GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.2161-1.2180 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.2161-1.2180
ἐπιβλέποντος πρὸς τρέμοντ’ αὐτοῦ λόγους.Οὕτως φύγοιμεν ἀπὸ μνημείου, κόραι,ὡς μηδὲν εἰπεῖν μηδενὶ ξενοτρόπως.κακοῦ γὰρ ὑπόστασις οὐκ ἔνεστί τις·ὅθεν τὸ κακὸν οὐδὲν εἶναι μανθάνω,καὶ τῷδε μηδὲν μυστικὸν θέμις λέγειν ·πρὸς δυσμενῆ γὰρ μυστικὸν τίς ἐκρέρει;Δοκεῖ δὲ καλῷ δυσμενὲς τοὐναντίον,ὡς ἡμέρᾳ νὺξ καὶ σκότος πάλιν φάει,ὡς ἀντίκειται ψεῦδος ἀληθεῖ λόγῳ.Ἀλλ’ ἀπίωμεν θᾶττον ἐς μυστηπόλους,εὐαγγέλιον χάρμα δηλοῦσαι φίλοις.Ἀλλ’ ὤ · τίν’ ἀθρῶ νυκτὸς ἥκοντ’ ἐνθάδε;2169 II Corinth. 6, 14.2151 ἀγαθὸν CM. ἀγαλμάτων Α. 2152 ἄμμιν δ’ CM, δ’ ἄμμιν δ’ Β, δ’ ἄμμιν VAb. 2153 νεκροφρόνων Α et γρ. V, νεκροφρόνον CM, νεκροφόρον VB. 2155 ὠ VA. παῖς Μ. ἐγκλίνει Β cum κ int. vers. ead. m. 2157 ἐξισίαις V. 2158 ἐνφερ. Β. εἰς ἔτι Μ, εἰσέπου Α. 2160 ἴσχημ’ οὐ φόβῳ Α. 2161 πρὸς ΟΜ. Α. 2162 οὕτω V. 2163 ἰδεῖν Α. 2158 πως ABb pro τις. 2167 τὶς VB. 2169 φάος V. 2170 ψεῦδος CV, ψεῦδο superscr. σ Μ, λόγος ΑΒ. AB. οὐ τ’ ἀληθεῖ V. 2172 διδοῦσαι Α. 2173 ὦ V.ΑΓΓΕΛΟΣ.Δέσποινα, μῆτερ Παιδὸς, οὐδέπων οὐδέπωἄλλην γυναῖκ’ ἔκλυον ἐκτεκεῖν ἐγώ.ΘΕΟΤΟΚΟΣ.Τίς εἶ σύ; συμφρονῶν; κατ’ εὐφρόνην τε γὰρἀμβλῶπες αὐγαὶ, κοὔ σε γινώσκω τορῶςΑΓΓΕΛΟΣ.Εὔνους ἀεί σοι καὶ σφαγέντι σου τέκνῳ,τῶν θαυμασίων κἀγαθῆς φρενὸς χάριν.ΘΕΟΤΟΚΟΣ.Νέον τί δ’ ἀγγελεῖς; τί; τάχιστα φράσον.