GetPassage urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:3.11.1-3.12.6 urn:cts:greekLit:tlg2018.tlg009.opp-grc1:3.11.1-3.12.6

οὐκ ἐπιστήσας τῇ διανοίᾳ τοῦ λόγου ὑπέλαβεν αὐτὸν ἀθετεῖν ὅπως μὴ νοήσας τὴν εὐαγγελικὴν φωνὴν σκανδαλίζειν ἔφη τὴν σάρκα τοῦ σωτῆρος καὶ μηδὲν ὠφελεῖν. τὴν σάρκα ἣν ἀνείληφεν ἐκ τῆς ἁγίας παρθένου. εἴτ’ ἐκ τούτου πειρᾶται κατασκευάζειν ὡς μετὰ τὴν συντέλειαν τοῦ παντὸς ἔρημον τῆς ἑαυτοῦ ἐνεργείας ὁ ἐν τῷ θεῷ λόγος καταλείψει τὴν σάρκα. γοῦν αὐτοῖς ῥήμασιν ζειν εφη

περὶ γὰρ τῆς σαρκός, ἣν ἔχων ὡμίλει τοῖς μαθηταῖς, τοῦ σωτῆοὕτω λέγει »τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ρος καὶ ἀνθρώπου ἀπιόντα ὅπου ἢν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, λεῖν. ἡ σὰρξ οὐδὲν ὠφελεῖ«. εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν τῷ λόγῳ;

ὁρᾷς ὅσῃ κέχρηται τοῦ εὐαγγελικοῦ λόγου διαστροφῇ διὰ τὸ μὴ συνιέναι τοῦ λόγου τὴν σωτήριον φωνήν, ὅπως εἴρηται καὶ διὰ ποίαν αἰτίαν.

1 Prov. 24, 29 (30,6) — 2 Ez. 13, 3 — 10 ff vgl. Nr. 108—17 Joh. — 27 Joh. 6, 61–636 γὰρ üb. d. Z. V 2 Ι 9 νίκην V*, corr. V 2 | 21 bier a. R. ι' V | τὸν λόγον? Mo Ι 31 ὡς and. St. Ι 34 τῶ λόγω V*, corr. V 2

ἀλλὰ σύ γε ἀναλαβὼν τὴν εὐαγγελικὴν γραφήν , θέα τὴν ἑρμηνεία τῆς εὐαγγελικῆς λέξεως. πᾶσαν τοῦ σωτῆρος ἠμῶν διδασκαλίαν ὅπως οὐ περὶ ἦς ἀνείληφεν σαρκὸς διελέγετο, περὶ δὲ του μυστικου σώματος τε καὶ αἵματος. ἐπειδὴ γὰρ τοῖς πέντε ἄρτοις ἔθρεψεν τὰ πλήθη, μέγα δὲ θαῦμα τοῦτο παρέσχεν τοῖς ἑωρακόσιν, Ἰουδαίων δὲ οἱ πλεῖστοι ἐξευτελίζοντες τὸ γεγονὸς ἔλεγον αὐτῷ »τι οὑν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν«, εἶτα παρέβαλλον τὸ μάννα τὸ ἐν τῇ ἐρήμῳ λέγοντες »οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν«, πρὸς ταῦτα ὁ σωτὴρ ἀπεκρίνατο »ἀμὴν ἀμὴν λέγω ὑμῖν ,

οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον τὸν ἀληθινὸν ἐκ τοῦ οὐρανοῦ«. εἶτ’ ἐπιφέρει »ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς« καὶ πάλιν »ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ« καὶ αὖθις »ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω τὸ σῶμά μού ἐστιν«. καὶ πάλιν προστίθησιν »ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.

ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.

ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ«. ταῦτα καὶ τὰ τοιαῦτα μεστικώτερον αὐτοῦ διεξιόντος τινὲς τῶν αὐτοῦ μαθητῶν εἶπον »σκληρός ἐστιν ὁ λόγος, τίς δύναται αὐτοῦ ἀκούειν;« πρὸς οὓς ἀπεκρίνατο ὁ σωτὴρ λέγων »τοῦτο ὑμὰς σκανδαλίζει; ἐὰν οὗν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;

τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἁ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«. δι’ ὧν ἐπαίδευεν αὐτοὺς πνευματικῶς ἀκούειν τῶν περὶ τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ λελεγμένων· μένων· μὴ γὰρ τὴν σάρκα , φησίν, ἣν περίκειμαι νομίσητέ με λέγειν, ὡς δέον αὐτὴν ἐσθίειν, μηδὲ τὸ αἰσθητὸν καὶ σωματικὸν αἷμα πίνειν ὑπολαμβάνετέ με προστάττειν, ἀλλ’ εὖ ἴστε ὅτι »τὰ ῥήματά μου ἃ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«, ὥστε αὐτὰ εἶναι τὰ ῥήματα καὶ τοὺς λόγους αὐτοὺς τὴν σάρκα καὶ τὸ αἷμα, ὤν ὁ μετέχων ἀεὶ ὡσανεὶ ἄρτῳ οὐρανίω τρεφόμενος τῆς οὐρανίου μεθέξει ζωῆς.

μὴ δὴ οὖν, φησίν, σκανδαλιζέτω ὑμᾶς τοῦτο, ὃ 4 ff Joh. 6, 13. 14 — 6 Joh. 6, 30 — 8 Joh. 6, 31 — 10 Joh. 6, 12 Joh. 6, 35 — 13 Joh. 6, 41 — 14 Joh. 6, 51 — 15 Joh. 6, —56 — 23 Job. 6, CO — 24 Joh. 6, 61–63 bier a. R. ια΄ V | 15 μὴ üb. d. Ζ. V 2 | 18 κἀγὼ NT καὶ τώ V* καὶ ἐγώ V 2 | 29 φησίν ΚΙ vgl. Ζ. 35 | 33 αὐτοῦ V, corr. KI | 35 μὴ δοῦν V*, corr. V 2 περὶ βρώσεως τῆς ἐμῆς σαρκὸς καὶ περὶ πόματος τοῦ ἐμοῦ αἵματος εἴρηκα, μηδὲ ταραττέτω ὑμὰς ἡ πρόχειρος ἀκοὴ τῶν περὶ τῆς σαρκὸς καὶ αἵματος εἰρημένων μοι· ταῦτα γὰρ »οὐδὲν ὠφελει« αἰσθητῶς ἀκουόμενα, τὸ δὲ πνεῦμά ἐστιν τὸ ξωοποιοῦν τοὺς πνευματικῶς ἀκούειν δυναμένους.