GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.1381-1.1400 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.1381-1.1400
βαιὸν φιλοφρόνημα νεκροῖσιν φίλοις·τί γὰρ τὸ κέρδος ἐκ μύρων τεθνηκόσι;Τὰ δ’ ἐν νεκροῖσι φροντιεῖ Πατὴρ σέθεν,οὓς πάντας αὐτὸς ὡς σκυλεύματ’ ἐξάγοιςοὓς οὓς καθεῖρξεν, οὓς συνήρπασεκἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης.Μυστηρίων δὲ τῶνδ’ ἀπορρήτων φανὰς1368 sq. Rhes. 928 sq. 1368, 1370 Luc 1, 73. 1371 Rhes. 930. 1373 sq. Rhes. 941. 1375 sq. Rhes. 942. 1378 sq. Rhes. 952 sq. 1379 sq. Io. 19,39. 1383 Troad. 1224. 1384—86 Bacch. 431—33. 1387 Rhes. 936,1368 συνθήματι omnes, σύνθημά τι de. 1369 γερουσία Μ. 1370 θ’ om. Α, δ’ V. νῦν εἰς V. 1371 κἀπικουρῆσας Μ. 1375 γε CM σε VAB. 1376 συνθρηνωδόν σοφιστήν δ’ CM. 1377 σαμφιάσαι CM. ἀμφιάσαι ἀμφιάσαι σ’ VAB. Cf ἀμφιάσονται in Act. Thomae 7. 1379 γρ. συγκενῶσαιV. χλιδὴν μύρων Vb. 1381 νεκροῖσι VAB. 1383 τάδ’ VBb. 1385 ἐξάγοις, Ἀΐδας οὕς d in notis, ἄιδος· οὓς Μ. καθῆρξεν Α. συνήρπασσε V. 1387 γε pro δὲ Α. τῶν V. φανείς Α, φανὰ V.ἔδειξε πατὴρ παῖδ’ ἀποσφάξας μόνον,ἔφη τε μύστης αὐτανέψιος σέθεν.μείζων ἁπάντων, ὡς ἔφης, θεηγόρων,ὃν δῆμος ἐκδέδωκεν Ἑβραίων σφαγῇ,σεμνὸν πολίτην κἀπὶ πλείστων ἄνδρ’ ἕναφανέντα φοῖβον, γυμνὸν, ἄσιτον, μόνον,τροφῇ δ’ ἀμεμφεῖ πᾶσιν ἦν κεχρημένος,ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος,μόνοις δ’ ἀποτρόπαιον, οἷς πέμφιξ χλιδὴ,αὐχμῶν, πινώδης, λυπρὸν ἀμπρεύων βίον,ᾗχι ξυνοικεῖ δαψιλὴς ἐρημία,ῥείθροισιν ὠκὺς ἔνθ’ Ἰορδάνης ῥέει,ὡς τῆς ταφῆς ἔδειξε φανὰς αἰσίας