GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:3.12.1-3.12.7 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:3.12.1-3.12.7

Ἐν μέρει τε καὶ οἱ ἀμφὶ τὸν Ὅσιον συνελθόντες ἀθῴους ἀπέφῃναν, Ἀθανάσιον μὲν, ὡς ἀδίκως ἐπιβουλευθέντα παρὰ τῶν ἐν Τύρῳ συνελθόντων: Μάρκελλον δὲ, ὡς μὴ τάδε φρονεῖν ὁμολογήσαντα ἃ διεβάλλετο: Ἀσκληπᾶν δὲ, ὡς Εὐσεβίου τοῦ Παμφιλου καὶ πολλῶν ἄλλων δικαστῶν ψήφῳ τὴν ἐπισκοπὴν ἀπολαβόντα: καὶ ὅτι τάδε ἀληθῆ εἴη, ὑπόμνημα τῆς δίκης ἐπιδείξαντα: Λούκιον δὲ, ὡς τῶν αὐτοῦ κατηγόρων φυγόντων.

Καὶ πρὸς τὴν ἑκάστου παροικίαν ἔγραψαν, αὐτοὺς ἔχειν ἐπισκόπους καὶ προσδοκᾷν: Γρηγόριον δὲ τὸν ἐν Ἀλεξανδρείᾳ, καὶ Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, μηδὲ ἐπισκόπους ὀνομάζειν, μηδὲ κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν,

μηδὲ Χριστιανοὺς ἡγεῖσθαι. Καθεῖλον δὲ τῆς ἐπισκοπῆς Θεόδωρον τὸν Θρᾷκα, καὶ Νάρκισσον τὸν Εἰρηνοπόλεως ἐπίσκοπον, καὶ Ἀκάκιον τὸν Καισαρείας τῆς Παλαιστίνης, καὶ Μηνόφαντον τὸν Ἐφέσου, καὶ Οὐρσάκιον τὸν Σιγγιδώνου τῆς Μυσίας, καὶ Οὐάλεντα τὸν Μυρσῶν τῆς Παννονίας, καὶ Γεώργιον τὸν Λαοδικείας,

εἰ καὶ μὴ τῇ συνόδῳ ταύτῃ παρεγένετο σὺν τοῖς ἀπὸ τῆς ἕω ἐπισκόποις. Ἀφείλοντο δὲ τούτους τῆς ἱερωσύνης καὶ τῆς κοινωνίας, ὡς τὸν Υἱὸν χωρίζοντας τοῦ Πατρὸς τῆς οὐσίας, καὶ τοὺς πάλαι καθαιρεθέντας διὰ τὴν Ἀρείου αἵρεσιν δεξαμένους, καὶ εἰς ἀξιώματα μείζω λειτουργίας Θεοῦ παραγαγόντας.

Διὰ ταῦτα τε αὐτοὺς ἀποκηρύξαντες, καὶ τῆς καθόλου ἐκκλησίας ἀλλοτρίους ψηφισάμενοι, ἔγραψαν τοῖς πανταχοῦ ἐπισκόποις, ἐπιψηφίσασθαι τοῖς παῤ αὐτῶν κεκριμένοις, καὶ ὁμοφρονεῖν αὐτοῖς περὶ τὸ δόγμα. Ἐξέθεντο δὲ καὶ αὐτοὶ τηνικαῦτα πίστεως γραφὴν ἑτέραν, πλατυτέραν μὲν τῆς ἐν Νικαίᾳ, φυλάττουσαν δὲ τὴν αὐτὴν διάνοιαν, καὶ οὐ παρὰ πολὺ διαλλάττουσαν τῶν ἐκείνης ῥημάτων.

Ἀμέλει Ὅσιος καὶ Πρωτογένης, οἳ τότε ὑπῆρχον ἄρχοντες τῶν ἀπὸ τῆς δύσεως ἐν Σαρδικῇ συνεληλυθότων, δείσαντες ἴσως μὴ νομισθεῖεν τισὶ καινοτομεῖν τὰ δόξαντα τοῖς ἐν Νικαίᾳ, ἔγραψαν Ἰουλίῳ, καὶ ἐμαρτύραντο κύρια τάδε ἡγεῖσθαι: κατὰ χρείαν δὲ σαφηνείας, τὴν αὐτὴν διάνοιαν πλατῦναι, ὥστε μὴ ἐγγενέσθαι τοῖς τὰ Ἀρείου φρονοῦσιν,

ἀποκεχρημένοις τῇ συντομίᾳ τῆς γραφῆς, εἰς ἄτοπον ἕλκειν τοὺς ἀπείρους διαλέξεως. Ταῦτα πράξαντες ἐκάτεροι, διέλυσαν τὸν σύλλογον, καὶ εἰς τὰ οἰκεῖα ἕκαστος ἐπανῆλθε. Συνέστη δὲ αὕτη ἡ σύνοδος, Ῥουφίνου καὶ Εὐσεβίου ὑπατευόντων: ἑνδέκατον δὲ τοῦτο ἔτος ἦν ἀπὸ τῆς Κωνσταντίνου τελευτῆς. Συνῆλθον δὲ, ἐκ μὲν τῶν πρὸς δύσιν πόλεων ἀμφὶ τριακόσιοι ἐπίσκοποι: ἐκ δὲ τῆς ἕω, ἓξ καὶ ἑβδομήκοντα: σὺν τούτοις δὲ καὶ Ἰσχυρίων, ἐπιτραπεὶς τὴν τοῦ Μαρεώτου ἐπισκοπὴν πρὸς τῶν Ἀθανασίῳ ἀπεχθανομένων.