GetPassage urn:cts:greekLit:tlg1463.tlg001.1st1K-grc1:10.19-10.20 urn:cts:greekLit:tlg1463.tlg001.1st1K-grc1:10.19-10.20

¹⁹καὶ πάντα τὰ δένδρα τῆς γῆς ἀγαλλιάσονται· φυτευθήσεται, καὶ ἔσονται φυτεύοντες ἀμπέλους, καὶ ἡ ἄμπελος ἣν ἂν φυτεύσωσιν, ποιήσουσιν πρόχους οἴνου· χιλιάδας καὶ σπόρου ποιήσει καθʼ ἕκαστον μέτρον, ἐλαίας ποιήσει ἀνὰ βάτους δέκα.

²⁰καὶ σὺ καθάρισον τὴν γῆν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἀπὸ πάσης ἀδικίας καὶ ἀπὸ πάσης ἁμαρτίας καὶ ἀσεβείας, καὶ πάσας τὰς ἀκαθαρσίας τὰς γινομένας ἐπὶ τῆς γῆς ἐξάλειψον.