Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, καὶ τὴν Γεωργίου καὶ Θεοδωρίτου ἀναίρεσιν διεξῆλθον, καιρὸν ἔχειν δοκῶ ποιήσασθαι μνήμην Εὐσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελφῶν: οὓς κατὰ τοῦτο μισῶν ὁ τῶν Γαζαίων δῆμος, οἴκοι κρυπτομένους συνελάβοντο, καὶ δεσμωτηρίῳ τὰ πρῶτα παρέδοσαν,
καὶ ἐμαστίγωσαν. Ἔπειτα συνελθόντες εἰς θέατρον, πλεῖστα αὐτῶν
κατεβόησαν, ὡς κακουργησάντων τὰ ἱερὰ, καὶ ἐπὶ καθαιρέσει καὶ ὕβρει
τοῦ Ἑλληνισμοῦ τῷ παρελθόντι χρόνῳ ἀποχρησαμένων. Ἐν δὲ τῷ
Καὶ παρακελευσάμενοι ἑαυτοῖς, οἷά γε δῆμος στασιάζων εἴωθε, κατέδραμον εἰς τὸ δεσμωτήριον: καὶ ἐξαγαγόντες αὐτοὺς, ὠμότατα διεχρήσαντο: πῆ μὲν πρηνεῖς, πῆ δὲ ὑπτίους ἕλκοντες, καὶ τῷ ἐδάφει προσρηγνύντες: καὶ εἰ ἔτυχον παίοντες, οἱ μὲν λίθοις, οἱ δὲ ξύλοις, ἄλλοι δὲ ἄλλοις τισὶ τοῖς ἐπιτυχοῦσιν.
Ἐπυθόμην δ̓ αὖ ὡς καὶ γυναῖκες ἐκ τῶν ἱστῶν ἐξιοῦσαι, ταῖς κερκίσιν αὐτοὺς κατεκέντουν: καὶ τῶν ἐπ̓ ἀγορᾶς μαγείρων, οἱ μὲν, ὕδατι θερμῷ καχλάζοντας τοὺς λέβητας ἐξαρπάζοντες τῶν χυτροπόδων, κατέχεον: οἱ δὲ τοῖς ὀβελίσκοις διέπειρον.
ὥστε μὴ ῥᾳδίαν αὐτῶν εἶναι τὴν εὕρεσιν. Ἔλαθέ γε μὴν οὐκ ἐπὶ πολύ: γυνὴ γάρ τις Χριστιανὴ οὐκ ἀπὸ Γάζης οὖσα, ἀλλ̓ ἐνθάδε τὴν οἴκησιν ἔχουσα, κατὰ θείαν σύνταξιν ἀνελέξατο ταῦτα νύκτωρ: καὶ ἐμβαλοῦσα χύτρᾳ, Ζήνωνι τῷ αὐτῶν ἀνεψιῷ φυλάττειν ἔδωκεν. Ὧδε γὰρ ἐν τοῖς ὀνείροις ἔχρησεν ὁ Θεὸς, καὶ τὸν ἄνδρα τῇ γυναικὶ κατεμήνυσεν, ᾗ διάγοι: καὶ πρὶν ἰδεῖν ἐπέδειξε, καθότι ἄγνωστος ἦν αὐτῇ, καὶ προσφάτως τοῦ διωγμοῦ κεκινημένου, ἐκρύπτετο.
Ἐπεὶ καὶ αὐτὸς τότε μικροῦ συλληφθεὶς παρὰ τῶν Γαζαίων ἀνῃρέθη: ἀσχολουμένου δὲ τοῦ πλήθους περὶ τὸν φόνον τῶν αὐτοῦ ἀνεψιῶν, καιρὸν εὑρὼν ἔφυγεν εἰς Ἀνθηδόνα πόλιν ἐπὶ θάλασσαν, ἀφεστῶσαν Γάζης ὡς εἰς σταδίους εἴκοσι, παραπλησίως δὲ τηνικαῦτα τῷ Ἑλληνισμῷ χαίρουσαν, καὶ περὶ τὴν θεραπείαν τῶν ξοάνων ἐπτοημένην.
Καταμηνυθεὶς δὲ ἐνταῦθα ὡς Χριστιανὸς, δεινῶς κατὰ νώτου ῥάβδοις
ἐμαστιγώθη παρὰ τῶν Ἀνθηδονίων, καὶ τῆς
Ἔνθα δὴ περιτυχὸν αὐτῷ τὸ γύναιον, τὰ λείψανα δέδωκεν: ὁ δὲ, τέως μὲν οἴκοι ταῦτα ἐφύλαττεν: ἐπεὶ δὲ τὴν αὐτόθι ἐκκλησίαν ἔλαχεν ἐπισκοπεῖν, συνέβη δὲ τοῦτο ἐπὶ τῆς Θεοδοσίου βασιλείας, εὐκτήριον ἐδείματο οἶκον πρὸ τοῦ ἄστεος, καὶ θυσιαστήριον ἐν αὐτῷ ἐπήξατο, καὶ τὰ ὀστᾶ τῶν μαρτύρων ἀπέθετο, πλησίον Νέστορος τοῦ ὁμολογητοῦ: ὃς τῷ βίῳ περιοῦσι τοῖς αὐτοῦ ἀνεψιοῖς συνῆν: καὶ συλληφθεὶς ἅμα αὐτοῖς παρὰ τοῦ δήμου, δεσμῶν καὶ μαστίγων ἐκοινώνησεν.
Ἐν δὲ τῷ ἕλκεσθαι, καλὸν ἔχοντα τὸ σῶμα ἰδόντες οἱ ἕλκοντες, ἠλέησαν: καὶ πρὸ τῶν πυλῶν, ἔτι μὲν ἐμπνέοντα, ἀποθανεῖν δὲ προσδοκώμενον ἔρριψαν: ἀνελόμενοι δέ τινες πρὸς Ζήνωνα διεκόμισαν: παῤ ᾧ τὰ ἕλκη καὶ τὰς πληγὰς ἔτι θεραπευόμενος, ἐτελεύτησε.
Γαζαῖοι δὲ τὸ μέγεθος ἀναλογιζόμενοι τοῦ οἰκείου τολμήματος,
περιδεεῖς ἦσαν, μὴ οὐκ ἀνέξεται
Ἦν δὲ ταῦτα ψεῦδος,
Ἀλλὰ καὶ τὸν ἡγούμενον τότε τοῦ ἔθνους τὴν ἀρχὴν ἀφείλετο, καὶ ἐν
ὑπονοίᾳ εἶχε: καὶ ἀγώγιμον ποιήσας, τὸ μὴ θανάτου καταψηφίσασθαι,
φιλανθρωπίαν ἐλογίσατο: ἐπῃτιᾶτο δὲ αὐτὸν, καθότι τινὰς τῶν Γαζαίων,
οἳ τῆς στάσεως καὶ τῶν φόνων ἄρξαι ἐλέγοντο, συλλαβόμενος ἐν δεσμοῖς
εἶχεν, ὡς κατὰ νόμους εὐθύνας ὑφέξοντας: Τί γὰρ, φησὶν, ἔδει αὐτοὺς
ἀπάγεσθαι, εἰ Γαλιλαίους ὀλίγους, ἀνθ̓ ὧν πολλὰ εἰς αὐτοὺς καὶ τοὺς
θεοὺς ἠδίκησαν, ἠμύναντο; Καὶ τὰ μὲν ὧδε ἐλέγετο.