GetPassage urn:cts:greekLit:tlg1463.tlg001.1st1K-grc1:17.1-17.8 urn:cts:greekLit:tlg1463.tlg001.1st1K-grc1:17.1-17.8

¹Καὶ παραλαβόντες με εἰς τινα τόπον ἀπήγαγον, ἐν ᾧ οἱ ὄντες ἐκεῖ γίνονται ὡς πῦρ φλέγον καί, ὅταν θέλωσιν, φαίνονται ὡσεὶ ἄνθρωποι.

2 Καὶ ἀπήγαγόν με εἰς ζοφώδη τόπον καὶ εἰς ὄρος οὗ ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν.

³καὶ εἶδον τόπον τῶν φωστήρων καὶ τοὺς θησαυροὺς τῶν ἀστέρων καὶ τῶν βροντῶν, καὶ εἰς τὰ ἀεροβαθῆ, ὅπου τόξον πυρὸς καὶ τὰ βέλη καὶ αἱ θῆκαι αὐτῶν καὶ αἱ ἀστραπαὶ πᾶσαι.

⁴ Καὶ ἀπήγαγόν με μέχρι ὑδάτων ζώντων καὶ μέχρι πυρὸς δύσεως, ὅ ἐστιν καὶ παρέχον πάσας τὰς δύσεις τοῦ ἡλίου.

⁵καὶ ἤλθομεν μέχρι ποταμοῦ πυρός, ἐν ᾧ κατατρέχει τὸ πῦρ ὡς ὕδωρ καὶ ῥέει εἰς θάλασσαν μεγάλην δύσεως.

⁶ ἴδον τοὺς μεγάλους ποταμούς, καὶ μέχρι τοῦ μεγάλου ποταμοῦ καὶ μέχρι τοῦ μεγάλου σκότους κατήντησα, καὶ ἀπῆλθον ὅπου πᾶσα σὰρξ οὐ περιπατεῖ

⁷ ἴδον τοὺς ἀνέμους τῶν γνόφων τοὺς χειμερινοὺς καὶ τὴν ἔκχυσιν τῆς ἀβύσσου πάντων ὑδάτων.

⁸ ἴδον τὸ στόμα τῆς γῆς πάντων τῶν ποταμῶν καὶ τὸ στόμα τῆς ἀβύσσου.