GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:8.15.1-8.15.7 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:8.15.1-8.15.7

Ἐν τούτῳ δὲ συνέβη νοσεῖν τοῦ βασιλέως παιδίον: περιδεὴς δὲ οὖσα ἡ μήτηρ μή τι πάθοι, πέμψασα πρὸς Ἐπιφάνιον, ἐδεῖτο εὔχεσθαι ὑπὲρ αὐτοῦ. Ὁ δὲ, ζήσεσθαι τὸν κάμνοντα ὑπέσχετο, εἰ τοὺς ἀμφὶ Διόσκορον αἱρετικοὺς ὄντας ἀποστραφείη.

Ἡ δὲ βασιλὶς, Τὸ ἐμὸν, ἔφη, παιδίον, εἴγε δοκεῖ τῷ Θεῷ λαμβάνειν, ταύτῃ ἔστω: Κύριος γὰρ ὁ δοὺς, πάλιν ἀφαιρεῖται: αὐτὸς δὲ εἴπερ οἷός τε ᾖς νεκροὺς ἀνεγείρειν, οὐκ ἂν ὁ σὸς ἀρχιδιάκονος τεθνήκει. Ἔτυχε γὰρ οὐ πρὸ πολλοῦ τελευτήσας Κρισπίων, ὃν ἀδελφὸν ὄντα Φούσκωνος καὶ Σαλαμάνου τῶν ἐπὶ Οὐάλεντος δηλωθέντων μοναχῶν, σύνοικον ἔχων, ἀρχιδιάκονον ἑαυτῷ κατέστησεν.

Οἱ δὲ περὶ Ἀμμώνιον, τοῦτο γὰρ αὐτῇ τῇ βασιλίδι ἐδόκει, πρὸς Ἐπιφάνιον ἦλθον. Πυθομένου δὲ αὐτοῦ τίνες εἶεν, ὑπολαβὼν Ἀμμώνιος, Οἱ μακροὶ, ἔφη, ὦ πάτερ: ἀλλ̓ εἰ πώποτε μαθηταῖς ἡμετέροις ἢ συντάγμασιν ἐνέτυχες, ἡδέως ἐμάνθανον. Τοῦ δὲ ἀποφήσαντος, πάλιν ἤρετο: Πόθεν οὖν αἱρετικοὺς εἶναι σφᾶς νενόμικας, μηδένα ἔλεγχον ἔχων τῆς αὐτῶν γνώμης;

Ἀκηκοέναι δὲ Ἐπιφανίου λέγοντος, Ἡμεῖς δὲ, ἔφη, πᾶν τοὐναντίον πεπόνθαμεν: μαθηταῖς γὰρ σοῖς συνετύχομεν πολλάκις καὶ συγγράμμασιν: ὧν ἐκεῖνό γέ ἐστιν ὃ τὴν ἐπιγραφὴν Ἀγκυρωτὸς ἔχον: βουλομένων τε πολλῶν λοιδορεῖσθαι καὶ ὡς αἱρετικὸν διαβάλλειν, ὑπερηγωνιζόμεθα ὡς εἰκὸς πατρὸς, καὶ ὑπεραπελογούμεθα. Οὔκουν ἐχρῆν ἐξ ἀκοῆς ἐρήμην καταδικάζειν, ὧν οὐκ αὐτὸς πεισθεὶς κατέγνως, οὔτε τοιαύτην ἀμοιβὴν τοῖς εὖ λέγουσιν

ἀποδοῦναι. Ὁ δὲ Ἐπιφάνιος, τότε μὲν μετριώτερον προσδιαλεχθεὶς, ἀπέπεμπε τοὺς ἄνδρας. Οὐ πολλῷ δὲ ὕστερον ἀπέπλευσεν εἰς Κύπρον: ἢ τῆς ἐπὶ Κωνσταντινουπόλεως ἀφίξεως καταγνούς: ἢ τοῦ Θεοῦ χρήσαντος, καὶ τὸν αὐτοῦ θάνατον, ὡς εἰκὸς, αὐτῷ προμηνύσαντος: πλέων γὰρ, πρὶν εἰς Κύπρον ἐλθεῖν, ἐτελεύτησε.

Λέγεται γοῦν τοῖς αὐτῷ συνελθοῦσιν ἐπισκόποις ἐπὶ θάλασσαν εἰπεῖν, μέλλων ἐπιβαίνειν τοῦ σκάφους, Ἀφίημι ὑμῖν τὴν πόλιν καὶ τὰ βασίλεια, καὶ τὴν ὑπόκρισιν: ἐγὼ δὲ ἄπειμι: σπεύδω γὰρ, πάνυ σπεύδω.

Κἀκεῖνον δὲ εἰσέτι νῦν πολλῶν ὄντα τὸν λόγον ἐπυθόμην, ὡς Ἐπιφανίῳ μὲν Ἰωάννης τὴν ἐν τῇ θαλάσσῃ τελευτὴν προεμήνυσεν: ὁ δὲ ἐκείνῳ, τῆς ἐπισκοπῆς τὴν καθαίρεσιν. Ἐν ᾧ γὰρ διεφέροντο, ὁ μὲν ἐδήλωσεν Ἰωάννῃ, Ἐλπίζω σὲ μὴ ἀποθανεῖν ἐπίσκοπον. Ὁ δὲ Ἰωάννης ἀντεδήλου: Οὐδὲ ἐγώ σε τῆς σῆς ἐπιβήσεσθαι πόλεως.