GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.2441-1.2460 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.2441-1.2460
σὺν σοὶ τὸ πρῶτον, εἶτα σὺν μύσταις δυοῖν,κἀκεῖ δακρυχέουσα, παρισταμένηἀνιστόρησα κἀκριβωσάμην τρανῶς·λευχειμονοῦντας τ’ εἶδον ἀγγέλους δύο,ἄνω κάτω τε τοῦ τάφου καθημένους,2428 1.110. 24, 12, cf. Ιο. 20, 3. 2429 sq. Ιο. 20, 4. 18. 2438 Ιο. 20, 1. 2440 Matth. 28, 1. 2441 sq. Io. 20, 4 11. 2443 Rhes. 2444—46 Ιο. 20, 12.2427 Μηρία VAB. 2430 ἅτιν’ CM, ἅπερ VBb, ὕπερ Α. 2431 ἄμμες C, ἅμες Μ cum μ int. vers. om. A. 2432 ἥδ’ ἡ CMV, ἤδη Α, ἥδε Β. 2433 φήσσετ’ Α. 2436 sq. Magdalenae continuant CM. 2436 ἀπαγγέλου V, ἀπαγγέλλν ceteri. 2439 χρῆμ’ ΑΒ. εὖ Μ. 2441 σὺν σοὶ CM, μόνη VAB. 2442 δάκρυ χέουσα ΑΒ. 2443 καλῶς V cum γρ. τρανῶς. 2444 λευχημ. Α. 2445 γε Α.τὸν μὲν κεφαλῇ, τόνδε δ’ αὖ πρὸς τοὺς πόδας·καὶ τούσδ’ ἀπαστράπτοντας ἰδοῦσ’ ἐνθέωςἔστην καταπλαγεῖσα χαρᾷ καὶ φόβῳ·εἶτ’ αὖ δι’ γῆρυν, οὐχ ἣν εἰκάσαι,ἐδεξάμην γε καὶ μετεστράφην τρόμῳ·αὐτίκα δ’ ἀθρῶ Χριστὸν ἐν καινῇ θέᾳ·μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν ἔφην,πίτνω τε πρὸς γῆν καὶ ποδῶν ἐφηπτόμην·ὅδ’ ἀπέπεμπε καὶ φίλοις ἔπεμπέ με·καὶ τοῦδ’ ἀκούσασ’, ὧν ἐφιέμην μαθεῖν,ὡς πρὸς πόλον γ’ ἄνεισι καὶ τὸν Πατέρα·οὔπω δ’ ἀναβέβηκεν, ὡς ἔφη, τέως,ἐν γῇ μένων δὲ πρὸς Γαλιλαίαν φίλους,ὡς σφίσιν εἶπε, προφθάνειν καὶ προσμένειν·μύσταις ἅπαντα ταῦτα τοῖς φίλοις ἔφην.