GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:3.13.1-3.13.6 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:3.13.1-3.13.6

Μετὰ ταύτην τὴν σύνοδον, οὐκέτι ἀλλήλοις ὡς ὁμοδόξοις ἐπεμίγνυντο, οὐδὲ ἐκοινώνουν: οἱ μὲν ἀνὰ τὴν δύσιν, μέχρι Θρᾳκῶν σφᾶς χωρίσαντες: οἱ δὲ ἀνὰ τὴν ἕω, μέχρις Ἰλλυριῶν: τὰ δὲ τῶν ἐκκλησιῶν,

ὡς εἰκὸς, ἐν διχονοίαις συγκέχυτο, καὶ ἐν διαβολαῖς ἦν. Εἰ γὰρ καὶ πρότερον περὶ τὸ δόγμα διεφέροντο, ἀλλ̓ οὖν ἀλλήλοις συγκοινωνοῦντες, οὐ μέγα τὸ κακὸν ἐποίουν, καὶ παραπλησίως φρονεῖν ἐνομίζοντο: ὡς ἐπίπαν γὰρ, ἡ μὲν ἀνὰ πᾶσαν τὴν δύσιν ἐκκλησία καθαρῶς διὰ τῶν πατρίων ἰθυνομένη δογμάτων,

ἔριδός τε καὶ τῆς περὶ ταῦτα τερθρείας ἀπήλλακτο. Εἰ γὰρ καὶ τὸ τῇδε ὑπήκοον πρὸς τὴν Ἀρείου δόξαν μετάγειν ἐσπούδαζον Αὐξέντιος ὁ Μεδιολάνου ἐπίσκοπος γενόμενος, καὶ Οὐάλης καὶ Οὐρσάκιος οἱ ἐκ Παννονίων, οὐ δή που κατὰ γνώμην αὐτοῖς ἡ σπουδὴ προὐχώρει, προϊσταμένου τοῦ Ῥωμαίων θρόνου, καὶ τῶν ἄλλων ἱερέων ἐπιμελῶς φθάνοντος, καὶ τὰς βλάστας ἐκκόπτοντος τῆς τοιαύτης αἱρέσεως.

Τὸ δὲ ἑῷον, εἰ καὶ ἐστασίαζε μετὰ τὴν ἐν Ἀντιοχείᾳ σύνοδον, καὶ πρὸς τὴν ἐν Νικαίᾳ πίστιν περιφανῶς ἤδη διεφέρετο, τὸ μὲν ἀληθὲς, οἶμαι, κατὰ τὴν τῶν πλειόνων γνώμην εἰς τὴν αὐτὴν συνέτρεχε διάνοιαν, καὶ ἐκ τῆς τοῦ Πατρὸς οὐσίας τὸν Υἱὸν συνωμολόγει. Ἐριστικῶς δὲ πρὸς

τὴν ὁμοούσιον λέξιν τινὲς ἀπεμάχοντο. Οἱ μὲν γὰρ τὴν ἀρχὴν τῷ ὀνόματι ἐναντιωθέντες, ὡς συμβάλλω, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, αἰσχύνην ἡγοῦντο δόξαι νενικῆσθαι. Οἱ δὲ, καὶ ὑπὸ ἕξεως τῶν περὶ ταῦτα συχνῶν διαλέξεων, ἐπὶ τὸ ὧδε δοξάζειν περὶ Θεοῦ τραπέντες, ἀμεταθέτως λοιπὸν εἶχον. Οἱ δὲ, εἰδότες ὡς οὐ δέον φιλονεικοῦσι, πρὸς τὸ κεχαρισμένον ἑκατέροις ὑπεκλίνοντο διὰ δύναμιν, ἢ οἰκειότητα, ἢ ἄλλας αἰτίας, ὑφ̓ ὧν ἄνθρωποι προάγονται τὰ μὴ προσήκοντα χαρίζεσθαι, ἢ παρρησίαν μὴ ἄγειν ἐφ̓ οἷς χρὴ διελέγχειν. Πολλοὶ δὲ λῆρον ἡγοῦντο, τρίβεσθαι περὶ τὰς τοιαύτας ἔριδας τῶν λόγων: ἡσυχῇ δὲ τῆς γνώμης εἴχοντο τῶν ἐν Νικαίᾳ συνελθόντων.

Ἐῴκεισαν δὲ παρὰ πάντας τοὺς ἀνὰ τὴν ἕω εἰς τὸ φανερὸν ἀπρὶξ ἔχεσθαι τῶν ἐν Νικαίᾳ δοξάντων, Παῦλος ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος, καὶ Ἀθανάσιος ὁ Ἀλεξανδρείας, καὶ σύμπαν τὸ μοναχικὸν πλῆθος: Ἀντώνιός τε ὁ μέγας ἔτι περιὼν, καὶ οἱ συγγενόμενοι αὐτῷ, καὶ ἄλλοι πλεῖστοι ἀνὰ τὴν Αἴγυπτον, καὶ ἀλλαχοῦ τῆς Ῥωμαίων γῆς. Τούτων δὲ ἐπείπερ ἐπεμνήσθην, ὅσους περιφανεῖς κατ̓ αὐτὴν τὴν ἡγεμονίαν παρείληφα, ἐπιδραμοῦμαι τῷ λόγῳ.