GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.2481-1.2500 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.2481-1.2500
ὅποι παρεῖναι καὶ φίλους μύστας κλύω,ἐντὸς πυλῶν μένοντας ἐγκεκλεισμένους,πάντως τρέμοντας τοὺς μιαιφόνους ἔτι·καὶ κλεῖθρα πυλῶν ἠσφαλισμένα μένει.Πῶς δ’ εἰσίωμεν τῶν θυρῶν κεκλεισμένων;Ἤδη δ’ ἔκλυεν ὑπανοίγει τ’ ἠρέμαΜαρία φίλη, συγκαλεῖ τ’ εἰσιέναι.Ἀλλ’ εἰσίωμεν ἡσύχῳ ποδὸς βάσει,ὡς μὴ θορυβήσωμεν ἐμφόβους φίλους.2468 Luc. 24, 10. 2471 sq. Marc. 16, 12. 2474 Marc. 16, 13. 2481 sq., 2485, 2489 Ιο. 20, 19. 2488 Or. 136, cf. Theod. Prodromi Rhod. et Dos. 1, 176.2468 Μηρίαις VAB, et in sequentibus. 2475 κάκεῖ συνελθεῖν VAB, hic a pr. m. κἀκεῖσε. νῦν om. Α. 2480 Χορός CV et pr. m. Β, Θεοτόκος AB, de Μ vide ν. 1483 ann. κατηλείφαμεν Α. 1481 ὅπη Β. 2483 σοὺς CM. 2484 ἐσφαλισμένα CA, Μ finitur ἐσφαλιςμένει. 2486 ὑπανοίγεθ’ ἡρέμα VB, -ει θ’ ἡρ. A.Ἰδοὺ συνηθροίσθημεν ἕνδεκα φίλοιςἄλλοις τε πᾶσι τοῖς συνιοῦσι σφίσιν·αὖθις δὲ πύλας ἀσφαλίζει Μαρία.Οὐκοῦν σίγα κλύωμεν αὐτοῦ Κλεόπα·πάρεστι καὶ γὰρ, ὡς ὁρῶ, καὶ πόλλ’ ᾄδειτὸν Δεσπότην φῆναί τε καὶ δράσαι σφίσιν,ὅπως τέ μιν συνῆκαν ἄρτου τῇ κλάσει.Ἄ ἄ· σίγα σίγα·Ἕστηκεν ἰδοὺ Δεσπότης θυρῶν ἔσω·ὄντως μεγίστου θαύματος τόδ’ ἄξιον.Πῶς πῶς πάρεστι τῶν θυρῶν κεκλεισμένων;