GetPassage urn:cts:greekLit:tlg1463.tlg001.1st1K-grc1:7.1-7.6 urn:cts:greekLit:tlg1463.tlg001.1st1K-grc1:7.1-7.6

¹Καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας· ἕκαστος αὐτῶν ἐξελέξαντο ἑαυτοῖς γυναῖκας, καὶ ἤρξαντο εἰσπορεύεσθαι πρὸς αὐτὰς καὶ μιαίνεσθαι ἐν αὐταῖς· καὶ ἐδίδαξαν αὐτὰς φαρμακείας καὶ ἐπαοιδὰς καὶ ὀιζοτομίας, καὶ τὰς βοτάνας ἐδήλωσαν αὐταῖς.

²AI δὲ ἐν γαστρὶ λαβοῦσαι ἐτέκοσαν γίγαντας μεγάλους ἐκ πηχίῶν τρισχιλίων,

3ἳτινες κατέσθοσαν τοὺς κόπους τῶν ἀνθρώπων. ὡς δὲ οὐκ ἐδυνήθησαν αὐτοῖς οἱ ἄνθρωποι ἐπιχορηγεῖν,

⁴οἱ γίγαντες ἐτόλμησαν ἐπʼ αὐτούς, καὶ κατεσθίοσαν τοὺς ἀνθρώπους.

⁰καὶ ἤρξαντο ἁμαρτάνειν ἐν τοῖς πετεινοῖς καὶ τοῖς θηρίοις καὶ ἑρπετοῖς καὶ τοῖς χθύσιν, καὶ ἀλλήλων τὰς σάρκας κατεσθίειν, καὶ τὸ αἶμα ἔπινον.

⁶τότε ἡ γῆ ἐνέτυχεν κατὰ τῶν ἀνόμων.