς πόλεως ἐπιχειρήσεις λέγων πάλιν, οἷος ἄν περὶ αὐτὴν ἐγένετο, οἷον ἂν παρέσχεν ἑαυτὸν εἰς φιλοτιμίαν, καὶ οἷον παρεῖχεν. κἂν μὲν τῶν πολιτευομένων ᾖ, ἐρεῖς τούτων τὰ πολλὰ ἐν τῷ παρεληλυθότι χρόνῳ· εἰ δὲ τῶν μελλόντων προστάττειν, ταῦτα ἐρεῖς ἐν τῷ μέλλοντι, καὶ ὅλως ἐφαρμόσεις τοῖς χρόνοις ἀεὶ τὰ ἀπὸ τῶν προσώπων. εἶτα μετὰ τοὺς τρεῖς χρόνους διαγράψεις τὴν ἐκφοράν, τὴν σύνοδον τῆς πόλεως· εἴθε μὲν οὖν προεπέμπετο εἰς θάλαμον, εἴθε μὲν οὖν εἰς ἀποδημίαν, ἐξ ἧς ἔμελλεν ἐπανιέναι, εἴθε ἀκροασόμενοι λόγων αὐτοῦ συνεληλύθειμεν. εἶτα διατυπώσεις τὸ εἶδος τοῦ σώματος,  οἷος ἦν ἀποβεβληκὼς τὸ κάλλος, τὸ τῶν παρειῶν ἐρύθημα, οἷα γλῶττα συνέσταλται, οἷος ἴουλος ἐφαίνετο μαρανθείς, οἷοι βόστρυχοι κόμης οὐκέτι λοιπὸν περίβλεπτοι, ὀφθαλμῶν δὲ βολαὶ καὶ γλῆναι κατακοιμηθεῖσαι, βλεφάρων δὲ ἕλικες οὐκέτι ἕλικες, ἀλλὰ συμπεπτωκότα πάντα. εὔδηλον δὲ ὡς αἰ μονῳδίαι εἰώθασιν ἐπὶ νεωτέροις λέγεσθαι, ἀλλʼ οὐκ ἐπὶ γεγηρακόσι· τοὺς γὰρ πρεσβύτας ὡς νέους ἐν μονῳδίᾳ 319 θρηνεῖν, πῶς οὐ περιττὸν ὄντως καὶ μάταιον; ῥηθείη δʼ ἂν μονῳδία καὶ ἀνδρὸς ἐπὶ τῇ αὐτοῦ γυναικὶ λέγοντος· ἐχέτω δὲ μνήμην καὶ ζώων ἀλόγων, οἷον οὐδὲ ἄλογα ζῶα, οἷον βοῦς ἢ ἵππος ἢ κύκνος ἢ χελιδὼν ἀνέχεται χωριζόμενα ἀλλήλων, ἀλλʼ ἐπισημαίνει τῇ φωνῇ ὀδυρόμενα, οἷον ὁ κύκνος ἀνεὶς τὸ πτερὸν τῷ Ζεφύρῳ δακρύει τὸν δύννομον, καὶ χελιδὼν ὀδύρεται καὶ τὴν μουσικὴν εἰς θρῆνον μεταβάλλει πολλάκις καὶ ἐπὶ τῶν πετάλων τῶν δένδρων ίζάνουσα κατοδύρεται. ἔστω δὲ μὴ πέρα τῶν ἑκατὸν πεντήκοντα ἐπῶν ὁ λόγος διὰ τὸ μὴ ἀνέχεσθαι τοὺς πενθοῦντας μακρὰς σχολῆς μηδὲ λόγων μήκους ἐν συμφοραῖς καὶ ἀκαιρίαις. ἡ μονῳδία δὲ ἀεὶ ἄνετος.