GetPassage urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:1.11.1-1.11.11 urn:cts:greekLit:tlg2048.tlg001.1st1K-grc1:1.11.1-1.11.11

Κατὰ τούτους δὲ γενέσθαι παρειλήφαμεν καὶ Σπυρίδωνα τὸν Τριμυθοῦντος τῆς Κύπρου ἐπίσκοπον: οὗ τὴν ἀρετὴν ἐπιδεῖξαι, τὴν ἔτι κρατοῦσαν περὶ αὐτοῦ φήμην ἀρκεῖν ἡγοῦμαι. Τῶν δὲ δἰ αὐτοῦ σὺν θείᾳ ῥοπῇ γενομένων τὰ μὲν πλεῖστα, ὥς γε εἰκὸς, οἱ ἐπιχώριοι ἴσασιν, ἐγὼ δὲ τὰ εἰς ἡμᾶς ἐλθόντα οὐκ ἀποκρύψομαι. Ἐγένετο γὰρ οὗτος ἄγροικος, γαμετὴν καὶ παῖδας ἔχων:

ἀλλ̓ οὐ παρὰ τοῦτο τὰ θεῖα χείρων. Φασὶ δέ ποτε νύκτωρ ἐλθεῖν κακούργους ἄνδρας ἐπὶ τὴν αὐλὴν τῶν αὐτοῦ προβάτων, καὶ κλέψαι ἐπιχειρήσαντας, ἐξαπίνης γενέσθαι δεσμίους, μηδενὸς δήσαντος: ἅμα δὲ ἡμέρᾳ παραγενόμενον αὐτὸν, πεπεδημένους εὑρεῖν τούτους, καὶ λῦσαι μὲν τῶν ἀοράτων δεσμῶν, μέμψασθαι δὲ, ὅτι ἐξὸν πεῖσαι καὶ λαβεῖν ἅγε ἐπεθύμουν, κλέψαι μᾶλλον εἵλοντο, καὶ ἐν νυκτὶ τοσοῦτον ταλαιπωρῆσαι.

Ὅμως δ̓ οὖν αὐτοὺς ἐλεήσας, μᾶλλον δὲ πρὸς τὸν ἀμείνω βίον μετατεθῆναι παιδεύων, ἄπιτε, ἔφη, τοῦτον τὸν κριὸν λαβόντες: κεκμήκατε γὰρ ἀγρυπνοῦντες, καὶ δεῖ ὑμᾶς μὴ μεμφομένους τοὺς πόνους, ἐκ τῆς ἐμῆς αὐλῆς ἀπαλλάττεσθαι. Τοῦτο θαυμάσειε μὲν ἄν τις εἰκότως:

οὐχ ἧττον δὲ κἀκεῖνο. Θυγατρὶ αὐτοῦ παρθένῳ, Εἰρήνη τοὔνομα, παρέθετό τις τῶν γνωρίμων τί. Ἡ δὲ, λαβοῦσα κατώρυξεν οἶκοι, ὅπως ἐπιμελῶς φυλάττοιτο. Συμβὰν δὲ τὴν παῖδα τελευτῆσαι μηδὲν εἰποῦσαν, ἧκεν ὁ ἄνθρωπος τὴν παρακαταθήκην ἀπαιτῶν. Ἀγνοοῦντος δὲ Σπυρίδωνος ὅ τι λέγει, ἀναζητήσαντος δὲ ὅμως κατὰ τὴν οἰκίαν καὶ μὴ εὑρόντος, ἔκλαιε, καὶ τὰς τρίχας ἔτιλλε, καὶ θανατῶν δῆλος ἦν.

Κινηθεὶς δὲ πρὸς ἔλεον ὁ Σπυρίδων ἦλθεν ἐπὶ τὸν τάφον, καὶ ὀνομαστὶ τὴν παῖδα ἐκάλεσε. Τῆς δὲ ἀποκριναμένης, ἤρετο περὶ τῆς παρακαταθήκης: καὶ μαθὼν ἀνέστρεφε, καὶ εὑρὼν ᾗ ἐσήμαινεν, ἀπέδωκε τῷ ἀνθρώπῳ. Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, οὐκ ἄτοπον καὶ τοῦτο προσθεῖναι.

Ἔθος ἦν τούτῳ τῷ Σπυρίδωνι, τῶν γινομένων αὐτῷ καρπῶν τοὺς μὲν, πτωχοῖς διανέμειν, τοὺς δὲ, προῖκα δανείζειν τοῖς ἐθέλουσιν. Οὔτε δὲ διδοὺς, οὔτε ἀπολαμβάνων, δἰ ἑαυτοῦ παρεῖχεν ἢ ὑπεδέχετο: μόνον δὲ τὸ ταμιεῖον ἐπιδεικνὺς, ἐπέτρεπε τοῖς προσιοῦσιν, ὅσων ἂν ἐνδεεῖς ἦσαν κομίζεσθαι, καὶ πάλιν ἀποδιδόναι ὅσον ᾔδεσαν κομισάμενοι. Δανεισάμενος οὖν τις τοῦτον τὸν τρόπον, ἧκεν ὡς ἀποδώσων. Ἐπιτραπεὶς δὲ κατὰ τὸ ἔθος αὐτὸς καθ̓ ἑαυτὸν παραδοῦναι τῷ ταμιείῳ τὰ δεδανεισμένα, πρὸς ἀδικίαν εἶδε: καὶ νομίσας λανθάνειν, οὐκ ἀπέδωκε τὸ χρέος: ἀλλ̓ ὑφελόμενος τοῦ ὀφειλήματος τὴν ἀπόδοσιν, ὡς ἀποτίσας ἀπῆλθε.

Τὸ δὲ ἄρα οὐκ ἔμελλεν ἐπὶ πολὺ λήσειν. Μετὰ γάρ τινα χρόνον, ὁ μὲν πάλιν ἐδεῖτο δανείζεσθαι: ὁ δὲ πρὸς τὸ ταμιεῖον ἀπέπεμπεν, ἐξουσίαν δοὺς αὐτὸν ἑαυτῷ παραμετρεῖν ὅσον βούλεται. Κενὸν δὲ τὸν οἶκον ἰδὼν, ἐμήνυσε τῷ Σπυρίδωνι. Ὁ δὲ πρὸς αὐτὸν, θαυμαστὸν ἄρα, ὦ ἄνθρωπε, ἔφη, πῶς σοι μόνῳ ἔδοξε τὸ ταμιεῖον ἐπιλείπειν τὰ ἐπιτήδεια. Σκόπει οὖν κατὰ σαυτὸν, μὴ χρησάμενος ἄλλοτε, τὰ πρῶτα οὐκ ἀπέδωκας: εἰ γὰρ μὴ τοῦτό ἐστιν, πάντως οὐκ ἀποτεύξῃ ὧν δέῃ: καὶ πάλιν ἴθι θαρρῶν ὡς εὑρήσων. Καὶ ὁ μὲν οὕτω φωραθεὶς κατεμήνυσε τὴν ἁμαρτίαν.

Ἄξιον δὲ, τούτου τοῦ θείου ἀνδρὸς θαυμάσαι τὸ ἐμβριθὲς καὶ τὴν ἀκρίβειαν τῆς ἐκκλησιαστικῆς τάξεως. Λέγεται οὖν χρόνῳ ὕστερον κατά τινα χρείαν εἰς ταὐτὸ συνελθεῖν τοὺς ἐπισκόπους τῆς Κύπρου: εἶναι δὲ σὺν αὐτοῖς Σπυρίδωνα τοῦτον, καὶ Τριφύλλιον τὸν Λεδρῶν ἐπίσκοπον, ἄνδρα ἄλλώς τε ἐλλόγιμον, καὶ διὰ νόμων ἄσκησιν πολὺν χρόνον ἐν τῇ Βηρυτίων πόλει διατρίψαντα.

Συνάξεως δὲ ἐπιτελουμένης, ἐπιτραπεὶς Τριφύλλιος διδάξαι τὸ πλῆθος, ἐπεὶ τὸ ῥητὸν ἐκεῖνο παράγειν εἰς μέσον ἐδέησε, τὸ, Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει: σκίμποδα ἀντὶ τοῦ κραββάτου, μεταβαλὼν τὸ ὄνομα εἶπε. Καὶ ὁ Σπυρίδων ἀγανακτήσας, οὐ σύ γε, ἔφη, ἀμείνων τοῦ κράββατον εἰρηκότος, ὅτι ταῖς αὐτοῦ λέξεσιν ἐπαισχύνῃ κεχρῆσθαι; καὶ τοῦτο εἰπὼν, ἀπεπήδησε τοῦ ἱερατικοῦ θρόνου, τοῦ δήμου ὁρῶντος: ταύτῃ γὲ μετριάζειν παιδεύων τὸν τοῖς λόγοις ὠφρυωμένον. Ἱκανὸς γὰρ ἦν ἐντρέπειν, αἰδέσιμός τε ὢν καὶ ἐκ τῶν ἔργων ἐνδοξότατος: ἅμα δὲ πρεσβύτερος τῇ ἡλικίᾳ τε καὶ ἱερωσύνῃ τυγχάνων.

Ὅπως δὲ διέκειτο περὶ τὰς δεξιώσεις τῶν ξένων, ἐντεῦθεν ἰστέον. Ἤδη τῆς τεσσαρακοστῆς ἐνστάσης, ἧκέ τις πρὸς αὐτὸν ἐξ ὁδοιπορίας, ἐν αἷς εἰώθει μετὰ τῶν οἰκείων ἐπισυνάπτειν τὴν νηστείαν, καὶ εἰς ῥητὴν ἡμέραν γεύεσθαι, ἄσιτος τὰς ἐν μέσῳ διαμένων: ἰδὼν δὲ τὸν ξένον μάλα κεκμηκότα, ἄγε δὴ, πρὸς τὴν θυγατέρα ἔφη, ὅπως τοῦ ἀνδρὸς τοὺς πόδας νίψῃς, καὶ φαγεῖν αὐτῷ παράθες. Εἰπούσης δὲ τῆς παρθένου μήτε ἄρτον εἶναι, μήτε ἄλφιτα, περιττὴ γὰρ ἡ τούτων παρασκευὴ διὰ τὴν νηστείαν, εὐξάμενος πρότερον καὶ συγγνώμην αἰτήσας, ἐκέλευσε τῇ θυγατρὶ, κρέα ὕεια ἅπερ ἔτυχε τῇ οἰκίᾳ τεταριχευμένα ἑψεῖν.

Ἐπεὶ δὲ ἥψητο, καθίσας ἅμα αὐτῷ τὸν ξένον, παρατεθέντων τῶν κρεῶν ἤσθιε, καὶ τὸν ἄνδρα παρεκάλει αὐτὸν μιμεῖσθαι. Παραιτούμενον δὲ, καὶ λέγοντα Χριστιανὸν ἑαυτὸν, ταύτῃ μᾶλλον, ἔφη, οὐ παραιτητέον. Πάντα γὰρ καθαρὰ τοῖς καθαροῖς, ὁ θεῖος ἀπεφῄνατο λόγος. Τάδε μὲν περὶ Σπυρίδωνος.