GetPassage urn:cts:greekLit:tlg1311.tlg001.1st1K-grc1:7.1-7.3 urn:cts:greekLit:tlg1311.tlg001.1st1K-grc1:7.1-7.3

Περὶ δὲ τοῦ βαπτίσματος, οὕτω βαπτίσατε: Mt. 28, 19 ταῦτα πάντα προειπόντες, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν ὕδατι ζῶντι.

ἐὰν δὲ μὴ ἔχῃς ὕδωρ ζῶν, εἰς ἄλλο ὕδωρ βάπτισον: εἰ δ̓ οὐ δύνασαι ἐν ψυχρῷ, ἐν θερμῷ.

ἐὰν δὲ ἀμφότερα μὴ ἔχῃς, ἔκχεον εἰς τὴν κεφαλὴν τρὶς ὕδωρ εἰς Mt. 28, 12 ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.