GetPassage urn:cts:greekLit:tlg2029.tlg001.1st1K-grc1:1.7-1.8 urn:cts:greekLit:tlg2029.tlg001.1st1K-grc1:1.7-1.8

7. Ἔδοξε δέ μοι καὶ τοῦτο διὰ σχήματος ὑποδεῖξαί σοι, ὡς ἂν ἔχῃς ἀκριβῆ τὴν περὶ τούτων εἴδησιν. Ἐπειδὴ γὰρ οὐκ ἔστι δυνατὸν τὸ σφαιροειδὲς εἰ μὴ σφαῖραν ἔχοις κατανοῆσαι, μέθοδόν τινα διεθέμεθα, πῶς δεῖ ἐν ἐπιπέδῳ τὴν τοῦ σφαιροειδοῦς καταλαβεῖν πραγματείαν.

8. Ἔστω τοίνυν κύκλος ὁ ἐκτὸς νοούμενος ὁ οὐράνιος, ὁ δ· ἰντὸς τὸ τῆς γῆς σχῆμα. Ἔστω σοι δὲ, ὡς ἔν ὑποδείγματι ὁ διὰ κοκκίνου, εἰς τέσσαρα μερισμὸς, δύσις μέν καὶ ἀνατολὴ ἡ Γτ καὶ ἡ ηΔ, ἡ δὲ Aa καὶ ἡ Βν τοῦ ἰσημερινοῦ τὰ ὑπέρ γῆν καὶ ὑπὸ γῆν μέρη. Χρὴ τοίνυν εἰδέναι, ὡς ὅταν ὑπὲρ γῆν μέν ἐστιν ὁ ἥλιος, εἰ μὲν κατὰ τὸ μέσον πως τοῦ οὐρανοῦ ἐστι τὸ Αα, τῆ μὲν ηΔ ἴσῃ γραμμῇ κατὰ τὴν γῆν πρώτη ἀπάρχεται εἶναι ὥρα, ὡς ἡ α δηλοῖ· τῆ δἐ Γτ ἔσῃ γραμμῇ ἑσπέρα ἀπάρχεται, ὡς ἡ νδηλοῖ. Καὶ τὸ ἑξῆς δὲ δῆλόν ἐστιν ἐντεῦθεν ἐκ τῶν στοιχείων, ὡς ὅταν μὲν εἰς τὸ β γένηται ὁ ἥλιος ὑπὲρ γῆν, εἰς μὲν τὴν θβ ἴσην γραμμὴν ὑπὸ γῆν πρώτη ἀπάρχεται ὥρα, τῇ δὲ ηΔα γίνεται δευτέρα ὥρα· ὅταν δ᾿ εἰς τὸ Γ γένηται ὁ ἥλιος ὑπὲρ γῆν, τῇ μὲν ιγ ἴσῃ γραμμῇ ὑπὸ γῆν πρώτη ἀπάρχεται ὥρα, τῇ δὲ Δηα ὑπὲρ γῆν τρίτη ὥρα ἀπάρχεται. Ταὐτὸ δεῖ νοεῖν ἐπὶ πάντα τὸν κύκλον τοῦ τε ὑπεργείου καὶ ὑπογείου μέρους καὶ μήτινα ἔχειν ἀμφιβολίαν.

Καὶ ταῦτα μέν ἐπὶ τοῦ κατὰ τὴν ἰσημερίαν ἡλιακοῦ δρόμου συντετάχαμεν, ὡς μὲν ἐμοὶ δοκεῖ καὶ σφόδρα γε ἁρμοδίως οὐκ οἶδα δὲ εἰ καὶ τοῖς πᾶσι τοῦτο δοκεῖ. Πλὴν ἴστω πᾶς τῶν ἀνατρέπειν ἐπιχειρούντων, ὡς οὐχ ὑπειληφότες ταῦτα γεγράφαμεν, ἁλλὰ ταῖς τῶν σοφῶν πειθόμενοι παραδόσεσιν, οἳ καὶ περὶ τούτων καὶ περὶ πολλῶν ἑτέρων φιλοπονώτερον ἐξηγήσαντο.