GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:9.10.1-9.10.4 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:9.10.1-9.10.4

Οἷα δὲ εἰκὸς, ὡς ἐν ἁλώσει τοιᾶσδε πόλεως πολλῶν συμβεβηκότων, ὃ τότε μοι ἔδοξεν ἐκκλησιαστικῆς ἱστορίας ἄξιον γεγενῆσθαι ἀναγράψομαι. Δηλοῖ γὰρ ἀνδρὸς βαρβάρου πρᾶξιν εὐσεβῆ, καὶ γυναικὸς Ῥωμαίας ἀνδρείαν ἐπὶ φυλακῇ σωφροσύνης, ἀμφοτέρων δὲ Χριστιανῶν, οὐκ ἀπὸ τῆς αὐτῆς αἱρέσεως: καθότι ὁ μὲν, τὰ Ἀρείου: ἡ δὲ, τῶν ἐν Νικαίᾳ τὴν πίστιν ἐζήλου.

Ταύτην δὲ εὖ μάλα καλὴν ἰδών τις νέος τῶν Ἀλαρίχου στρατιωτῶν, ἡττήθη τοῦ κάλλους, καὶ εἰς συνουσίαν εἷλκεν. Ἀνθέλκουσαν δὲ καὶ βιαζομένην μηδὲν ἀσελγὲς παθεῖν, γυμνώσας τὸ ξίφος, ἠπείλησεν ἀναιρεῖν: καὶ μετὰ φειδοὺς, οἷά γε ἐρωτικῶς διακείμενος, ἐξ ἐπιπολῆς ἔπληξε τὸν τράχηλον.

Πολλῷ δὲ περιρρεομένη τῷ αἵματι, τὸν αὐχένα τῷ ξίφει ὑπέσχεν: αἱρετώτερον ἐν σωφροσύνῃ λογισαμένη ἀποθανεῖν, ἢ ζῆν ἑτέρου πειρασθεῖσαν ἀνδρὸς

μετὰ τὸν νόμῳ συνοικήσαντα. Ἐπεὶ δὲ πάλιν ὁ βάρβαρος καὶ φοβερώτερον ἐπιὼν οὐδὲν πλέον ἤνυε, θαυμάσας αὐτῆς τὴν σωφροσύνην, ἤγαγεν εἰς τὸ Πέτρου ἀποστολεῖον: καὶ παραδοὺς τοῖς φύλαξι τῆς ἐκκλησίας, καὶ χρυσοὺς ἓξ εἰς ἀποτροφὴν αὐτῆς, ἐκέλευσε τῷ ἀνδρὶ φυλάττειν.