GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.1921-1.1940 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.1921-1.1940
φθορὰ κατασκήψει τις εἰς δέμας Λόγου,οὔτ᾿ οὖν καθέξει ψυχὰν ᾅδης παμφάγος·ἑκὼν γὰρ ἔτλη πότμον, οὐκ ὄφλημ’ ἔχων,ἵνα κατειρχθῇ κατ’ ὀφειλὴν εἰς ζόφον.Ἐξ ἀφθίτου γὰρ ἄφθιτον πεφυκόταπῶς νιν φθερεῖ ταμίας ᾅδης νερτέρων;ὃν καὶ λάφυρ’ ἐκεῖθεν ἑλκύσαι δοκῶ,ὅσους βροτῶν καθεῖρξεν, οὓς ξυνήρπασεκἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.1910 Rhes. 125, 579. 1911 Rhes. 2. 1913 Rhes. 92, 141. 1914 Luc. 24, 1. 1916 Rhes. 130. 1917 Rhes. 141. 1918 Troad. 853. 1920 sq. Hipp. 1410, 1412. 1922 Act. Pil. II 4, 1. 1925 Rhes. 185. 1927 Rhes. 179. 1928 sq. Bacch. 432 sq.1909 κυρίσει Α. 1911 ἐξ ὁπ. CV, ἐξ ὀπ. ΑΒ, ἐφοπαδῶν Μ. 1912 τιν’ V. 1913 εὖ γν. Α et int. vers. Β. 1914 βοῶμεν Β. 1916 ἐλευσόμεθα omnes, βουλευσόμεσθα Eur. ἔχων Β. 1917 μυχαυὴν CM. 1918 ἀκτῖνα CMVA, ἀκτῖνα Β cum ῖ int. vers. 1921 φθορὰ Β. 1922 οὔτ’ αὖ Α. ψυχὴν VB. ἅδις Μ. 1923 ἔτλης Μ. 1924 κατειρχθῇ CM, καθ. VABd. ἀφιλὴν εἰς εἰς ζ. Μ. 1926 νῦν VAB. 1927 ἑλκύσαι Β. 1928 ὃς συνήρπ. Α.ΧΟΡΟΣ.Ορθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν·πέμφ’ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς λέγεις·σὺν σοὶ δέ μ’ ὄψει καρτεροῦσαν ἐς τέλος.ΘΕΟΤΟΚΟΣ.Τίς δῆτα φίλων, αἱ πάρεισιν ἐνθάδε,τολμᾷ κατόπτις ἔννυχος τύμβῳ μολεῖν;τίς ἂν γένοιτο νῦν ἐμὴ δ’ εὐεργέτις;μύσται γὰρ οὐ πάρεισι τοῦ Διδασκάλου,φεύγοντες ὁρμὴν ἄλογον μιαιφόνων.Οὐ γὰρ ἴσως πνέουσι θυμοῦ καθ’ ὅλων·περιφρονοῦσι καὶ γὰρ ἡμῶν τοῦ γένους,μύστας δὲ διώκουσιν ἀλόγῳ θράσει.