GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:1.17.1-1.17.7 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:1.17.1-1.17.7

Ἐπεὶ δὲ παῤ ἐλπίδας ἐχώρει τὸ πρᾶγμα, καὶ κρείττων ἦν διαλλαγῶν ἡ ἔρις, ἄπρακτός τε ἐπανῄει ὁ τὴν εἰρήνην βραβεῦσαι ἀπεσταλμένος, συνεκάλεσε σύνοδον εἰς Νίκαιαν τῆς Βιθυνίας, καὶ πανταχῆ τοῖς προεστῶσι τῶν ἐκκλησιῶν ἔγραψεν, εἰς ῥητὴν ἡμέραν παρεῖναι.

Ἐκοινώνουν δὲ τούτου τοῦ συλλόγου, τῶν μὲν ἀποστολικῶν θρόνων, Μακάριος ὁ Ἱεροσολύμων, καὶ Εὐστάθιος ἤδη τὴν Ἀντιοχείας τῆς πρὸς τῷ Ὀρρόντῃ ἐκκλησίαν ἐπιτραπεὶς, καὶ Ἀλέξανδρος ὁ Ἀλεξανδρείας τῆς πρὸς τὴν Μαρείαν λίμνην. Ἰούλιος δὲ ὁ Ῥωμαίων ἐπίσκοπος, διὰ γῆρας ἀπελιμπάνετο: παρῆσαν δὲ ἀντ̓ αὐτοῦ Βίτων καὶ Βικέντιος πρεσβύτεροι τῆς αὐτῆς ἐκκλησίας. Ἐπὶ τούτοις δὲ, καὶ ἄλλοι πλεῖστοι καλοὶ καὶ ἀγαθοὶ ἐκ διαφόρων ἐθνῶν συνῆλθον: οἱ μὲν νοεῖν καὶ λέγειν ἱκανοὶ, εἰδήσει τε τῶν ἱερῶν βίβλων καὶ τῆς ἄλλης παιδεύσεως ἐπίσημοι, ἐν ἀρετῇ βίου διαπρέποντες: οἱ δὲ, κατ̓ ἀμφότερον εὐδοκιμοῦντες.

Ἦσαν δὲ ἐπίσκοποι ὑπὲρ ἀμφὶ τριακόσιοι εἴκοσι: πρεσβυτέρων τε καὶ διακόνων ὡς εἰκὸς ἑπομένων οὐκ ἦν ὀλίγον πλῆθος. Συμπαρῆσαν δὲ αὐτοῖς ἄνδρες διαλέξεων ἔμπειροι, ἐκείνοις βοηθεῖν λόγοις σπουδάζοντες. Οἷα δὲ φιλεῖ γίνεσθαι, πολλοὶ τῶν ἱερέων, ὡς ὑπὲρ ἰδίων πραγμάτων ἀγωνίσασθαι συνελθόντες, καιρὸν ἔχειν ἐνόμισαν τῆς τῶν λυπούντων διορθώσεως: καὶ περὶ ὧν ἕκαστος τῶν ἄλλων ἐμέμφετο, βιβλίον ἐπιδοὺς βασιλεῖ, τὰ εἰς αὐτὸν ἡμαρτημένα προσήγγελλεν.

Ἐπεὶ δὲ ἐφ̓ ἑκάστης εὐχερῶς τοῦτο συνέβαινε, προσέταξεν ὁ βασιλεὺς εἰς ῥητὴν ἡμέραν ἕκαστον περὶ ὧν ἐνεκάλει δῆλον ποιεῖν. Ἀφικομένης δὲ τῆς προθεσμίας, τὰ ἐπιδοθέντα βιβλία δεξάμενος, Αὗται μὲν, ἔφη, αἱ κατηγορίαι καιρὸν οἰκεῖον ἔχουσι τὴν ἡμέραν τῆς μεγάλης κρίσεως, δικαστὴν δὲ, τὸν μέλλοντα πᾶσι τότε κρίνειν: ἐμοὶ δὲ οὐ θεμιτὸν ἀνθρώπῳ ὄντι, τοιαύτην εἰς ἑαυτὸν ἕλκειν ἀκρόασιν, ἱερέων κατηγορούντων καὶ κατηγορουμένων: ἥκιστα γὰρ χρὴ τοιούτους ἑαυτοὺς παρέχειν, ὡς παῤ ἑτέρου κρίνεσθαι. Ἄγε οὖν, μιμησάμενοι τὴν θείαν φιλανθρωπίαν ἐν τῇ πρὸς ἀλλήλους συγγνώμῃ, ἀπαλειφθέντων τῶν κατηγορημένων, πεισώμεθα, καὶ τὰ περὶ τῆς πίστεως σπουδάσωμεν, οὗ ἕνεκεν δεῦρο συνεληλύθαμεν.

Ταῦτα εἰπὼν ὁ βασιλεὺς, τὴν ἑκάστου γραφὴν ἀργεῖν, καὶ τὰ βιβλία καυθῆναι προσέταξε: καὶ ἡμέραν ὥρισε, καθ̓ ἣν ἐχρῆν λῦσαι τὰ ἀμφισβητούμενα.

Πρὸ δὲ τῆς προθεσμίας συνιόντες καθ̓ ἑαυτοὺς οἱ ἐπίσκοποι, μετακαλοῦνται τὸν Ἄρειον: καὶ προτιθεμένων εἰς τὸ κοινὸν ὧν ἐδόξαζον, διελέγοντο. Οἷα δὲ εἰκὸς, εἰς διαφόρους ζητήσεις περιισταμένης τῆς διασκέψεως, οἱ μὲν, μὴ νεωτερίζειν παρὰ τὴν ἀρχῆθεν παραδοθεῖσαν πίστιν συνεβούλευον, καὶ μάλιστα οἷς τὸ τῶν τρόπων ἁπλοῦν ἀπεριέργως εἰσηγεῖτο προσίεσθαι τὴν εἰς τὸ θεῖον πίστιν. Οἱ δὲ ἰσχυρίζοντο, μὴ χρῆναι ἀβασανίστως ταῖς παλαιοτέραις δόξαις ἕπεσθαι.

Πολλοὶ δὲ τῶν τότε συνεληλυθότων ἐπισκόπων καὶ τῶν ἑπομένων αὐτοῖς κληρικῶν, δεινοὶ διαλέγεσθαι καὶ τὰς τοιαύτας μεθόδους τῶν λόγων ἠσκημένοι, διέπρεψαν, καὶ βασιλεῖ γνώριμοι καὶ τοῖς ἀμφ̓ αὐτὸν ἐγένοντο. Ἐξ ἐκείνου δὲ καὶ Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἔτι τότε διάκονος, Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ συνὼν, πλεῖστον εἶναι ἔδοξε μέρος τῆς περὶ ταῦτα βουλῆς.