GetPassage urn:cts:greekLit:tlg2058.tlg001.1st1K-grc1:3.1-3.16 urn:cts:greekLit:tlg2058.tlg001.1st1K-grc1:3.1-3.16

1. Ὅτι Κωνσταντῖνόν φησι, ὃς ἦν πρεσβύτερος τῶν Κωνοταντίνου Phot.

1—S. 30, 3 vgl. Socrat. II 5. Sozomen. III 2, 10. Zosim. II 41 1 Titel rot geschrieben B | 2 Κωνσταντῖνον Tillemont] κώνσταντα B, s. unt. S. 30, 3 εἰς τὴν Κώνσταντος und 1a

1a. Artemii Passio 8: Ἄρτι τοῦ μεγάλου Κωνσταντίνου τελευτήσαντος, ἠ τῶν 'Ρωμαίων ἀρχὴ εἰς τρεῖς διῃρέθη ἀρχάς, τῶν υἱῶν αὐτοῦ Κωνσταντίνου Κωνοταντίου τε καὶ Κώνσταντος ταύτας μερισαμένων. καὶ τῷ μὲν πρώτῳ Κωνσταντίνῳ αἱ ἄνω Γαλλίαι καὶ τὰ ἐπέκεινα Ἄλπεων αἵ τε Βρεττανικαὶ νῆσοι καὶ ἕως τοῦ ἑσπερίου Ὠκεανοῦ κλῆρος ἐδόθησαν· τῷ δέ γε Κώνσταντι ὡς ὑστάτῳ αἱ κάτω Γαλλίαι ἤγουν αἱ Ἰταλίαι καὶ αὐτὴ ἡ 'Ρώμη. ὁ δὲ Κωνστάντιος ὁ δεύτερος τῶν Κωνσταντίνου υἱῶν, ὃς ἦν ἐπὶ τῶν τῆς Ἑῴας τότε πραγμάτων πρὸς τοὺς Πέροας ἀγωνιζόμενος, τὸ τῆς Ἀνατολῆς ἀσπάζεται μέρος· καὶ τό τε Βυζάντιον μετονομασθὲν εἰς Κωνσταντινούπολιν καὶ νέαν 'Ρώμην ποιεῖται βασίλειον καὶ τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ

8 vor Κωνσταντίου + καὶ T | τε V s | 9 Γαλλίαι] γάλλη T | 10 βρετανικαὶ RS | 12 ἱταλλίαι T | ἡ SSymeon > PRMVT | 14 Ἀνατολῆς] ἑώσα R | 15 τε > MVSymeon | 16 τὰ > R

[zu 1a] Vgl. Theophylact. Bulgar. Passio XV Martyrum 5 PG 126, 160 B: Τῶν δὲ υἱῶν αὐτοῦ Κωνσταντίνῳ μὲν τῷ πρώτῳ αἵ τε Γαλλίαι καὶ τὰ πρὸς τῷ πέρατι τοῦ ἑσπερίου Ὠκεανοῦ αἵ τε Βριτανικαὶ νῆσοι εἰς κλῆρον ἀπενεμήθησαν· Κώνσταντι δὲ τῷ ὑστάτῳ αἵτε Ἰταλίαι καὶ αὐτὴ ἡ 'Ρώμη ἄχρι καὶ τοῦ Ἰλλυρικοῦ· Κωνσταντίῳ δὲ τῷ μέσῳ ἥ τε Ἑῴα [αἰῶα ΗS] πᾶσα καὶ Λιβύη καὶ Αἴγυπτος.

Zonar. XIII 5, 1—4: Ἡ δὲ τῶν 'Ρωμαίων ἡγεμονία εἰς τοὺς τρεῖς ἐκείνου (näml. Kωνσταντίνου) παῖδας μεμέριστο ξύμπασα, ὡς μέν τινες συνεγράψαντο, παρὰ τοῦ πατρὸς αὐτοῖς διανεμηθεῖσα, ὡς δ᾿ ἕτεροι, καθ᾿ ἑαυτοὺς ταύτην αὐτῶν διελομένων μετὰ τὴν ἀποβίωσιν τοῦ πατρός. οὕτω δ᾿ ἱστόρηται προβῆναι παρὰ σφίσιν ἡ διανέμησις· τῷ μὲν Κώνσταντι προσκληρωθῆναι τὴν Ἰταλίαν καὶ τὴν ῾Ρώμην αὐτὴν τὴν Ἀφρικήν τε καὶ Σικελίαν καὶ τὰς λοιπὰς τῶν νήσων, ἀλλὰ μέντοι καὶ τὸ Ἰλλυρικὸν καὶ τὴν Μακεδονίαν καὶ σὺν τῇ Ἑλλάσι τὴν Πελοπόννησον· τῷ δὲ Κωνσταντίνῳ τὰς Κοττίου, Ἄλπεις σὺν ταῖς Γαλλίαις προσνεμηθῆναι (Κοττίαι δὲ ὠνομάσθησαν ἀπὸ Κοττίου, βασιλέως τῶν τόπων τούτων γενομένου) καὶ τὸ Πυρηναῖον κλίμα μέχρι τῶν Μαύρων τῶν τῷ πορθμῷ διωρισμένων τῷ τοῦ Ὠκεανοῦ· τοῦ Κων- 32 Κοττίαι — 33 γενομένου > BC, »habet inter argumenta C« Phot.παίδων, ἐπιβουλεῦσαι τῷ ἀδελφῷ Κώνσταντι· καὶ μάχῃ τοῖς στρατηγοῖς αὐτοῦ συρραγέντα διαφθαρῆναί τε καὶ τὴν μοῖραν τῆς ὑπαὐτὸν ἀρχῆς εἰς τὴν Κώνσταντος ἀνακοινωθῆναι.

1 Κώνσταντι Tillemont] κωνσταντίνω B, s. ob. S. 29, 4 fArt.P.

μέχρι τῆς Προποντίδος ὁπόσα ὑπήκοα Ῥωμαίοις, τήν τε Συρίαν καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν καὶ Αἴγυπτον καὶ τὰς νήσους ἁπάσας τῇ αὐτοῦ βασιλείᾳ καὶ πολιτείᾳ ὑποτελῆ καθίστησιν. Ebd. 9: Ὡς οὐν εἴρηται τῶν βασιλέων τριῶν τυγχανόντων καὶ τῆς αὐτοῦ μοίρας ἑκάστου αὐτῶν βασιλεύοντος, ὁ πρῶτος αὐτῶν Κωνσταντῖνος τῆς οἰκείας μερίδος ἀπαναστὰς καὶ πρὸς τὴν τοῦ ἐσχάτου ἀδελφοῦ κληροδοσίαν ἐπανελθών, ἐκείνου Πρὸς τὴν Ῥώμην ἀποδημήσαντος, ἐπεχείρει τι τῶν ἀδίκων κατὰ τοῦ ἀδελφοῦ διαπράξασθαι. καὶ αὐτὸν μὴ παρόντα διέβαλλεν ὡς οὐ καλῶς τῶν πραγμάτων διανεμηθέντων, καὶ ὅτι πλεῖστον μέρος τῆς αὐτῷ προσηκούσης ἀρχῆς ἐσφετερίσατο. οἱ δὲ τῆς χώρας στρατηγοί τε καὶ φύλακες οὓς ὁ Κώνστας ἐχειροτόνησεν, οὐκ ἔφασαν χωρὶς τῆς ἐκείνου γνώμης τε καὶ βουλῆς δύνασθαί τι μικρὸν ἢ μέγα μετακινεῖν· ἀνόσιον γάρ. ὁ δὲ πρὸς πόλεμον ἀποδύεται καὶ ὅπλα κινεῖ κατὰ τοῦ μηθὲν ἀδικήσαντος. πίπτει τοίνυν ὁ Κωνσταντῖνος έν τῷ πολέμῳ μαχόμενος, καὶ τῆς μερίδος τῶν ἀλλοτρίων ἐπιθυμῶν, καὶ ἅπερ ἐδόκει βεβαίως κρατεῖν προσαπώλεσεν. [§ 10] ὁ τοίνυν λαὸς ἀποκλίνει πρὸς Κώνσταντα, καὶ γίνεται πᾶσα ἡ τῆς Ἑσπέρας ἀρχὴ ὑπ’ ἐκείνῳ μηδὲν περὶ ταύτης σπουδάσαντι, τοῦ θεοῦ ταῦτα δικάσαντος, τοῦ εἰπόντος· μὴ κίνει ὅρια πατέρων σου, μήτε τοῦ πλησίον καθάπτου τῆς αὕλακος«. ὁ γὰρ κατὰ τοῦ πλησίον πονηρευόμεος, αὐτὸς ἑαυτῷ συνεισάγει τὸν ὄλεθρον, τὴν τοῦ θεοῦ δικην ἐφ’ ἑαυτὸν ἐπισπώμενος. βασιλεύει τοίνυν ὁ Κώσττας ἐφ᾿ ὅλης τῆς ἑσπερίου ἀρχῆς, τὰς δύο κληροδοσίας εἰς ἓν συνάψας καὶ μίαν ἀρχὴν αμφοτερα τα μέρη στησαμενος.

8–18 vgl. Zonar. XIII 5, 5–17, Cedren. I 521, 18. Theophan. 35 58, 24 — 23.f vgl. Deut. 19 148 μύρασ RT | 11 ἐπανελθών vielleicht in ἐπελθών zu corrigieren; vgl. Zonar.: ὅπλα κατ᾿ αὐτοῦ ἦρεν ὁ Κωνσταντῖνος, καὶ ἐπῆλθε τῷ λάχει τοῦ Κώνσταντος, u. Cedren.: ἐπελθὼν τοῖς Κώνσταντος — μέρεσίν | 14 αὐτῶ, ω durch Corr., R | 15 τε > S | 18 κατ’ αὐτοῦ S | 22 nach θεοῦ + δὲ VSymeon | 23 μήτε] μὴ δὲ RSymeon | 24 καθάπτεί sie T | 25 συνάγει R | 28 συστησάμενοσ T, θέμενος SymeonZonar. σταντίου δὲ λάχος γενέσθαι ὅσα κατὰ τὴν ἑῴαν μοῖραν ἦσαν Ῥωμαίοις ὑπήκοα, καὶ πρὸς τούτοις τὴν Θρᾴκην σὺν τῇ πόλει τῇ πατρικῇ.

2. Ὅτι Κωνστάντιον δι᾿ ἐπαίνων ἄγει καὶ τὴν ἐκκλησίαν φησὶν αὐτὸν Phot. δομήσασθαι τὴν ἐν Κωνσταντινουπόλει καὶ οὖσαν καὶ καλουμένην μεγάλην. καὶ δὲ καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετακομίσαι ἐπὶ τὸν ναὸν ὃν οὑτος ἐξῳκοδομήσατο, τὸ κοινὸν τῶν ἀποστόλων ἐπιφερόμενον ὄνομα· οὗ πλησίον καὶ τὸν πατρῷον τάφον

1 f vgl. Chronic. Paschal. a. 360. Zonar. XIV 6, 19 u. 30. Cedren. I 523, 4. Socrat. II 43, 11 ff. Sozomen. IV 26, 1. Vita Pauli Cplt. episc. bei Photius Biblioth. cod. 257 S. 475 b 27 — 3– S. 32, 4 vgl. Chronic. Paschal. a. 337 S. 533, 517 5 vgl. Euseb. V. C. IV 70. Socrat. I 40, 2. Sozomen. II 34, 5 4 ἐξῳκοδομήσατο Migne ἐξοικοδομήσατο B | 4/5 vgl. Symeon Metaphr. Comment. in S. Lucam Evang. 12 PG 115, 1140 C 12: κοινῷ δὲ τῶν ἀποστόλων ὀνόματι ὁ νεὼς οὑτος προσαγορεύεται

2a. Artemii Passio 17: Ὁ δὲ τὴν ἱστορίαν γράφων τοιαῦτα περὶ Κωνσταντίου καὶ τοῦ μάρτυρος (näml. Ἀρτεμίου) φάσκει· λέγεται δὴ περὶ Κωνσταντίου ὅτι οὐ μόνον τὰ πρὸς θεὸν σπουδαῖός τε καὶ ἐράσμιος ὑπῆρχεν, εἰ καὶ πρὸς τὴν Ἀρειανικὴν ἀπέκλινεν αἵρεσιν, ὑπὸ τοῦ δυσσεβοῦς τε καὶ ἀθεωτάτου Εὐσεβίου τοῦ τῆς Νικομηδείας ἐπισκόπου συνελαθείς· ἐπεὶ τά γε ἄλλα μέτριος καὶ εὐσχημοσύνης ἐς τὰ μάλιστα ἐπιμελούμενος καὶ σωφροσύνης ἄκρως ἐπειλημμένος περί τε τὴν δίαιταν καὶ τὸν ἄλλον τρόπον, καὶ πλείστην γε τὴν εἰς τὰς ἐκκλησίας ἐποιεῖτο σπουδὴν μακρῷ τὸν ἑαυτοῦ πατέρα ταῖς περὶ ταῦτα προθυμίαις ὑπερβάλλεσθαι φιλοτιμούμενος. καὶ τήν τε ἐκκλησίαν ἐδείματο τὴν μεγίστην ἐν τῇ πόλει τοῦ πατρὸς πλησίον τῆς γερουσίας, κάτωθεν τοῦ ἔργου καὶ ἐκ κρηπίδων ἀρξάμενος. καὶ τὸν τοῦ πατρὸς τάφον τιμῶν, νεὼν ἐξῳκοδομήσατο μέγιστον ἐκεῖ θρησκευτήριον· καὶ Ἀνδρέαν τὸν ἀπόστολον ἐκ τῆς Ἀχαΐας μετενεγκών, 15–20 vgl. Cedren. I 521, 2 ff. Zonar. XIII 11, 13 — 2022 Paschal. a. 350 S. 539, 18 f u. a. 360 Ende 2a fehlt in S | 13 ὁ δὲ τὴν ἱστορίαν γράφων ἀναγράφων T), ämlich Philostorgius 30 | nach περὶ + τοῦ Τ | 14 nach Κωνσταντίου + ὅτι οὐ μόνον gestrichen R | γὰρ> R | 17 εὐσεβείου VT | 18 συνελασθεὶσ R | 19 ἄκρας? Mendelssohn | ἐπιλούμενοσ R | 20 τὴν2] τῆσ T | 21 μικρῶ Τ | 22 ὑπερβαλέσθαι PV | 25 ἐξωδομήσατο Τ | 25 f θρησκευτήριον] θυσιαστήριον P [zu 2 Z.5f] Vgl. Zonar. XIII 4,28: Ὅν (näml. Κωνσταντῖνον ὁ υἱὸς ἐξ Ἀντιοχείας παραγενόμενος (ἐκεῖ γὰρ ἦν τοῖς Πέρσαις ἀντιμαχόμενος) <οὐκ> ζῶντα εὑρὼν ἐκήδευσε μεγαλοπρεπῶς καὶ ἐν τῷ τῶν ἁγίων ἀποστόλων κατέθετο ἱερῷ, ἐν ἰδιαζούσῃ μέντοι στοᾷ, ἣν ἐπὶ ταφῇ τοῦ πατρὸς αὐτὸς ᾠκοδόμησεν. 35 <οὐκ> Phot.ἱδρύσασθαι· ναὶ δὴ καὶ Αουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς Ἀχαΐας εἰς τὸ αὐτὸ μετενεγκεῖν τέμενος· ἀλλὰ καὶ Τιμόθεον τὸν ἀπόστολον ὡσαύτως ἐξ Ἐξέσου τῆς Ἰωνίας εἰς τὸν αὐτὸν ἀνακομίσαι περιώνυμον καὶ σεβάσμιον οἰκον.

3. Ὅτι φησὶν ὡς ὁ Κωνστάντιος γνοὺς Ἀθανάσιον τὸν Ἀλεξανδρείας θρόνον ἀναλαβεῖν, ἐκεῖνον μὲν ἐλαύνει τῆς Ἀλεξανδρείας, ἀντιχειροτονηθῆναι δὲ γνώμην ἀποφαίνει Γεώργιον τὸν ἐκ Καππαδοκίας. ὁ δὲ Ἀθανάσιος δείσας καὶ τὰς ἀπειλὰς καὶ τὸν ἐξ ἐπιβουλῆς θάνατον, πρὸς τὸν ἑσπέριον ἀφικνεῖται πάλιν βασιλέα.

4. Ὅτι Κωνστάντιόν φησι διαπρεσβεύσασθαι πρὸς τοὺς πάλαι μὲν Σαβαίους, νῦν δὲ Ὁμηρίτας καλουμένους. ἔστι δὲ τὸ ἔθνος τῶν ἐκ Χεττούρας τῷ Ἀβραὰμ γενομένων. τὴν δὲ χώραν μεγάλην τε Ἀραβίαν καλεῖσθαι καὶ εὐδαίμονα πρὸς τῶν Ἑλλήνων· καθήκειν δὲ ἐπὶ τὸν ἐξωτάτω Ὠκεανόν· ἧς μητρόπολις ἡ Σαβά· ἐξ ἧς καὶ ἡ βασιλὶς ὡς τὸν Σολομῶντα παραγεγόνει. ἐμπερίτομον δὲ τὸ ἔθνος

5 ff vgl. Socrat. II 11 u. 14. Sozomen. III 6, 8 u. 7, 9 f. Theodoret H. E. II 3, 8 f — 12 Gen. 25, 1 ff. Vgl. Joseph. Antiqu. Jiid. I 238 ff — 14 f I Kön. * — S. 33, 3 Niceph. H. E. YIII 35 PG 146, 132 AB 12 γενομένων Migne [vgl. Symeon unt. 33, 34 f] γεννωμένων B | 14 ἐξωτάτ(ω) B ἐξωτάτω Nie. ἐξώτατον ed. | Σάβα ed. | 15 ὡς Bidez] καὶ B, ἐξ ἧς Σολομῶντι παραγεγονέναι λόγος ἔχει τὴν τοῦ νότου βασίλισσαν Nie.Art.P.

ὡς προέφην, ἐκεῖ μετέθηκεν· καὶ μὴν καὶ Αουκᾶν τὸν εὐαγγελιστὴν ἐκ τῆς αὐτῆς μετέθηκεν Ἀχαΐας καὶ Τιμόθεον ἐξ Ἐφέσου τῆς Ἰωνίας. 22 καὶ μὴν — 23 Ἀχαΐας > 4a. [zu Ζ. — S. 34, 11] Symeon Metaphrast. Martyrium Arethae 1 PG 115, 1249 A: Ἐκράτει δὲ καὶ τῆς εὐδαίμονος Ἀραβίας, τῆς πάλαι μὲν Σαβᾶ, νυνὶ δὲ Ὁμηρίτιδος καλουμένης, Δουναάν τις Ἑβραῖος . . . ὃς καὶ τοὺς ὑπὸ χεῖρα πάντας ἐμπεριτόμους εἰχεν, οὓς μὲν ἰουδαΐζοντας, οὓς δὲ καὶ ἀκριβῶς ἑλληνίζοντας, θύοντας ἡλίῳ καὶ σελήνῃ καὶ δαίμοσιν, οὓς ἄρα καὶ κατὰ τὸν ἐπιχώριον τρόπον ἀγάλμασι καὶ στήλαις ἐτίμων. Ebd. 2 PG 115, 1252 A: Πόλις γέ τις πολυάνθρωπος 4a Text von H. Lebegue mit A [= Paris. 789], B [= Paris. 1480], u. C [= Paris. 1486] verglichen; ABC von Jhrdt XI 26–27 u. — S. 33, 31 f über Δουναάν u. Νεγράν [= Martyrium Arethae Boissonade Anecdota graeca V 2 f u. Acta Sanct. Octobr. X 721 f] ört dem alten Arethasmartyrium, das übrige scheint aus Philostorgius [direct ?] geschöpft zu 27 ὁμηρείτιδοσ C | 28 ἐνπεριτόμουσ C]

κατὰ τὴν ὀγδόην περιτεμνόμενον ἡμέραν· καὶ θύουσιν ἡλίῳ καὶ σελήνῃ Phot. καὶ δαίμοσιν ἐπιχωρίοις. οὐκ ὀλίγον δὲ πλῆθος καὶ Ἰουδαίων αὐτοῖς ἀναπέφυρται.

Πρὸς τούτους οὐν διαπρεσβεύεται Κωνστάντιος, ἐπὶ τὴν εὐσέβειαν σκοπὸν ποιούμενος αὐτοὺς μεταθέσθαι· δώροις τε οὐν μεγαλοπρεπέσι καὶ πλήθει τὸν καθηγούμενον τοῦ ἔθνους οἰκειώσασθαι διενοεῖτο, κἀκεῖθεν αὐτοῦ καὶ τὰ τῆς εὐσεβείας σπέρματα χώραν εὑρεῖν ἐναποθέσθαι. ἀξιοῖ δὲ καὶ παρασχεῖν ἐκκλησίαν τοῖς ἐκεῖσε τῶν Ῥωμαίων ἀφικνουμένοις ἀνοικοδομήσασθαι, καὶ εἴ τι ἄλλο τῶν αὐτοχθόνων ἐπὶ τὴν εὐσέβειαν ἀποκλίνοιεν. ἐδίδου δὲ φέρειν φιλοτίμως τοὺς πρέσβεις καὶ τῆς οἰκοδομῆς τὸ ἀνάλωμα.

Ταύτης τῆς πρεσβείας ἐν τοῖς πρώτοις ἦν καὶ Θεόφιλος ὁ Ἰνδός. ὃς πάλαι μέν, Κωνσταντίνου τοῦ πάλαι βασιλεύοντος, ἔτι τὴν ἡλικίαν νεώτατος, καθ᾿ ὁμηρίαν πρὸς τῶι, Διβηνῶν καλουμένων εἰς Ῥωμαίους ἐστάλη· Διβοῦς δ’ ἐστὶν αὐτοῖς ἡ νῆσος χώρα, τῶν Ἰνδῶν δὲ καὶ οὗτοι φέρουσι τὸ ἐπώνυμον. τὸν μέντοι Θεόφιλον, οὐκ ὀλίγον Ῥωμαίοις ἐνδιατρίψαντα χρόνον, τά τε ἤθη πρὸς ἀρετὴν εἰς τὸ ἀκρότατον ῥυθμίσαι καὶ τὴν δόξαν πρὸς εὐσέβειαν, καὶ τὸν μοναύλιον ἀνελέσθαι βίον· καὶ δὴ καὶ εἰς βαθμὸν διακόνων παραγγεῖλαι, Εὐσεβίου τὰς ἱερουργοὺς αὐτῷ χεῖρας ἐπιθεμένου, ἀλλὰ ταῦτα μὲν πρότερον· τὴν δὲ πρεσβείαν ὑπελθόντα, καὶ ἐφόρου λαβεῖν παρὰ τῶν ὁμοδόξων ἀξίωμα.

1 vgl. Lev. 12, 3. Gen. 21, 4 * 12– S. 36, 3 Niceph. H. E. IX 25 4 τούτους Val. τούτοισ B | 6 πλήθει] πειθοῖ Val., aber s. unt. S. 84, 2 ff 7 αὐτ(οῦ) B αὐτὶ ed. | 8 ἐκκλησίας ed., s. unt, S. 34, 12 f | 10 nach δὲ + καὶ ed. | 12 nach Ταύτης | δὲ ed. | 13 τοῦ πάλαι] ob τοῦ πάνυ?? s. S. 46, 31 f 14 πρὸσ τοὺσ διβηνῶν καλουμένουσ B, corr. Val. | 15 διβοῦσ B, aber δίβου unt. S. 35, 2 | δ’ ἔστιν B γ’ ἐστὶν ed. | 17/18 εἰς τὸ ἀκρότατον πρὸς ἀρετὴν ~ ed. | 20 αὐτῷ Gothofred, αὐτ(ῶν) B

ὑπὸ τὸν Ὁμηρίτην κειμένη καλουμένη Νεγράν, συχνὸν ἤδη χρόνον M. Areth. εἰς ἐπίγνωσιν Μοῦσα τῆς ἀληθείας καὶ τὴν εὐσέβειαν ἐπανελομένη, ἐξ ὅτου Κωνστάντιος, ὁ τοῦ μεγάλου Κωνσταντὶνου υἱός, πρὸς Σαβαίους τοὺς νῦν Ὁμηρίτας, τοὺς ἐκ τῆς Χεττούρας τῷ Ἀβραὰμ γενομένους, πρεσβείαν ἐστείλατο, καὶ δώροις οἰκειωσάμενος τὸν τοῦ ἔθνους βασιλέα, ἐκκλησίας τε ἐδείματο καί τινα Θεόφιλον, ἄνδρα πρὸς τὸν μοναδικὸν ἀποκλίναντα βίον καὶ μέγαν ἐν ἠθικαῖς τε καὶ πρακτικαῖς ἀρεταῖς καὶ ὑπὲρ τοὺς τότε πάντας γενόμενον, εἰς προτὴν

31 ὁμηρίτιν B | 32 τῆσ εὐσεβείασ· καὶ τὴν ἀλήθειαν ~ B | 35 ἐπεστείλατο B | 37 μοναδικὸν st. μοναύλιον (ob. Ζ. 18), das Cölibat; s. Philostorgius. 3Phot.

Ὁ μέντοι Κωνστáντιος, μεγαλοπρεπῶς καὶ εἰς τὸ μάλιστα κεχαρισμένον τὴν πρεσβείαν στέλλων, καὶ ἵππους εἰς διακοσίους τῶν ἐκ Καππαδοκίας εὐγενεστάτων ἱππαγωγοῖς πλοίοις κομιζομένους καὶ πολλὰς ἄλλας δωρεὰς εἰς τὸ πολυτελέστατον θαῦμα παρασχεῖν καὶ θελκτηρίους συνεξέπεμψεν.

Καταλαβὼν δὲ τοὺς Σαβαίους, ὁ Θεόφιλος πείθειν ἐπεχείρει τὸν ἐθνάρχην Χριστόν τε σέβειν εἰδέναι καὶ τῆς Ἑλληνικῆς πλάνης ἀποστῆναι. ἡ δὲ τῶν Ἰουδαίων οἰκεία ἐπίνοια * τοῦ δὲ Θεοφίλου παραδόξοις ἔργοις καὶ ἅπαξ καὶ δὶς τὴν εἰς Χριστὸν πίστιν ἄμαχον ἐπιδειξαμένου, εἰς σιγὴν μὲν βαθεῖαν καὶ ἄκον τὸ ἀντιπνέον κατέδυ· τὰ δὲ τῆς πρεσβείας τὸ πέρας ἐδέχετο, καθαρότητι γνώμης τοῦ τὴν ἀρχὴν ἔχοντος τοῦ ἔθνους πρὸς τὴν εὐσέβειαν ἀποκλίναντος καὶ τρεῖς, οὐ μίαν, ἐκκλησίας ἀνὰ τὴν χώραν ἀναστήσαντος, οὐκ ἐξ ὡν οἱ πρέσβεις ἔφερον βασιλικῶν ἀναλωμάτων, ἀλλ’ ἐξ ὧν αὐτὸς ἐκεῖνος προθύμως οἴκοθεν ἐχορήγει· καὶ τῷ θαύματι τῶν Θεοφίλου ἔργων ἐνάμιλλον παρέχειν ἐφιλοτιμεῖτο τὸ πρόθυμον. τῶν δὲ ἐκκλησιῶν μίαν μὲν έν αὐτῇ τῇ μητροπόλει τοῦ παντὸς ἔθνους Τάφαρον ὀνομαζομένῃ καθιδρύσατο· ἑτέραν δὲ ἐν ᾧ τὸ Ῥμωαϊκὸν ἐμπόριον ἐτύγχανεν ἔξω πρὸς τὸν Ὠκεανὸν τετραμμένον· καλοῦσι δὲ τὸ χωρίον Ἀδάνην, ἔνθα καὶ τοὺς ἐκ Ῥωμαίων ἀφικνουμένους ἔθος ἦν καθορμίζεσθαι· τὴν δὲ τρίτην ἐπὶ θάτερον τῆς χώρας μέρος, ἐν ᾧ Περσικὸν ἐμπόριον γνωρίζεται ἐπὶ τῷ στόματι τῆς ἐκεῖσε Περσικῆς κείμενον θαλάσσης.

5. Ὁ μέντοι Θεόφιλος, τὰ ἐν τοῖς Ὁμηρίταις ὡς ἕκαστα δυνατὸν 8 ἐπίνοια· τοῦ δὲ B] ἐπίνοια, τοῦ ed., Stelle ückenhaft; ob ἐπίνοια <ἐπειρᾶτο ἀντιστῆναι;> vgl. unt. Ζ. 27ff | 19 τετραμένον B, corr.M.Areth.

στασίαν τῶν τῇ εὐσεβείᾳ συντιθεμένων ἐξέπεμπεν. ὅτε καὶ τῶν Ἰουδαίων ἀνθισταμένων καὶ ἀναπειθόντων τὸν βάρβαρον μὴ προχείρως οὕτω ξένον εἰς τὴν πολιτείαν εἰσδέξασθαι μηδὲ περὶ τὰ θεῖα νεωτερίζειν, εἰ μή τι πρότερον σημεῖον ὁ Θεόφιλος ἐπιδείξαιτο, οἷα δὴ πολλὰ τούτοις ὡς ἀπίστοις ἀπαιτεῖν ἔθος, καὶ τότε παραχωρῆσαι αὐτῷ τῆς εἰς τὴν πόλιν εἰσόδου, ἐκεῖνον ταῖς θείαις ἐπαγγελιαις θαρρήσαντα ὅτι σημεῖα τοῖς πιστεύσασι παρακολουθήσει, ἐπινεῦσαί τε ἐναπιδιιάστως καὶ πολλὴν τῶν ἀπαιτουμένων θαυμάτων ἐπιδείξασθαι τὴν ἐνέργειαν.

30 f vgl. I Kor. 1, 22 — 33 Mark. 16, 17 27 ob ἐξέπεμψεν? | 29 εἰσδέψεσθαι C 4b. Photii Bibliotheca Cod. 40, ob. S. 2, 24: Ἐξαίρει δὲ äml. ὁ Φιλοστόργιος) . . . ἐν τεραστίοις δὲ καὶ βίῳ . . . Θεόφιλον τὸν Ἰνδόν.

ἠν καὶ ὁ καιρὸς ἐδίδου διαθείς, καὶ τὰς ἐκκλησίας ἱερωσάμενος καὶ Phot. κόσμοις οἷς ἐνῆν δυνατὸν διακοσμήσας, ἐπὶ τὴν Δίβου νῆσον, ἣν αὐτοῦ πατρίδα προεδίδαξεν ὁ λόγος, ἀπέπλευσεν. κἀκεῖθεν εἰς τὴν ἄλλην ἀφίκετο Ἰνδικήν, καὶ πολλὰ τῶν παρ᾿ αὐτοῖς οὐκ εὐαγῶς δρωμένων ἐπηνωρθώσατο. καὶ γὰρ καθεζόμενοι τῶν εὐαγγελικῶν ἀναγνωσμάτων ἐποιοῦντο τὴν ἀκρόασιν, καὶ ἄλλα τινὰ ὡν μὴ θεῖος θεσμὸς ἐπεστάτει διεπράττοντο. ἀλλὰ ταῦθ᾿ ἔκαστα πρὸς τὸ σεβάσμιον αὐτοῖς καὶ θεοφιλὲς μεταρυθμίσας, καὶ τὸ τῆς ἐκκλησίας δόγμα ἐκρατύνατο. οὐ γὰρ ἐδέοντο, φησὶν ὁ δυσσεβὴς οὑτος, τῆς τὸ θεῖον σέβας διορθούσης ὑφηγήσεως, ἐξ ἀρχῆς ἀπαρατρώτως τὸ ἑτεροούσιον πρεσβευόμενοι.

6. Ἐκ δὲ ταύτης τῆς μεγάλης Ἀραβίας εἰς τοὺς Αὐξουμίτας καλουμένους ἀπαίρει Αἰθίοπας, οἳ κατὰ τὰς πρώτας ὄχθας κατῴκηνται τῆς Ἐρυθρᾶς θαλάσσης, ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσκολπιζόμενος ἐργάζεται πᾶσαν. ἡ μέντοι Ἐρυθρὰ ἐπὶ πλεῖστον μηκυνομένη, εἰς δύοτινὰς ἀπομερίζεται κόλπους. καὶ τὸ μὲν αὐτῆς ἐπ᾿ Αἰγύπτου χωρεῖ Κλύσμα, καθ’ ὃ τελευτᾷ τὸ ἐπώνυμον φέρον· δι᾿ οὑ πάλαι καὶ τὸ Ἰσραηλιτικὸν φεύγοντες τοὺς Αἰγυπτίους, ἀβρόχῳ τὸ ῥεῖθρον διεπεραιώθησαν ποδί· τὸ δὲ ἕτερον μέρος ἐπὶ Παλαιστίνης ἔρχεται κατὰ πόλιν Ἀειλὰ ἐκ παλαιοῦ καλουμένην. ἀλλὰ τὰ ταύτης τῆς Ἐρυθρᾶς θαλάσσης ἐν ἀριστερῷ τοῖς ἔξωθεν Αὐξουμῖται κατέχουσιν, ἀπὸ τῆς μητροπόλεως οὕτω κληθέντες· Αὔξουμις γὰρ αὐτοῖς ἡ μητρόπολις. πρότεροι δὲ τούτων τῶν Αὐξουμιτῶν ἐπὶ τὸν ἐξωτάτω πρὸς ἀνατολὰς καθήκοντες Ὠκεανὸν παροικοῦσιν οἱ Σύροι, ταύτην τὴν κλῆσιν καὶ παρὰ τοῖς ἐκεῖσε φέροντες. Ἀλέξανδρος δὲ παρὰ τούτοις ὁ Μακεδὼν ἐκ τῆς Συρίας ἀναστήσας, ἐνταυθοῖ κατῴκισεν· οἳ καὶ νῦν ἔτι τῇ πατρῴῳ φωνῇ κέχρηνται. μέλανες οὐν εἰσι δεινῶς ἅπαντες, ὀξείας αὐτοῖς τῆς ἀκτῖνος τοῦ ἡλίου καθαπτομένης. παρὰ τούτοις ἥ τε ξυλοκασσία μάλιστα γίνεται καὶ ἡ κασσία καὶ τὸ κάσαμον καὶ τὸ κιννάμωμον, καὶ δὴ καὶ ἐλεφάντων πλῆθον.

Πρὸς μὲν τούτους ὁ Θεόφιλος οὐκ ἀφίκετο· τοῖς Αὐξουμίταις δὲ παραγεγονὼς καὶ τὰ ἐκεῖσε καταστησάμενος, τῆς ἐπὶ Ῥωμαίους ἀνα- 17 ff Exod. 14, 22 ff. Vgl. Euseb. Onomastdc. S. 44, 3 2 Διβοῦ ed. | 5 ἐπανωρθώσατο ed. | 7 ob ἐπιτάττει wie Gothofred.? | 10 ἀπαρατρὠτ(ουσ) B, corr. Gothofred. | 15 μηκυνομένη B, corr. Holstein 17 vor Κλύσμα interpungiert Val., nicht B | 19 ob Παλαιστίνην wie Nie? vgl. z. B. S. 89, 26 f | 20 τὰ Bidez] γὰρ B | 21 τοῖς] τῆς ed. | αὐξουμίται B | 25 δὲ παρὰ τούτοις] γὰρ τούτους vermutet Val., οὓς Ἀλέξανδρος ὁ Μακεδὼν ἐκ Συρίας ἀναστήσας ἐκεῖ κατῴκισεν Nie. | 30 κιννάμωμον B Phot. κομιδῆς εἴχετο. πολλῆς δὲ τῆς τιμῆς παρὰ τοῦ βασιλέως μετὰ τὴν ἐπάνοδον ἀξιωθείς, πόλιν μὲν ἰδίαν ἐφορᾶν οὐκ ἐκληρώσατο· κοινὸν δ’ ὥσπερ ἄγαλμα δι᾿ ἀρετὴν τοῖς ὁμοδόξοις ἐβλέπετο.

7. Ὅτι ἐπὶ τῷ στόματι τῆς Περσικῆς θαλάσσης, ἣν ὁ ταύτῃ Ὠκεανὸς εἰσέχων ἀποτελεῖ, μεγίστην τε οὖσαν καὶ ἔθνη κύκλῳ πολλὰ περιβαλλομένην, ἄλλοι τε μέγιστοι ποταμοὶ καὶ ὁ Τίγρης τοῖς ῥείθροις ἐμβάλλει· ὃς πρὸς ἀπηλιώτην καὶ κάτωθεν τῆς Ὑρκανίας θαλάσσης ἐν Κορδυαίοις μὲν τὰς ἐμφανεῖς ἀναδόσεις λαμβάνει παρὰ τὴν Συρίαν ἑλκόμενος, ἐπειδὰν δὲ γένοιτο κατὰ τὴν Σουσίδα γῆν, ἐνταῦθα τοῦ Εὐφράτου τὸ ἑρῖθρον αὐτῷ μιγνύντος, μέγας ἤδη τοῖς χεύμασι χωρήσας πρόεισι παφλάζων· ὅθεν αὐτόν φασιν καὶ τοῦ θηρίου τοῦ τίγρητος λαβεῖν τὸ ἐπώνυμον. πρὶν ἢ δ᾿ ἐπὶ θάλατταν καταβαίνει, οχίζεται εἰς δύο μεγόλους ποταμούς· ἔπειτα δυσὶ τοῖς ἐσχάτοις στόμασιν ἀλλήλων διειργομένοις εἰς τὴν Περσικὴν θάλατταν ποιεῖται τὰς ἐκβολάς, γῆν ἐν μέσῳ πλείστην περιτεμνόμενος καὶ νῆσον αὐτὴν ποιῶν ποταμίαν τε ἅμα καὶ θαλαττίαν, ἣν ἔθνος ἐνοικεῖ τῶν Μεσηνῶν ἐπικαλούμενον.

11 f vgl. Euseb. Onomastic. S. 164, 9 f * 4– S. 42, 35 Niceph. H. E. IX 5 εἰσέχων, έχ aus χ corr., B | 6 Τίγρις Nie. u. ed. | 8 Κορδιαίοις ed. π(αρὰ) B | 9 ἐπειδ᾿ ἂν δὲ B] ἐπεὶ δ’ ἂν ed. | 10 αὐτῷ Nie. αὐτὸ B | 15 περιτεμόμενοσ B, corr. Reading

6a. [zu Z. 1 — 3] Suidas s. v. Θεόφιλος 1150, 9: Θεόφιλος· οὑτος ἀπὸ Ἰνδῶν ἐπανελθὼν ἐν Ἀντιοχείᾳ διῆγεν, ἐκκλησίαν μὲν ἀφωρισμένως οὐδεμίαν ἔχων αὐτός, κοινὸς δέ τις ὤν, καὶ πάσαις αὐτῷ μετ’ ἀδείας ἐπιφοιτᾶν ὡς ἰδίαις ἐξόν, βασιλέως τε αὐτὸν ἐς τὰ μάλιστα διὰ τιμῆς τε πάσης καὶ αἰδοῦς ἄγοντος καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσοις ἐπισταίη, μετὰ πάσης προθυμίας αὐτὸν ὑποδεχομένων καὶ τὸ τῆς ἀρετῆς αὐτοῦ μέγεθος καταπληττομένων. ἦν γὰρ ὁ ἀνὴρ κρείσσων ἢ ὡς ἄν τις δηλώσειε λόγῳ, ὡς ἄν τις τῶν ἀποστόλων εἰκών. λέγεταί γέ τοί ποτε καὶ νεκρὸν ἀναστῆσαι ἐν Ἀντιοχείᾳ Ἰουδαίας τινός. Θαλάσσιος δὲ τοῦτό φησι τῶν ἐπ᾿ οὐκ ὀλίγον τἀνδρὶ συγγενομένων χρόνον, καὶ ἥκιστα δὴ εἰς τὰ τοιαῦτα ψεύδεσθαι ὕποπτος ὤν, ἄλλως τε καὶ ἔχων οὐκ ὀλίγους τῶν κατ᾿ αὐτὸν αὐτῷ γενομένων χρόνον τοὺς ἐπιμαρτυροῦντας.

6a fehlt in Tu, von zweiter Hand in A (= A2) | 24 ἐκκλησία SV | 24/25 ἀφωρισμένοσ B ἀφωρισμένην E | 26 τε > A2RBE | 28 αὐτῶν S | 33 συγγινομένων E | nach δὴ + καὶ S

8. Ὁ δὲ Εὐφράτης ποταμὸς ἐξ Ἀρμενίων κατὰ τὸ προφανὲς ἀνατέλλει, Phot. ἔνθα τὸ ὄρος ἐστὶν τὸ Ἀραράτ, ἔτι καὶ πρὸς Ἀρμενίων οὕτω καλούμενον, ἐφ᾿ οὗ κοὶ τὴν κιβωτὸν ἱδρυθῆναί φησιν ἡ γραφή· ἡς ἄχρι καὶ νῦν εἶναί φασιν οὐ μικρὰ λείψανα τῶν τε ξύλων καὶ τῶν ἥλων ἐκεῖσε σωζόμενα. ἐντεῦθεν καὶ ὁ Εὐφράτης ὀλίγος τὰ πρῶτα ῥυείς, προβαίνων ἀεὶ γίνεται μείςων, πλείστους ἐμβάλλοντας αὐτῷ ποταμοὺς εἰς τὴν ἑαυτοῦ προσηγορίαν συνεφελκόμενος. τὴν Ἀρμενίαν δὲ τήν τε μεγάλην καὶ τὴν μικρὰν διελθών, ἔπειτα πρόεισι, τέμνων μὲν πρότερον τὴν Συρίαν τὴν ἰδίως Εὐφρατησίαν καλουμένην, ἔπειτα μέντοι καὶ τὴν ἄλλην· καὶ ταύτην δὲ καὶ τὴν ἄλλην διαμειψάμενος, καὶ ἕλικα διασπῶν ὧν δίεισι ποικολωτάτην κλασθείς, ὁπηνίκα τῇ Ἀραβίᾳ πελάσει, ἐνταῦθα δὴ κυκλοτερῶς κατ’ ἀντικρὺ τῆς Ἐρυθρᾶς θαλάσσης παρενεχθεὶς καὶ χώραν οὐκ ὀλίγην ἐγκολπωσάμενος, ἔπειτα πρὸς καικίαν ἄνεμον ἐπιστρέφει τὸ ῥεῖθρον, ὅσπερ οὖν βορέου τε καὶ ἀπηλιώτου μέσος ἕστηκε. καὶ πρὸς τὸν Τίγρητα ποταμὸν ὁρμήσας οὐχ οἷός τέ ἐστιν αὐτῷ ὅλως συμμῖξαι, ἀλλὰ μοίραις τισὶν έν τῷ διὰ μέσου παραναλούμενος, τῇ ὑπολειπομένῃ, μεγίστῃ τε οὔσῃ καὶ ναῦς ἀνασχέσθαι δυνατωτάτῃ, τῷ Τίγρητι κατὰ Σούσας μάλιστα συμπίπτει. καὶ δὴ τῆς ἑαυτοῦ προσηγορίας ἀποπαυσάμενος, σὺν ἐκείνῳ πρὸς τὸν Περσικὸν κατασύρεται κόλπον. καὶ τὸ μεταξὺ τῶν δύο ποταμῶν τούτων, τοῦ τε Τίγρητος καὶ τοῦ Εὐφράτου, Μεσοποταμία τυγχάνει προσαγορευόμενον.

9. Ὅτι ὁ Τίγρης καὶ ὁ Εὐφράτης κατὰ μὲν τὸ ἐμφανὲς ὅθεν ἀναδύονται, εἴρηνται. ἡ δὲ ἱερὰ ἡμῶν γραφὴ ἐκ τοῦ Παραδείσου τούτους λέγουσα ὁρμᾶσθαι τὸ ἀληθέστατον ἱστορεῖ. καὶ γὰρ ἐξ αὐτοῦ τὰς πρώτας ἀρχὰς τῶν ῥείθρων φέροντες, ἄχρι μέν τινος προίασιν, ἴσως ὑπὲρ γῆν ῥέοντες· ἔπειτα δὲ τῆς μεγάλης ἐρήμου καὶ ἀμμωδεστάτης αὐτοὺς ἐκδεξαμένης, πρὸς τὸ βάθος ἐνταῦθα καταπινόμενοι, 1–21 vgl. Dionys. Per. Plin. N. H. V 83 ff — 2 f Gen. 8, 4 — 4 f Joseph. Antiqu. Jud. I 90ff. Euseb. Praep. Evang. IX 11 u. Onomastic. S. 2, 23 ff — 23 ff Gen. 2, 14. Vgl. Anonym, bei Dionys. Byz. ed. Wescher S. 122. Caesar. Dial. III 146f PG 3, 1096 f. Epiphan. Ancor. 58. Theodoret Quaest. in Gen, 29. Geogr. Rav. 1 8 * 23 [von ἡ δὲ an] — S. 38, 29 Cod. Laurent. 70, 5, Jhrdt XV, f. G3 = L 6 αὐτῷ Nie. αὐτῶν B | 10 καὶ ταύτην — > ed. | καὶ 12 so ohne Interpunction B, s. Register διασπῶ | 12 ob πελάσῃ oder πελάζει? 14 καικείαν ed. | ὅσπερ Nie. ὅπερ B | 15 τὸν > ed. | 16 αὐτῷ Nie. B | 17 ναῦς] ναυτῶν ed. | 24 τούτους] τίγριν τε καὶ εὐφράτην L* 26 γῆν BL γῆσ Μ wie unt. S. 39, 10 | μεγάλης ἐρήμου] ἐρήμου γῆσ L Phot.οὐ πρότερον ἵστανται τῆς ἐπὶ τὰ κάτω φορᾶς, πρὶν ἐπ᾿ αὐτὸ δὴ τὸ στεγανὸν καὶ πετρῶδες τῆς αὐτόθι καταντήσωσι γῆς. στάσιν δ᾿ αὐτοῖς τῆς ἐπὶ τὰ κάτω προχωρήσεως τῆς αὐτόθι κρηπῖδος παρασχομένης, ἐνταῦθα ἤδη τῶν ῥευμάτων αὐτοῖς συναγειρομένων, ὑπὸ πλήθους καὶ ἰσχύος τοῦ ἀεὶ ἐπιφερομένου τὸ πρόσω χωροῦσιν ἐπ᾿ εὐθὺ βιαζόμενοι. ἀλλ᾿ οὗτοι μὲν οἱ ποταμοὶ κατωρύχιοι πορευόμενοι, μοῖραν αὐτῶν οὐκ ὀλίγην τῆς έν μέσῳ γῆς ὑπεξαιρουμένης, ἀλάττους ἀπαντῶσιν ἤδη καὶ ἀσθενέστεροι ἐπὶ τοὺς τόπους τῶν ἀναδόσεων.

Καὶ τό γε μυχίους αὐτοὺς πλείστην ἐπιέναι γῆν, οὐκ εἰκὸς ἀπιστεῖν. πολλὰ γάρ έστιν καὶ ἄλλα ῥεύματα πανταχοῦ καὶ τῶν σφόδρα μεγίστων τε καὶ ἰσχυροτάτων ὑπὸ γῆν ἀφικνούμενα. δῆλον δέ· ἠχός τε γὰρ ἀπ᾿ αὐτῶν ἀκούεται μέγας σὺν ταράχῳ καὶ ῥοίζῳ πολλῷ φερομένων· ἀλλὰ καί τινες ὑπὲρ αὐτῶν φρέτατα ὀρυσσόμενοι, καὶ τῆς ἀπηντηκυίας αὐτοῖς πλακὸς κάτωθεν ἐπ᾿ ὀλίγον τρώσαντες, ὑφ ἣν τὸ ῥεῖθρον ἤδη καχλάζον τὴν ἐπὶ τὸ ἄνω φορὰν βιαζόμενον. μόλις γ᾿ ἀνελήφθησαν ὑπὸ τῶν ἐπὶ τοῦ χείλους τῆς φρεωρυχίας ἑστώτων ἀναρπασθέντες, καὶ τὸ ῥεῖθρον ἐφομαρτῆσαν εἰς ὀχετὸν προὐχώρησεν, ὑπ᾿ οὐδεμιᾶς ἀνομβρίας ἔτι παραλυπούμενον διὰ τὸ τῆς χορηγίας ἀένναον. ἡ γὰρ τοῦ θεοῦ ἀπόρρητος σοφία οἱονεὶ φλέβας χορηγοὺς τῶν ἀναγκαίων τὰς τῶν ῥείθρων διεκδρομάς, τὰς μὲν ἀφανεῖς, τὰς δὲ προδήλους, εἰργάστο. ταύτῃ ἄρα καὶ ὁ προφήτης ἐμελῴδησε Δαυΐδ· »αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν«· ὡς τὰς μὲν θαλάττας τοῖς μεγίστοις αὐτῆς κολπώμασιν οἷον ἀποθησαυρίσας, καὶ τὴν βάσιν αὐτῆς κρατυνάμενος πρὸς τὸ ἀνέχεσθαι τοσοῦτον ὄγκον καὶ πλῆθος τῶν ἐν αὐτῇ φερομένων· τοῖς δὲ ποταμοῖς τὴν διέξοδον ἀπόλυτον ταῖς εὐμηχάνοις αὐτῆς διαθέσεσι δοὺς ἀεί, ταῖς τῶν χωρίων ὑπαγωγαῖς τε καὶ ταπεινότησιν ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ χθαμαλώτερα τόπον τῇ ῥοπῇ τοῦ βρίθοντος ὕδατος παρασχών.

10. Ὅτι κεῖσθαι τὸν παράδεισον οὗτος εἰκασίᾳ χρώμενος λέγει κατὰ τὰς ἰσημερίας τῆς Ἡοῦς, πρῶτον μὲν ἐξ ὧν τὰ πρὸς μεσημβρίαν δῆλά ἐστι πάντα οἰκούμενα σχεδὸν μέχρι τῆς ἔξω θαλάττης, ἣν θάλατταν ὀ ἥλιος ἤδη ξυμφλέγει καθέτως ἐπ᾿ αὐτῇ τὰς ἀκτῖνας ἐρείδων· καὶ ἡ διὰ μέσου λεγομένη ζώνη τοῦτό ἐστιν. ἔτι δὲ καὶ διότι 22 f Psal. 23, 2 ünglich 23, 1 mit cifciert] — 30 ff Gen. 2, 8. Vgl. Anastas. Sin. Quaest. 127 PG 89, 780 3 κρηπῖδοσ L κριπῆδοσ B | 5 τὸ] τε ed. | 9 ὑπιέναι L | 14 τρώσαντεσ BL wohl nicht in τρήσαντες zu corrigieren? | 15 ob <ᾔει> ἤδη? | 18 προεχώρησεν L | 22 δαݲδ BL | 23 θαλάσσας ed. | 24 αὐτῆς1] αὐτοῖς ed. | αὐτῆς2 Val. αὐτοῖσ BL | 27 διδοὺσ L | 30 εἰκασίαις ed. | 33 καθέτως Holstein] κατ᾿ ἔτοσ B ὁ νῦν Ὕφασις καλούμενος ποταμός, ὃν ἡ γραφὴ Φησὼν ὀνομάζει,Pbot. καὶ αὐτὸς τοῦ Παραδείσου ἀναβλύζων, ἐκ τῶν ἀρκτῴων μᾶλλον τῆς Ἀνατολῆς μερῶν ἐπὶ τὴν μεσημβρίαν φαίνεται ῥέων κοὶ εἰς τὸν ταύτῃ Ὠκεανὸν τὸ ῥεῖθρον εἰσερευγόμενος, ἀντικρὺ τῆς νήσου Ταπροβάνης. οὗ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ εὑρίσκεται τὸ λεγόμενον καρυόφυλλον, εἴτε καρπός, εἴτε δὲ καὶ ἄνθος τυγχάνει. καὶ πεπιστεύκασιν οἱ ἐκείνῃ τῶν ἐκ τοῦ Παραδείσου τοῦτο δένδρον εἶναι. καὶ γὰρ καὶ ἡ ὑπὲρ αὐτοὺς γῆ ἔγημός τέ ἐστι δεινῶς ἅπασα καὶ ἀκαρποτάτη. ἐκ δὲ τοῦ φέρειν τὸν ποταμὸν τὸ ἄνθος, ἐπίδηλον ἂν εἴη ὡς οὑτος ὁ ποταμὸς ὑπὲρ γῆς ἅπας ῥεῖ, μηδαμόθι καταδυόμενος· οὐ γὰρ ἂν τὸ ἐκεῖθεν φυόμενον ἠδύνατο φέρειν. ἔχει δέ τι κοὶ ἄλλο σύμβολον τῆς περὶ τὸν Παράδεισον γεηρᾶς ἐπιμξίας· φασὶ γὰρ ὡς ἐάν τις τύχοι πυρετῷ λάβρῳ φλεγόμενος, εἰς τὸν ποταμὸν βαπτισάμενος, παραυτίκα τοῦ νοσήματος ἀπαλλάττεται.

Ὁ δὲ Τίγρης καὶ Εὐφράτης, διότι καταδύουσιν καὶ πάλιν ἀνίσχουσιν, οὐδὲν ἐκεῖθεν δύνανται κομίζειν ὡς ὁ Ὕφασις. οὐδέ γε ὁ Νεῖλος· καὶ γὰρ καὶ τοῦτον ἐκεῖθεν ῥεῖν ἡ Μωσέως ἐπίπνοια λέγει, Γηὼν αὐτὸν ὀνομάζουσα· ὃν οἱ παρ᾿ Ἕλλησιν Αἰγύπτιον ἐκάλουν. οὑτος, ὡς ἔστι συμβαλεῖν, ἐξορμῶν τοῦ Παραδείσου, πρὶν ἐπὶ τὸ οἰκούμενον φυάσαι καταδυόμενος, ἔπειτα τὴν Ἰνδικὴν θάλατταν ὑπελθὼν ἔτι καὶ κύκλῳ γε αὐτὴν περιελιχθείς, ὡς εἰκάσαι (τίς γὰρ ἀθνρώπων ἀκριβώσειε τοῦτο;) καὶ ὑπὸ πάσαν τὴν ἐν μέσῳ γῆν ἐνεχθεὶς μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης καὶ ταύτην ὑποδραμών, ἐπὶ θάτερον αὐτῆς ἐκδίδοται μέρος ὑπὸ τὸ τῆς Σελήνης καλούμενον ὄρος. έν ᾡ δύο πηγὰς λέγεται ποιεῖν μεγάλας, ἀλλήλων οὐκ ὀλίγον διεστηκυίας, κάτωθεν βιαίως ἀναρυβδουμένας. καὶ διὰ τῆς Αἰθιοπίας ἐνεχθεὶς ἐπὶ τὴν Αἴγυπτον χωρεῖ, διὰ πετρῶν ὑψηλοτάτων καταραττόμενος.

11. Ὅτι φησὶν ἅπαν τὸ πρὸς ἀνίσχοντα ὅλιον καὶ περὶ τὴν μεσημβρίαν κλίμα, καίτοι πέρα τοῦ μέτρου θαλπόμενον, ὅμως τὰ κράτιστα καὶ μέγιστα φέρειν τῶν ὅσα τῆ καὶ θάλαττα δυνατὴ τρέφειν.

1 Gen. 2, 11 — 17 f Gen. 2, 13. Vgl. Joseph. Antiqu. Jud. I 39. Euseb. Onomastic. S. 60, 3 — 18 vgl. Strabon I 2, 2, 22 u. 29. XV 1, 16. Arrian. Anab; V 6, 5> Ammian. Marcellin. XXII 15,3, u. oft — 28–S. 42, 30 vgl. Diodor. II 51 ff. Solin. 52, 33 1 Φεισὼν Nie. | 5 π(αρὰ) B | 1 οἱ ἐκείνῃ <οἰκοῦντες> Nie, nicht 10 ὑπὲρ Nie. ὑπὸ B | 12 περὶ Nie. παρὰ B | 13 λαύρῳ ed. | 14 ἀπηλλάττεται B, corr. Nie. | 15 Τίγρης Gothofred. τίγρισ B | ob Ε; Εὐφράτης wie ob. S. 37, 22? | 16 δύναται B, eorr. Nie. | 18 ob Αἴγυπτον? s. 11. 11. | 21 ob γὰρ <ἂν> | 25 ποιεῖν. οι aus ι corr., B | 26 ἀναροιβδουμέναςPhot.

τά τε γὰρ κήτη τὰ ὑπερμεγέθη ταύτῃ ἐνεῖναι τῇ θαλάσσῃ· καὶ ἤδη ὤφθη πολλάκις ἐπιπολάσαντα τοῖς τὸν Ὠκεανὸν ἐκεῖνον ἥ τε γῆ τοὺς ἐλέφαντας ἔχει τοὺς μεγίστους καὶ ὑπερφυεστάτους, καὶ δὴ καὶ τοὺς ταυρελέφαντας λεγομένους. ὡν τὸ μὲν γένος τὰ μὲν ἄλλα πάντα βοῦς ἐστι μέγιστος, τὴν δὲ βύρσαν καὶ τὸ χρῶμα ἐλέφας, καὶ σχεδὸν εἰπεῖν καὶ τὸ μέγεθος. καὶ γὰρ εἰς Ρωμαίους κομισθὲν τὸ ζῷον ἐθεασάμην, καὶ τὸ θέαμα γράφω. ἀλλὰ καὶ δράκοντες ἐν τούτοις εἰσί, πάχος μὲν δοκῶν οὐκ ἐλάττους, τὸ δὲ μῆκος εἰς δεκαπέντε παρατεινόμενον ὀργυίας· καὶ γὰρ καὶ τούτων τὰς δορὰς εἰς Ῥωμαίους ἀποκομισθείσας εἶδον. ὅ τε μονόκερως τὸ ζῷον παρ᾿ αὐτοῖς ἐστι, τὴν μὲν κεφαλὴν δράκοντος φέρων, κέρας δὲ σκολιὸν αὐτῷ πέφυκεν, οὔτι σφόδρα μέγα· ὁ δὲ ἀνθερεὼν αὐτῷ πώγωνος ὑποπίμπλαται ἅπας. μακρὸς δὲ ὁ τράχηλος εἰς ὕψος ἀνατεινόμενος, ὁλκῷ δράκοντος ἐγγύτατα παραπλήσιος. τὸ δὲ ἄλλο σῶμα ἐλάφῳ προσέοικε μᾶλλον, τοὺς δὲ πόδας λέοντος ἔχει· καὶ ἔστι γε αὐτοῦ τὸ ἐκτύπωμα ὁρᾶν ἐν Κωνσταντινουπόλει.

Καὶ δὴ καὶ ἡ καμηλοπάρδαλις τῆς ἐκείνῃ γέννημα χώρας. ἣ τὰ μὲν ἄλλα ἔλαφός ἐστιν μεγίστη· καμήλου δὲ τὸ ὕφος ἐνέδωκε τὸ σῶμα μιμεῖσθαι· τὸν μέντοι αὐχένα μήκιστον καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ λοιποῦ σώματος φέρει εἰς ὕφος ἀνορθούμενον· ἀλλὰ καὶ τὴν δορὰν ὄπασαν ἀπὸ κεφαλῆς ἄκρας ἕως ἐσχάτων ποδῶν παρδάλει μάλιστα τῇ ποικιλίᾳ προσφερεστάτην ἔχει, καὶ τοὺς ἔμπροσθεν πόδας ὑψη- 1 vgl. Plin. N. H. ΙΧ 4ff — — S. 41, 12 vgl. Cedren. I 564, 17 — — S. 41, 17 vgl. Agatharchid. bei Geogr. graec. min. 1 159 f. Strabon XVI 4, 16 — 16 — S. 41, 1 vgl. Heliodor. Aethiop. X 27. Plin. N. H. VllI 69 * —7 Excerpt. Constantini de nat. animal. ed. Sp. Lambros [Suppl. Aristotel. I 1] S. 71, 28 = Const. — — S. 41, 1 ebd. S. 96, 1 = Const. 1 θαλάττῃ ed. | 3 ἤ τε γῆ] ὅτι ἠ τῶν Ἰνδῶν γῆ Const. | 4 nach ὑπερφυεστάτους + ὡς ἐκ τῶν ὀδόντων δῆλον τῶν ἐκεῖθεν κομιζομένων Const. | ταυρελέφαντας Const. ταρελέφαντασ B | ὧν τὸ μὲν γένος] ἔστι δὲ Const. | 5 ἐστι < Const. | 6 ἐλέφας] ἐλέφαντος ἔχει Const. | καὶ γὰρ — 7 γράφω] αὐτὸ γὰρ Ῥωμαίους κομισθὲν τὸ ζῷον θεασάμενος γράφω Const. | 8 ἐλλάττουσ B, corr. Nie. | 9 ὀργυιάς ed. | 16 Καὶ δὴ — 19 ἀλλὰ] ἡ καμηλοπάρδαλις παρ’ Ἰνδοῖς ἐστι μάλιστα γινομένη· ἔστι δὲ τὰ μὲν ἄλλα ἔλαφος μεγίστη <εἰς> καμήλου ἀφικνουμένη, διαφέρει δὲ τῷ τε ἄκερος (so HS) εἶναι καὶ τὸν αὐχένα μήκιστον καὶ ὑπὲρ τὴν ἀναλογίαν τοῦ λοιποῦ σώματος ἔχειν εἰς ὕψος ἀνορθούμενον ἀνορθουμένην HS) Const. | ἐκείνης ed. | 7 τὸ 1 > τ | 20 ποδῶν ἐσχάτων ~ Const. 21 τῇ ποικιλίᾳ Const. τὴν ποικιλίαν B | παρεμφερεστάτη Const. HS | ἔχει > Const. | 21 | ὑψηλοτέρους Const. ὑψηλοτάτουσ λοτέρους τῶν ὀπίσω. παρ᾿ αὐτοῖς δέ ἐστι καὶ ὁ λεγόμενος αἰγοπίθηκος, Phot. πίθηκός τις ὤν. μυρία γάρ ἐστι γένη πιθήκων· ἀρκοπίθηκοι γάρ εἰσιν ἐν αὐτοῖς καὶ λεοντοπίθηκοι καὶ κυνοκέφαλοι. καὶ ἄλλαις πολλῶν ζῴων εἰδέαις τῆς πιθηκείας μορφῆς ἐπιμιγνυμένης. καὶ δῆλον ταῦτά ἐστιν, πολλῶν εἰς ἡμᾶς κομιζομένων· οἷος δὴ καὶ ὁ πὰν ἐπικληθεὶς ὑπάρχει, ὃς τὴν κεφαλὴν αἰγοπρόσωπός ἐστι καὶ αἰγόκερως, καὶ ἐκ λαγόνων τὰ κάτω αἰγοσκελής, τὴν δὲ κοιλίαν καὶ τὸ στέρνον καὶ τὰς χεῖρας καθαρὸς πίθηκος, ὃν καὶ ὁ τῶν Ἰνδῶν βασιλεὺς Κωνσταντίῳ ἀπεστάλκει. τοῦτο δὲ τὸ ζῷον ἔζη μὲν φερόμενον ἄχρι τινός, ἔν τινι πλέγματι διὰ τὸ θηριῶδες εἰργμένον. ἐπεὶ δὲ ἐπέθανεν, ταριχεύσαντες αὐτὸ οἱ κομίζοντες, θεάματος παρασχεῖν ἀσυνήθους εἰκόνα, μέχρι τῆς κωνσταντίνου διεσώσαντο πόλεως. καί μοι δοκοῦσι τὸ ζῷον τοῦτο Ἕλληνες πάλαι ἰδεῖν καὶ ἐκπλαγέντες τῷ ξένῳ τῆς θέας θεὸν σφίσι νομίσαι, εἰθισμένον αὐτοῖς τὰ παράδοξα θεοποιεῖν, ὥσπερ καὶ τὸν σάτυρον ἔστι δὲ καὶ τοῦτο πίθηκος, ἐρυθρὸς τὸ πρόσωπον καὶ γοργὸς τὴν κίνησιν, καὶ οὐρὰν ἔχων.

Καὶ μὴν καὶ ἡ σφὶγξ γένος ἐστὶ πιθήκων· αὐτὸ γὰρ θεασάμενος γράφω. ἡς τὸ μὲν ἄλλο σῶμα λάσιόν ἐστιν ὡς τοῖς λοιποῖς πιθήκοις, τὸ δὲ στέρνον ἄχρι γε αὐτοῦ τοῦ τραχήλου ἐψίλωται μαζοὺς δὲ γυναικὸς ἔχει, ἐρυθροῦ τινος βραχέος κεγχροειδοῦς ἐπαναστήματος ἅπαν ἐν κύκλῳ τὸ γεγυμνωμένον τοῦ σώματος περιθένοτος, καὶ εἰς πολλήν τινα εὐπρέπειαν ἀνθρωποφανεῖ ὄντι τῷ έν μέσῳ χρώματι συναρμοζομένου· τό τε πρόσωπον ἐνεστρογγύλωται μᾶλλον καὶ εἰς γυναικείαν ἕλκει μορφήν· ἥ τε φωνὴ ἐπιεικῶς ἀνθρωπεία, πλὴν ὅσον οὐκ εἰς ἄρθρα διαιρουμένη, ἀλλά τινι ταχέως καὶ οἷον μετά τινος ὀργῆς τε καὶ ἀχθηδόνος ἄσημα ὑποφθεγγομένῃ προσεοικυῖα· βαρυτέρα τε μᾶλλόν ἐστιν ὀξυνομένη. ἄγριόν τέ ἐστι δεινῶς τὸ θηρίον καὶ πανουργότατον, καὶ οὐδὲ ῥᾳδίως τιθασσευόμενον. ταύτης εἰς Θήβας μοι δοκῶ τὰς Βοιωτίας πάλαι κομισθείσης, καί τισιν ἴσως τῶν ἐπὶ θέᾳ συνερρυηκότων ἐφαλομένης καὶ τοῖς προσώποις λυμηναμένης, δεινὸν ποιησάμενος ὁ Οἰδίπους τὰς τῶν ὁμοφύλων λώβας, 5 ff vgl. Hieronym. Vita Pauli Thebaei 8 — 8f vgl. Euseb. V. C. IV 50 — 15 f vgl. Plin. N. H. Vll 24 u. VIII 216. Solin. 27, 60 — 17 ff vgl. Diodor. III 35, 4. Plin. N. H. VIII 72. Solin. 27, 59 1 τῶν ὀπίσω] τῶν ὀπισθίων, vor ὑψηλοτέρους ~, Const. | 2 ἀρκοπίθηκοι Cod. Nie. | 3 Ε; καὶ ἄλλαις Val. | 9 Κωνσταντίῳ s. Register | 11 ob <εἰςτὸ> θεάματος? vgl. S. 34, 4 | 26 ὑποφθεγγομένῃ Val. ὑποφθεγγομέν(ησ), kaum deutlich, B | 27 <ἢ> ὀξυνομένη Val., nicht besser | 29 τὰσ B τῆς 30 ἐφαλλομένησ B, ich corrigiere Phot.καταφονεῦσαι τὸ ζῷον καὶ ὄνομα λαμπρὸν ἐκεῖθενη λαβεῖν. καὶ αὐτὸν ὁ μῦθος εἰς ἀνδρείαν κοσμῶν, ὑπόπτερον μὲν τὸ θηρίον ἀναπλάττει διὰ τὸ ὀξέως ἐπιπηδᾶν, στέρνον δὲ γυναικὸς ἐφαρμόττει καὶ τὸ σῶμα λέοντος· γυναικὸς μέν, διὰ τὸ πρόχειρον τῆς γυμνώσεως καὶ πρὸς τὸ γυναικεῖον εἶδος ὁμοιώσεως· λέοντος δέ, διὰ τὸ θηριῶδες, καὶ ὅτι κατὰ τὸ πλεῖστον τοῖς τέσσαρσι τυγχάνει ποσὶν ἐρειδόμενον. λόγου δὲ τῷ θηρίῳ μετέδωκεν τὸ πλάσμα διὰ τὸ τῆς φωνῆς ἀνθρωποειδές· αἰνιγματώδους δέ, διὰ τὸ ἄσημα φθέγγεσθαι. καὶ θαυμαστὸν οὐδέν· πολλὰ γὰρ καὶ ἄλλα σύνηθες τοῖς Ἕλλησι πρὸς τὸ μυθῶδες διαπλάττειν.

Ἡ αὐτὴ δὲ χώρα καὶ ὄνους ἀγρίους μεγίστους τε τῷ μεγέθει φέρει καὶ τὴν δορὰν κατὰ τὸ ξενίζον πεποικιλμένους, λευκοῦ σφίσι καὶ μέλανος χρώματος οὐ κατὰ μικρὸν συμποικιλλομένου· ἀλλὰ ζῶναί τινές εἰσιν ἀπὸ τῆς ῥάχεως ἐπὶ τὰς πλευρὰς καὶ τὴν κοιλίαν καθήκουσαι· καὶ ἐνταῦθα δὴ σχιζόμεναι καὶ κατά τινας περιφερείας ἀλλήλαις ἐνελιττόμεναι, θαυμαστήν τινα καὶ ξένην ἀπεργάζονται πλοκὴν καὶ ποικιλίαν. ἀλλά γε δὴ καὶ ὁ φοῖνιξ, τὸ πολυθρύλητον πτηνόν, παρ᾿ αὐτοῖς τυγχάνει γινόμενος. καὶ μὲν δὴ καὶ τὴν σιτάκην ἐκεῖθεν ἴσμεν κομιζομένην, ὃ τῶν ὀρνέων ἐστὶν λαλίστατον καὶ τῆς ἀνθρωπίνης γλώττης μιμητικώτατον· καὶ τοὺς ποικίλους δὲ καὶ καταστιγεῖς ὄρνεις. οὓς γαράμαντας ἐπικαλοῦσί τινες, ἀπὸ τοῦ ἔθνους οὑ μάλιστα πλεῖστοι κομίζονται τὴν ἐπωνυμίαν θέμενοι. καὶ ἄλλα δὲ πλεῖστα διαφανῶς ὑπερφυέστατα φύεται, ὡν τὸ πλῆθος ἡ διήγησις ὑποστέλλεται.

Ἀλλὰ καὶ ὁ χρυσὸς ἐνταῦθα γεννᾶται καθαρώτατος, χρυσιτίδων οἱονεὶ τριχῶν αὐτοφυῶν τῆς ἐκείνῃ γῆς ἀναδιδομένων καὶ ἐπ᾿ ἀλλήλοις κειμένων καὶ ἐπίδηλον αὐτοῦ τὴν γένεσιν παρεχομένων· καὶ καρποὶ δὲ κάλλιστοί τε καὶ μέγιστοι, ὡν γνώριμα καὶ τὰ κάρυα. ἀλλὰ μὴν καὶ τὸ ἐπὶ τοῖς Ὁμηρίταις κλίμα πᾶν μέχρι τῆς Ἐρυθρᾶς θαλάσσης δὶς τοῦ ἐνιαυτοῦ ἀναδίδωσι τοὺς καρπούς, ἐξ οὑ καὶ τὴν χώραν Ἀραβίαν εὐδαίμονα προσηγόρευσαν. καὶ ὅλως ἡ πρὸς ἀνίσχοντα ἥλιον ἅπασα γῆ μακρῷ τῆς ἄλλης ἐν πᾶσι διαφέρει, ὁ δὲ Παράδεισος ἁπάσης τῆς Ἑῴας τὸ κράτιστόν τε καὶ καθαρώτατον ὑπάρχων καὶ τοὺς ἀέρας ἀκραιφνεστάτους καὶ καλλίστους ἔχων καὶ τοῖς διαφανεστάτοις ὕδασι καταρδόμενος, δῆλον ὡς ἀπαραβλήτῳ ὑπεροχῇ τῆς ὑφ’ ἡλίῳ πάσης ἐν πᾶσι τὸ κρεῖττον φέρει, τῆς ἔξωθεν θαλάσσης κατ᾿ ἀνίσχοντα τὸν ἥλιον αὐτῷ παρακλυζομένης.

17 ff vgl. Plin. N. H. X 117. Aelian. De nat. an. XVI 2 u. 15 — 23 vgl. Gen. 2, 12 6 τέτταρσι ed. | 7 τῷ θηρίῳ Nie. τὸ θηρίον B | 10 Ἡ] καὶ ed. | 14 δὴ σχιζόμεναι] ἐπισχιζόμεναι ed. | 16 πολυθρύλλητον ed. | 17 σιτάκην u. am Rand περὶ ψιττακοῦ B, s. Register σιτάκη | 18 ὄρνεων ed. | 24 ἐκείνῃ Nie. ἐκείνησ Β 25 αὐτῷ Nie. | 33 πᾶσι] πάσῃ ed. | 35 περικλυζομένης Nie.

12. Ὅτι, φησίν, Ἀθανάσιος, πρὸς τὸν ἑσπέριον ἀφικόμενος βασιλέα Phot. καὶ δώρων τοὺς αὐτῷ παραδυναστεύοντας ὑπαγαγὼν ἀφθονίᾳ, μάλιστα δὲ Εὐστάθιον, ὃς κόμης ἦν τῶν λεγομένων πριουάτων καὶ τῷ βασιλεῖ πιθανώτατος, ἐπιστολὴν πρὸς Κωνστάντιον κομίζεται λέγουσαν ὧδε· >Ἀθανάσιος ἧκεν ὡς ἡμᾶς, ἑαυτῷ προσήκειν ἐπισκοπὴν τῆς Ἀλεξανδρείας ἀποδεικνύς. τυγχανέτω τοίνυν διὰ σοῦ ταύτης, ἐπεὶ τοῖς ἐμοῖς γε αὐτὴν ἀνακτήσηται ὅπλοις. δεξάμενον δὲ τὴν ἐπιστολὴν τὸν Κωνστάντιον καὶ τοὺς ἐπισκόπους ἐπὶ κοινωνίᾳ βουλῆς συγκαλέσαντα, γνώμην παρ’ αὐτῶν λαβεῖν ἄμεινον εἶναι μὴ πόλεμον ἀναρρῆξαι τῷ ἀδελφῷ ἢ τῆς Ἀθανασίου βαρύτητος τὴν Ἀλεξάνδρειαν ἀπαλλάξαι. διὸ καὶ ἐφιέναι αὐτῷ τὴν ἐπισκοπὴν ἀναλαβεῖν, καὶ τὸν Γεώργιον δι᾿ ἐπιστολῆς εἰς ἑαυτὸν μεταπέμψασθαι. ἀλλ’ ὁ μὲν εἰς τὴν ἑαυτοῦ πατρίδα τὴν Καππαδοκίαν ἀφίκετο, κἀκεῖ διῆγεν τὰ καθ’ ἑαυτὸν ἐπισκοπούμενος. ὁ δὲ Ἀθανάσιος, μετὰ μείζονος ἤδη φρονήματος διιὼν τὰς πόλεις, καθ οὓς γίνσιτο τῶν ἐπισκόπων λόγοις αὐτοὺς ἐξεκαλεῖτο πρὸς τὸ ὀμοούσιον· καὶ τοὺς μὲν ἄλλους μὴ προδέχεσθαι, Ἀέτιον δὲ τὸν ἔφορον τῆς Παλαιστίνης, ἐπὶ πορνείᾳ καταγγλλόμενον καὶ βουληθέντα τῇ πρὸς Ἀθανάσιον ἐπιχωρήσει τὸ αἶσχος ἐπικαλύψασθαι, πρὸς τὴν ἐκείνου δόξαν αὐτομολῆσαι· δοῦναι δ’ οὖν ὅμως ὀξύτατα τὴν δίκην, τοῦ αἰδοίου διασαπέντος καὶ σκώληκας βρύσαντος, καὶ οὕτω τοῦ ζῆι. ἐλαθέντα. ἀλλὰ καὶ Μάξιμον τῶν Ἱεροσολύμων ἐπίσκοπον πρὸς τὴν Ἀθανασίου δόξαν ἀποκλῖναι, καίπερ ὁ κατὰ Μαξιμιανὸν διωγμὸς μάρτυρα τοῦτον ἐδείκνυ, καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ὑπὲρ τῆς εὐσεβείας φέροντα διορωρυγμένον. καὶ πολλοὺς ἄλλους κατὰ μικρὸν εἰς τὴν ἑαυτοῦ δόξαν τὸν Ἀθανάσιον ὑποσύρασθαι.

13. Ὅτι φησὶ τὸν Ἀντιοχείας Φλαβιανόν, πλῆθος μοναχῶν συναγείραντα, πρῶτον ἀναβοῆσαι· »δόξα πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι«. τῶν γὰρ πρὸ αὐτοῦ τοὺς μὲν »δόξα πατρὶ δι υἱοῦ ἐν ἑγίῳ πνεύματι« λέγειν., καὶ ταύτην μᾶλλον τὴν ἐκφώνησιν ἐπιπολάζειν· τοὺς δὲ »δόξα πατρὶ καὶ υἱῷ ἐν ἁγίῳ πνεύματι.«

2 ff vgl. Athanas. Apolog. ad Constantium —5 — —10 vgl. Sozomen. III 20, 1 f. Socrat. II 20, 2 u. 22, 3–23, 2. Theodoret H. E. II 8, 54 f. Rufin H. E. X — 23–25 vgl. Rufin H. E. X 4 u. 18. Gelas. Cyz. II 9 S. 20, 83. Sozomen. I 10 Theodoret H. E. II 26, 6 — 27 — 31 vgl. Nicetas Thesaur. V 30 PG 139, 1390 C 11 ff. Theodoret H. E. II 24, 3. Sozomen. III 20, 8 — 29 f vgl. Origen. De orat. 33, 1 * 5–7 Niceph. H. E. IX 21 — 22–25 ebd. IX 26 — 2731 7 ἀνακτήσεται Nie. | 12 μετ’ ἐπιστολῆσ B | 23 Μαξιμιανὸν s. Register 24 ob [καὶ] ? | 25 κατὰ] μετὰ ed. | 81 ἐν νἱῷ καὶ ~ ed.Phot.

14. Ὅτι, φησίν, εἰ καὶ διεφέροντο κατὰ τὰς δόξας τοῖς τὸ ὁμοούσιον πρεσβεύουσιν οἱ ἐξ Ἀρείου, ὅμως καὶ εὐχῶν καὶ ὕμνων καὶ βουλευμάτων καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων πλὴν τῆς μυστικῆς ἐκοινώνουν θυσίας. ἐπιγενομένου δὲ τοῦ Ἀετίου καὶ τῆς έν τούτοις διαστάσεως ἄρξαντος, τὴν ὁμόδοξον συναγωγήν, πάντας δεσμοὺς καὶ φιλίας καὶ συνηθείας οἷς τοῖς ἑτεροδόξοις συνήπτοντο διαρρήξαντας. εἰς ἀντίπαλον τούτοις μάλιστα παρασκευάσαι καταστῆναι μοῖραν.

15. Ὅτι πατρὶς Ἀετίῳ ἡ ἐν κοίλῃ γέγονεν Συρίᾳ· τοῦ δὲ παρτὸς αὐτοῦ τῶν ἐν στρατείᾳ δυσπραγέστερον ἐνηνεγμένων καὶ τὸν βίον ἐν τούτοις ἀπολιπόντος, τὴν μὲν οὐσίαν τὸν τηνικάδε ἄρχοντά φησι δημοσιῶσαι· νέον δὲ τὸν Ἀέτιον ὄντα εἰς ἔσχατον σὺν τῇ μητρὶ πενίας ἐλάσαι, καὶ διὰ τοῦτο ἐπὶ τὸ χρυσοχοεῖν ὁρμῆσαι, ὡς ἀν ἀμωσγέπως αὐτός τε καὶ ἡ γεννησαμένη διαβιῴη.

8 vgl. Socrat. II 35, 1 u. 5. Basil. C. Eunom. Ι 1 — 12 vgl. Gregor. Nyss. 15 C. Eunom. 16 PG 45, 260 C ff. Theodor. Mopsuest. bei Nicetas Thesaur. V 30 PG 139, 1389 B * 1—7 Niceph. H. E. IX 17 PG 146, 292 B 7 — 8— S. 46, 15 ebd. 289 B 4 7 καταστῆναι Nie. καταστῆσαι B καταστῆσαι + τὴν ed. | 8 <Ἀντιόχεια> ἡ ἐν wohl herzustellen | 9 στρατιᾷ verlangt Val., wie unt. Z. 30; s. Register | ob ἐνηνεγμένων <γενομένου> vgl. unt. Ζ. 30f | 11 δημοσιεῦσαι ed. | 12 ἐνάσαι Β, aber so ß ἐν dem ἐλ des Wortes ἐλάσαι sehr ähnlich aussieht, ἐλάσαντα Nie, woher ἐλάσαι Gothofred.; s. unt. Ζ. 32 | 13 διαβιῷ ed.

15a. Nicetas Thesaur. V 30 PG 139, 1389 C: Ὅτι δὲ χρυσοχόος ὁ Ἀέτιος ἦν. μαρτυρεῖ καὶ Φιλοστόργιος ὁ τούτῳ σύμφρων ἐν τῷ τρίτῳ τῆς ἱστορίας λόγῳ· »χωρήσας γοῦν«, φησίν, »ἐπὶ χρυσοχοΐαν ὁ Ἀέτιος ἀκρότατος γέγονε χρυσοῦ χειρουργός‘. 26 ὁ > LP

15b. [zu Ζ. 8 — S. 47] Suidas s. v. Ἀέτιος· ἐξ Ἀντιοχείας τῆς Συρίας, διδάσκαλος Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων. ὁ δὲ πατὴρ αὐτοῦ, τῶν ἐν στρατιᾷ δυσπραγέστερον ἐνηνεγμένων γενόμενος, ἐτεθνήκει κομιδῇ παῖδα τοῦτον ἀφεία. αὐτὸς δέ, εἰς ἔσχατον ἀπορίας ἥκων, ἐπὶ χρυσοχοΐαν ἐχώρησεν ἀκρότατός

15b fehlt in V; stark ürzte Fassung (ἀέτιοσ· διδάσκαλοσ εὐνομίου· ἐξ ἀντιοχείασ τὸ γένοσ παρτόσ εὐτελοῦσ στρατιώτου· χρυσοχοὸσ τὸ πρῶτον ἦν· εἶτα συγγενόμενοσ τῶ παυλίνω τῶ τυρίω πολὺσ ἐγένετο εἰσ ἀσέβειαν) in S 30 αὐτῶ ARB, ῶ in οῦ corr. Β2 | δυσπραγέστεροσ ΒΕ | 30/31 ἐνηωεγμένων AR ἐνειλεγμένων BE ἐνειλεγμένοσ TU | 32 ἀνεχώρησεν E

Ἀποχρώντως <δὲ> τῇ τέχνῃ κεχρημένον διὰ ῥώμην φύσεως ἐπὶ τὰς λογικὰς ἐπιστραφῆναι μαθήσεις, καὶ Παυλίνου μὲν ἀκροάσασθαι πρότερον, ὃς ἐκ τῆς ἐφορείας Τύρου εἰς τὴν τῆς Αντιοχείας μετέστη· τῆς δὲ μητρὸς τὸν βίον λειπούσης, δι᾿ ἣν μᾶλλον καὶ ἡ ποικίλαις εἰδέαις τὸν χρυσὸν ἐπιμορφοῦσα τέχνη μετεχειρίζετο τῷ Ἀετίῳ, ἐκεῖθεν αὐτὸν ὅλον εἰς τὴν τῶν λογικῶν μαθημάτων μετατάξασθαι θεωρίαν, καὶ θᾶττον περὶ λόγων ἁμίλλαις τῶν πλειόνων ὁρᾶσθαι κρατοῦντα· καὶ φθόνον ἐκ τούτου <πὐ> μικρὸν

Ἀλλὰ μέχρι μὲν ὁ Παυλῖνος ἔζη, τὴν ἰσχὺν ὁ φθόνος παρῃρεῖτο ἐπεὶ δὲ ἐκεῖνος μετὰ μῆνας ἓξ ἀπεβίω, ἀντ᾿ αὐτοῦ δὲ Εὐλάλιος τὸ θρόνον ἔσχεν, εἰς τὴν αὐτοῦ δύναμιν ἐπανελθὼν ὁ φθόνος κινεῖ τὸν Εὐλάλιον τῆς Ἀντιοχείας τὸν Ἀέτιον ἀπελάσαι. ὁ δέ, εἰς τὴν τῆς Κιλικίας Ἀναβρζὸν ἀφικόμενος, τῇ τέχνῃ πάλιν πρὸς τὸ ζῆν ἀπεχρῆτο, οὐδὲ τῆς ἐν λόγοις ἀφιστάμενος πρὸς τοὺς ἐντυγχάνοτας ἁμίλλης. γραμματικοῦ δέ τινος τὴν φύσιν αὐτοῦ ἀγαμένου καὶ μεταδοῦναι τῆς τέχνης ὡρμημένου, ὁ Ἀέτιος παρ᾿ αὐτὸν εἰσοικισθεὶς ἐξήτευεν, τὰς οἰκετικὰς αὐτῷ τελῶν λειτουργίας. καὶ ὁ μὲν τὴν γραμματικὴν προθύμως αὐτὸν ἐδιδάξατο, ὁ δὲ τοῦ διδασκάλου δημοσίᾳ ποτὲ καταστὰς εἰς ἔλεγχον ὅτι μὴ τῶν θείων λογίων ὀρθὴν ἐποιεῖτο τὴν διήγησιν, καὶ πολλὴν αὐτοῦ τὴν τὴν ἐπ᾿ ἀμαθείᾳ τῶν τοιούτων αἰσχύνην καταχεάμενος, ἀντιμισθίαν εὐρεν τὴν ἀποκήρυξιν 7 vgl. Sozomen. III 15, 7 1 Ε; Nie. | 4 ob λιπούσης? | 7 π(ερὶ) λόγων ἁμίλλαισ B ἐπὶ λόγων ἅμιλλαν M ἐπὶ λόγων ἁμίλλαις Val.; vgl. unt. S. 46, 22 f; 64, 20 u. Sozomen.: τὰς ἔριδας τῶν λόγων | 8 Ε; Val., s. unt. Ζ. 32 | 11 εἶχεν ed. | 13 Ἀναζερβὸν ed. | 16 ὁρμημένου B, ich corrigiere | 20 ἀμαθεία aus ἀμαθειαν corr. B | τῶν > τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύσις αὐτῷ μειζόνων ὠρέρετο μαθημάτων, Snid. πρὸς λογικὰς θεωρίας ἐτράπετο. καὶ δῆτα συγγίνεται Παυλίνῳ ἀρτίως ἀπὸ τῆς Τύρου εἰς Ἀντιόχειαν ἀφικομένῳ· ἔτι κατὰ τοὺς Κωνσταντίνου χρόνους τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶς φαίνων τῆς ἀσεβείας τὴν ῥώμην εἰς τὰς πρὸς τοὺς διαφερομένους ζητήσεις· καὶ οὐχ ὑπόστατος ἤδη τοῖς πολλοῖς ἦν. ἐπεὶ δὲ Παυλῖνος ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοστοῦ ἀπὸ τῶν ἀποστόλων ἔχοντος τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων δεινὸν ποιησά- 29 τῆς > ΒΕ | so vor ἔτι interpungieren die besten HSS | 30 TUE κων B κωνσταντίου R κωνσταντίου A | 31 διαφορουμένουσ B 33 Εὐλαλίου Gaisford εὐλάλου HSS | 34 του] τῶν E | ἐλεγχόμενοι A Phot.τῆς εὐεργετούσης αὐτὸν οἰκίας. ἐκεῖθεν δὲ ἐλαθεὶς Ἀθανασίᾳ συγγίνεται, ὃς τῶν μὲν Λουκιανοῦ τοῦ μάρτυρος ὁμιλητῶν εἱς ἐγεγόνει, τὴν Ἀναβαρζὸν δ᾿ ἐσκόπει· παρ’ ᾧ τοὺς εὐαγγελιστὰς ἀναγνοὺς καὶ τοῖς καθ᾿ ἕκαστον αὐτὸν ἐπιστήσας, ἐπὶ τὴν Ταρσὸν παρὰ Ἀντώνιον ἀφικνεῖται. τῶν Λουκιανοῦ δὲ καὶ οὗτος ἦν γνωρίμων. ὑφ’ οὗ τὰς τοῦ ἀποστόλου ἀναδιδαχθεὶς ἐπιστολὰς ἱκανὸν αὐτῷ συνδιέτριβε χρόνον, τὴν τοῦ πρεσβυτέρου τάξιν πληροῦντι. ἐπεὶ δ᾿ ὁ Ἀντώνιος ἔφορος ἐγεγόνει καὶ οὐχ οἷός τε ἠν ἐνασχολεῖσθαι τῇ σοφιζούσῃ τὸν Ἀέτιον διδασκαλίᾳ, εἰς τὴν Ἀντιόχου πάλιν ὁ Ἀέτιος ἐπάνεισιν, ἀκροασόμενος Λεοντίου· πρεσβύτερος δὲ ἦν ὁ Λεόντιος κατ’ ἐκεῖνο καιροῦ, καὶ αὐτὸς τῶν μαθητῶν Λουκιανοῦ χρηματίσας. ὃς αὐτῷ καὶ τοὺς προφήτας ἐξηγήσατο καὶ μάλιστα τὸν Ἰεζεκιήλ.

Ἀλλὰ κἀκεῖθεν αὐτὸν ὁ φθόνος αὖθις, ὡς Φιλοστόργιος ληρεῖ, ὡς δ᾿ ἄν τις ἀληθεύων εἴποι, τῆς γλώσσης ἡ ἀκρασία καὶ τὸ τοῦ φρονήματος δυσσεβές, ἀπελαύνει. ἐκεῖθεν οὖν τὴν Κιλικίαν καταλαμβάνει· καί τις τῶν Βορβοριανῶν, λόγοις αὐτῷ ὑπὲρ τῆς ἰδίας δόξης συμπλακείς, εἰς ἐσχάτην κατέστησεν ἡτταν. ἐξ᾿ ᾧ ἀθυμία τε κατεῖχεν καὶ τὸ ζῆν οὐκ ἀνεκτὸν ἡγεῖτο, ὁρῶν τὸ ψεῦδος τῆς ἀληθείας ἐπικρατέστερον. οὕτω δὲ τῷ Ἀετίῳ διακειμένῳ ὀπτασία τις, ὡς οὑτος τερατολογεῖ, ἐφίσταται λύουσα τὴν ἀθυμίαν, συμβόλοις παρεχομένη τὸ ἀνανταγώνιστον τῆς ἤδη παρεχομένης αὐτῷ σοφίας. κἀκεῖθεν παραγεγόνει τῷ Ἀετίῳ τὸ μηδενὸς ἐν συμπλοκαῖς ὑττᾶσθαι λόγων. μετ’ οὐ πολὺ γοῦν Ἀφθόνιός τις, τῆς Μανιχαίων λύσσης προεστὼς καὶ μεγάλην παρὰ πολλοῖς ἐπὶ σοφίᾳ καὶ δεινότητι λόγων φέρων τὴν δόξαν, έν τῇ κατ᾿ Αἴγυπτον αὐτῷ Ἀλεξανδρείᾳ συμπλέ- 21 ff vgl. Eunom. bei Gregor. Nyss. C. Eun. I PG 45, 256 D 2. Sozom. IV 23, 4 2 ὁμιλιτῶν B | 3 δ’ ἐσκόπει Holstein] διεσκόπει B δ’ ἐπεσκόπει Val. <δὲ> διεσκόπει Bochart Ι 4 αὐτὸν B st. αὑτὸν oder αὐτῶν? | 9 πάλιν B, ob πόλιν? I 12 ἱεζεκιὴλ B | 16 ὑΠὲρ Bchart ὑπὸ B | 20 ὡσ συτοσ (ὡσ wenig aus καὶ τοσ corr. B, vgl. unt. S. 47, 23 f u. oft | ἐφίσταται Migne ἐπίσταται B I 21 παρεχομένης] παρεσομένης Holstein, viell. Photius selbst corrigierend; vgl. z. B. die Wiederholung καταστὰς — κατέστη unt. S. 47, 22 ff; auch S. 33, 13 u. oft I αὐτῷ Bochart αὐτ(οῦ) B | 22 π(αρα)γεγόνει B, ob περιγεγόνει? Suid. μενοι πρὸς ἀνδρὸς δημιουργοῦ καὶ νέου κατὰ κράτος ἐλαύνεσθαι, συστάντες ἐξήλασαν αὐτὸν τῆς Ἀντιοχείας. ἐξελαθεὶς δὲ εἰς τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιστα δυνάμεως πάσης πιμπλάμενος μείζους ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰσέφερε τοὺς καρπούς.

35 τὴν > BE | 36 ἀνάζαρβον aus ἀνάβαρζον corr. U | ὁ δὲ] ὄ δὴ AR, aber ὅ in ὃσ corr. R | ἤδη > TU | 36/37 πιπλάμενοσ B | 37 διδομένων

κεται. καὶ γὰρ ἧκε πρὸς αὐτὸν ἐξ Ἀντιοχείας ὁ Ἀέτιος, ὑπὸ τῆς Phot. περὶ αὐτὸν φήμης ἑλκόμενος. ὡς δ’ εἰς ἅμιλλαν ἀλλήλοις κατέστησαν, οὐδὲ πολλῆς καταναλωθείσης διελέγξεως, εἰς ἀφωνίαν συνελάσας ὁ Ἀέτιος τὸν Ἀφθόνιον ἐκ μεγάλης δόξης εἰς μεγάλην αἰσχύνην κατήνεγκεν. διὸ καὶ τῷ ἀπροσδοκήτῳ βαρυθυμήσας τῆς ἥττης, νόσον τε ἐπεσπάσατο χαλεπὴν καὶ τῇ νόσῳ πέρας ὁ θάνατος ἠν, οὐδὲ περαιτέρω τῶν ἑπτὰ ἡμερῶν διαρκέσαντος τοῦ σώματος ἀπὸ τῆς πληγῆς. Ἀέτιος δὲ διὰ πάντων ἐχώρει, τοῖς λόγοις τοὺς ἀντιπάλους κατὰ κράτος βάλλων καὶ τὴν νίκην λαμπρὰν ἀναδούμενος.

Τότε δὲ καὶ τῆς ἰατρικῆς ἐξῆπτο, ὡς ἂν μὴ μόνον ψυχῶν, ἀλλὰ καὶ σωμάτων ἔχοι τὰς νόσους ἐᾶσθαι. Σώπολις δ᾿ ἠν αὐτῷ τοῦ μαθήματος ὁ διδάκαλος, ἀνὴρ ἐν τῇ τέχνῃ μηδενὸς ἔχων τὰ δεύτερα· ἀριστεύων δὲ ἐν ἰατρικῇ ὁ Ἀέτιος ἄμισθον παρεῖχεν τοῖς δεομένοις τὴν θεραπείαν. εἰ εἰ ποτε ἐδέησεν αὐτῷ τῶν ἀναγκαίων, παρά τινι τῶν ὁμοτέχνων νύκτωρ φοιτῶν, ἕνα μὴ δι᾿ ἡμέρας ἀπάγοιτο τῶν σπουδαιοτέρων, ὅσον τοῦ χρυσέου τεχνικωτέρας ἐδεῖτο χειρός, τοῦτο δὴ ἄρα ἐξεργαζόμενος θᾶττον, παρὰ τοῦ ὁμοτέχνου τὸν μισθὸν ἐκομίζετο καὶ τὸν ἑαυτοῦ βίον συνεῖχε. ταῦτα δὲ κατ ἐκείνους τοὺς καιροὺς Κωνσταντίου ἠν καθ᾿ οὓς καὶ ὁ Θεόφιλος ἐκ τῶν Ἰνδῶν ἐπανελθὼν διῆγεν ἐν Ἀντιοχείᾳ.

16. Ὅτι Ἀέτιος, φησί, τοῖς περὶ Βασίλειον τὸν Ἀγκύρας καὶ Εὐστάθιον τὸν Σεβαστείας εἰς τοὺς περὶ τοῦ ὁμοουσίου λόγους καταστάς, καὶ πάντων ἀνθρώπων αὐτοὺς διελέγξας ἀφωνοτάτους, ὡς οὗτος τερατολογεῖ, εἰς μῖσος αὐτοῖς ἄσπονδον κατέστη.