GetPassage urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.1301-1.1320 urn:cts:greekLit:tlg2022.tlg003.opp-grc1:1.1301-1.1320
Οὐκοῦν, γεραιὲ φίλτατ᾿ λάβε,ἐναγκάλισαι Παῖδα καὶ προσέλκυσαί.λαβοῦ λαβοῦ νῦν καὶ κατόρθωσον δέμας,ὄρθου κεφαλὴν, πῆχυν ἐνθεὶς αὐχένιπλευρὰν πλευρὰν δὲ τοῦδ’ ἀείρατε.ΘΕΟΛΟΓΟΣ.Ἔκτειν᾿, ἄνασσα, χεῖρας, αἵ τ' ἄλλαι κόραι,δέχνυσθε νεκρὸν, ὃς νεκροῖς ζωὴν διδοῖ,κἀγὼ δ’, ὅσον δύναμις, ὑποδέξομαι.ΘΕΟΤΟΚΟΣ.Ἄγ’, ὦ τάλαινα χεὶρ ἐμὴ, νεκρὸν λάβε.1295 Bacch. 966. 1297 Med. 1366, 1401. 1298 sq. Med. 1116 sq. 1300 Bacch. 1136. 1301 sq. Hipp. 1425 sq. 1303 Hipp. 1439. 1304 Rhes. 7. 1305 Hecub. 496. 1306 Bacch. 966. 1307 Rom. 4, 17. 1309 Med. 1233.1295 ἔκ τείν Μ. σὺν κόραις om. ΟΜ. 1297 βούλοι ὁ καὶ ψαῦσαι Μ. 1299 τολοιπὸν V, τὸ λεῖπον Μ, τὸ λοιπὸν cet., ut videtur, et d. 1300 εἰ κλέος ΑΒ, hic cum ἡ int vers., ὅπου ἡ κλέος CM, glossa ία versum illata, εἶ κλέος ἥκεις μ. V; ᾗ etiam Eur. 1301 ὦ γηραιὲ Α, ὦ inter versus Β. ἐωσῄφ Μ. λάβε CMVB, φλάβε Α. 1302 ἐναγκάλισε Μ. παιδὸς Α. προσελκύσαι V. 1303 νιν Α. 1304 Μεὶς Β a pr. m. 1305 ἐνδέξια C, ἐνδέξα Μ, ἐν δεξιᾷ ΑΒ, ἐνδέξια V. πλευράν τε Α. ἀείρατο Β. 1307 ὡς ν. Α. 1308 ὅση V. 1309 ἄγω et ἐμὴν Μ.Φεῦ φεῦ· τί λεύσω; ταῖν χεροῖν τί νῦν φέρω;τὶς ἐστιν οὗτος, ὃν νέκυν χεροῖν ἔχω;πῶς καί νιν ἡ δύστηνος εὐλαβουμένηπρὸς στέρνα θῶμαι; τίνα θρηνήσω τρόπον;Αὐτὸς δὲ δοίης καὶ προσειπεῖν σ’ ὡς νέκυνκαὶ πᾶν κατασπάσαι με σὸν μέλος, Τέκνον.Χαῖρ’, ὕστατόν σ’ ὁρῶσα νῦν προσφθέγγομαι,ὃν μήποτ’ αὐτὴ φύσασ’ ὤφελον νέκυντανῦν ἰδέσθαι φθίμενον σ’ ὑπ’ ἀνόμων.Δὸς ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα.Ὦ φιλτάτη χεὶρ, ἧς ἐγὼ πόλλ’ εἰχόμην