GetPassage urn:cts:greekLit:tlg1205.tlg002.perseus-grc2:20.94-20.97 urn:cts:greekLit:tlg1205.tlg002.perseus-grc2:20.94-20.97

Ἤτοι γὰρ παντελής ἐστι σβέσις τῆς ζωῆς ὁ θάνατος, συνδιαλυομένης τῷ σώματι τῆς ψυχῆς καὶ συνδιαφθειρομένης, ἢ μένει μὲν καθ᾿ ἑαυτὴν ἄλυτος ἡ ψυχή, ἀσκέδαστος, ἀδιάφθορος, φθείρεται δὲ καὶ διαλύεται τὸ σῶμα, οὐδεμίαν ἔτι σῶζον οὔτε μνήμην τῶν εἰργασμένων οὔτ᾿ αἴσθησιν τῶν ἐπ᾿ αὐτῇ παθημάτων.

Σβεννυμένης μὲν γὰρ παντελῶς τῆς τῶν ἀνθρώπων ζωῆς, οὐδεμία φανήσεται τῶν ἀνθρώπων οὐ ζώντων φροντίς, οὐ τῶν κατ᾿ ἀρετὴν ἢ κακίαν βεβιωκότων ἡ κρίσις, ἐπεισκυκληθήσεται δὲ πάλιν τὰ τῆς ἀνόμου ζωῆς καὶ τῶν ταύτῃ συνεπομένων ἀτόπων τὸ σμῆνος, τό τε τῆς ἀνομίας ταύτης κεφάλαιον ἀθεότητος.

Εἰ δὲ φθείροιτο μὲν τὸ σῶμα καὶ χωροίη πρὸς τὸ συγγενὲς τῶν λελυμένων ἕκαστον, μένοι δὲ ἡ ψυχὴ καθ᾿ ἑαυτὴν ὡς ἄφθαρτος, οὐδ᾿ οὕτως ἕξει χώραν ἡ κατ᾿ αὐτῆς κρίσις, μὴ προσούσης δικαιοσύνης· ἐπειδὴ μηδὲ θεμιτὸν ὑπολαμβάνειν ἐκ θεοῦ καὶ παρὰ θεοῦ γίνεσθαί τινα κρίσιν, ᾖ μὴ πρόσεστι τὸ δίκαιον.

Οὐ πρόσεστι δὲ τῇ κρίσει τὸ δίκαιον, μὴ σωζομένου τοῦ διαπραξαμένου τὴν δικαιοσύνην ἢ τὴν ἀνομίαν· ὁ γὰρ διαπραξάμενος ἕκαστον τῶν κατὰ τὸν βίον ἐφ᾿ οἶς ἡ κρίσις ἄνθρωπος ἦν, οὐ ψυχὴ καθ᾿ ἑαυτήν. Τὸ δὲ σύμπαν εἰπεῖν, ὁ λόγος οὗτος ἐπ᾿ οὐδενὸς φυλάξει τὸ δίκαιον.