GetPassage urn:cts:greekLit:tlg0616.tlg001.1st1K-grc1:7.21-7.40 urn:cts:greekLit:tlg0616.tlg001.1st1K-grc1:7.21-7.40
21. ΔATAMHΣ.

Δατάμης ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος μι- σθὸν μηνῶν πλειόνων, ἐς ἐκκλησίαν συναγαγὼν αὐτοὺς ἔφη πολλὰ χρήματα ἔχειν ἐν χωρίῳ τριῶν ἡμερῶν ὁδὸν ἀπέχοντι· καὶ δὴ τὴν ταχίστην εἰς τοῦτο ἐπειγώμεθα.᾿ ἐπίστευσαν οἱ στρατιῶται καὶ ἠκολούθησαν. ἀπέχοντας δὲ ἡμέρας ὑδὸν ἐκέλευσε κατὰ χώραν μένειν ἀναπαυο- μένους. ἀναλαβὼν δὴ τοὺς περὶ αὑτὸν καὶ καμήλους καὶ ἡμιόνους, ἐλθὼν ἐς ἱερὸν ἐγχωρίῳ πλούτῳ κεκο- θμημένον ἔλαβεν ἀργυρίου τάλαντα τριάκοντα. ταῦτα ἐπὶ τῶν καμήλων καὶ τῶν ἡμιόνων ἤγαγεν ἐς τὸ στρατόπεδον ὀλίγα μὲν ἀγγεῖα πληρώσας, πολλὰ δὲ κατασκευάσας ὁμοίως τοῖς πεπληρωμένοις. ἐπεὶ δέ τινα τῶν πεπληρωμένων ἔδειξε τοῖς στρατιώταις, οἱ μὲν εὐέλπιδες ἐγένοντο ὡς χρήματα ἔχοντες, ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἀφικομένους κόψαι νόμισμα· ἦν δὲ ἄρα Ἀμισὸς ἡμερῶν πολλῶν ὁδὸν ἀπέχουσα καὶ χώρα δυσχείμερος. τὸν δὴ χειμῶνα ὅλον οἱ στρατιῶται ἡσύ- χασαν οὐκ ἀπαιτοῦντες.

Δατάμης ἐπιβουλείων Σινωπεῦσι ναυτικὸν ἔχου- σιν αὐτος ναυπηγῶν καὶ τεκτόνων ἀπορούμενος φιλίαν Cap. 21. De fontibus cf. J. p. 465—469. Cap 21. § 1. Cf. Aristot. oecon. 2, 25. — J. p. 466. Cap. 21 § 2. Cf. Aen. Tect. 40. 2 [ὃν] Patakis, Hertlein || 6 ὁδὸν om. M vulg. 7 ἐπειγώ- μεθα vulg.; ἐπειγόμεθα F || 9 χώραν Cas.; χώρας F || 10 αὐτὸν F || 11 κεκοσμημένῳ F || 12 ἀργυρίου M et Aristot. l. l.; ἀργύρου vulg. || 17 ἐγίγνοντο vulg. || 18 Ἀμησὸν F 20 δὴ Cas.; δὲ F. συνθέμενος πρὸς αὐτοὺς ἐπηγγείλατο Σήσαμον αὐτοῖς ἐκπολιορκήσας παραδώσειν, ἣν μάλιστα πολεμιωτάτην ἡγοῦντο. ἐπίστευσαν οἱ Σινωπεῖς καὶ παρεκάλεσαν, ὧν ἂν ἐς τὸν πόλεμον δέοιτο, παρʼ αὐτῶν λαμβάνειν. ὁ δὲ ἄλλου μὲν οὐδενὸς ἔφη δεῖσθαι ὡς λαμπρὰι χορηγίαν ἔχων καὶ χρημάτων καὶ σωμάτων, τοὺς δὲ τὰ μηχανήματα, κριοὺς καὶ χελώνας, κατασκευάζοντας οὐκ ἔχειν, ἃ δὴ μάλιστα ὠφέλιμα τοῖς πολιορκοῦσιν. οἱ Σινωπεῖς πάντας τοὺς ἐν τῇ πόλει τεχνίτας καὶ ἀρχιτέκτονας ἔπεμψαν αὐτῷ. ὁ δὲ ταῖς τέχναις αὐτῶν χρησάμενος νοῦς πολλὰς καὶ μηχανήματα κατασκευάσας ἀντὶ Σησάμου τὴν Σινώπην ἐπολιόρκησεν.

c. 362

Δατάμης Εὐφράτην διαβὰς ἐπολέμει μεγάλῳ βα- e. 48, 7 σιλεῖ· ὁ δὲ μετὰ πολλῆς δυνάμεως ἐπῄει οὐ πάνυ τῶν ἐπιτηδείων εὐπόρως ἔχων, σχολαίτερον ὁδεύων. Δατά- μης ἄνω τοῦ ποταμοῦ πολλὴν ὁδὸν παρελάσας, τὰς ἁμάξας σύνδυο ζεύξας ἐπέθηκεν ἄλλας δύο κατʼ αὐτῶν καὶ συνήλωσε πρὸς ἀλλήλας καὶ περὶ τοὺς κανθοὺς κάτω σανίδας προσήλωσεν, ὅπως οἱ τροχοὶ ἐς τὴν ἰλὺν τοῦ ποταμοῦ μὴ καταδύοιντο· ἄνδρας δὲ ἐρρωμενε- στάτους τὰ γενναιότατα τῶν ὑποζυγίων ἐπισύροντας ἀπὸ κάλου διανήξασθαι προσέταξεν. ἔπειτα ἐνῆγε τὰς προσηλωμένας ἁμάξας εἰς τὸν ποταμὸν, τῶν μὲν ὄπι- σθεν ὠθούντων , τῶν δὲ διανηξαμένων ἔμπροσθεν ἑλκόντων κάλοις μεγάλοις ἐξηρτημένοις, καὶ ἐπιβαλῶν Cap. 21. § 3. Cf. J. p. 466 sq. 1 Σήσαμον Heringa, quod probat Hertlein, Iahnii annal. 1861, p. 256; Σηστὸν F, W coll. Xen. ges. 2, 26; Corn. Nep. 13, 1; Philologus IV, 94 || 17 ἄλλους vulg || ἐπʼ αὐτῶν Patakis 21 ἐπισύροντας V, K, Seybold (cf. ἐφελκομένους H); ἐπισύροντα F || 22 προσέταξεν Κ ex V iussit; προσέθηκεν F || 25 ἐξηρτημένας K. ἄνω κλήματα καὶ ξύλα διέβη τὸν ποταμὸν μετὰ τῆς ἑαυτοῦ δυνάμεως· καὶ ἐς τὴν αὑτοῦ ἀφίκετο ἡμέραις δέκα πρότερον ἢ τὸν βασιλέα ἐπὶ τὸν ποταμὸν ἀφ- ικέσθαι.

Δατάμης μαθὼν, ὡς ἐπιβουλεύοιτο ὑπὸ στρατιωτῶν c. 362 ἰδίων, [ἐν] Ἀσπενδίῳ [πεδίῳ] μέλλων συμβαλεῖν πολε- μίοις ἄλλον διεσκεύασε τῇ αὑτοῦ πανοπλίᾳ, ἐν ἄλλῃ δὲ αὐτὸς ἐκινδύνευεν. οἱ δὲ ἐπιθέμενοι ἐγνώσθησαν ὑπὸ τοῦ σχήματος ἐξαπατηθέντες.

Δατάμης πολιορκῶν Σινώπην , γράμματα παρὰ βασιλέως δεξάμενος οὐκ ἐῶντος πολιορκεῖν, ἀναγνοὺς προσεκύνησε τὴν ἐπιστολὴν καὶ ἔθυσεν εὐαγγέλια ὡς μεγάλα δὴ ἀγαθὰ παρὰ βασιλέως λαβών· καὶ νυκτὸς ἐπιβὰς τῆς νεὼς ἀπέπλευσεν.

e. 48. 8

Δατάμης Αὐτοφραδάτην διώκοντα φεύγων ἧκεν ἐγγὺς ποταμοῦ· τὸν δὲ πόρον ἐκκλίνας προσεποιήσατο στρατοπεδεύειν τὰς μὲν μεγίστας καὶ ὑψηλοτάτας σκη- νὰς κατὰ πρόσωπον σκηνώσας, τὰ δὲ σκευοφόρα λύειν ὄπισθεν οὐκ ἐάσας, ἀλλʼ οὐδὲ τοῖς στρατιώταις ἀπο- θέσθαι τὰ ὅπλα ἐπιτρέψας. οἱ πολέμιοι τὰς σκηνὰς ὁρῶντες καὶ αὐτοὶ κατεσκήνωσαν καὶ τὰ σκευοφόρα τʼ ἔλυσαν καὶ τοὺς ἵππους ἀφῆκαν ἐπὶ νομὴν καὶ παρα- σκευῇ τοῦ δείπνου προσεῖχον. Δατάμης ἑτοίμην καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν διὰ τοῦ ποταμοῦ Cap. 21 § 4. Cf Corn. Nep. Dat 9. — J. p. 467. 2 ἑαυτοῦ F] αὑτοῦ vulg. || αὐτοῦ F || ἡμέραις Κ, Hertliein; ἡμέρας F || 6 [ἐν] Ἀσπενδίῳ [πεδίῳ] Cas.; ἀσπενδίῳ F; ἐμπεδίῳ M; in campo V; ἐν Ἀσπένδῳ W || συμβαλεῖν F] συμβάλλειν vulg. 18 σκηνώσας D; σκηνῆσαι F || 19 ὄπισθεν vulg.; ὄπιθεν F || 21 τʼ ἔλυσαν Hertlein; ἔλυσαν Κ; διέλυσαν 22 [τῇ] παρασκεῦῃ Κ || 24 παρεσκευασμένην M. διήγαγεν. οἱ πολέμιοι διεσκεδασμένην τὴν δύναμιν αὑτῶν ἕως ἀνεκάλουν καὶ συνέλεγον καὶ συνέταττον καὶ τοὺς ἵππους ἐνεσκεύαζον καὶ τὰ ὅπλα ἀνελάμβανον, οἱ περὶ Δατάμην φθάσαντες ᾤχοντο.

c. 362

Δατάμης πολεμίοις παρετάσσετο. ἐν τῷ κινδύνῳ e. 40, 4 τῆς μάχης ἵππαρχος ἀπὸ κέρως εὐωνύμου τοὺς ἱππέας ἀναλαβών ηὐτομόλει πρὸς τοὺς ἐναντίους. ὁ δὲ τοῖς πεζοῖς καταπεπληγόσι τὴν προδοσίαν παραθέων ὅλην τὴν φάλαγγα θαρρεῖν παρεκελεύετο ὡς καὶ τῶν ἱππέων ἐν καιρῷ συνεπιθησομένων, ὃν αὐτὸς εἴη δεδωκώς. ἐπίστευσαν οἱ πεζοὶ, προλαβεῖν τῶν ἰππέων τὴν νίκην ἔσπευσαν καὶ αὐτοὶ πάντες εὐρώστως ἐμβαλόντες τοῖς πολεμίοις ἐνίκησαν· καὶ μετὰ τὴν νίκην ἔμαθον τὴν προδοσίαν τῶν ἱππέων.

22. ΚΟΣΙΓΓΑΣ.

Θρᾴκια ἔθνη Κεβρήνιοικαὶ Συκαιβόαι. παρὰ τούτοις νόμος τῆς Ἥρας τοὺς ἱερεῖς ἡγεμόνας ἔχειν. ἦν αὐτοῖς ίερεὺς καὶ ἡγεμὼν Κοσίγγας. οἱ Θρᾷκες οὐκ ἐπειθάρ- χουν. ὁ Κοσίγγας κλίμακας πολλὰς καὶ μεγάλας ξυλί- νας ἤγειρε συνθεὶς ἄλλας ἐπʼ ἄλλαις καὶ οἷος ἦν ἐς τὸν οὐρανὸν ἀναβῆναι κατερῶν πρὸς τὴν Ἥραν τῶν Θρᾳκῶν ὡς ἀπειθούντων. οἱ δὲ, οἷα δὴ Θρᾷκες Cap. 21. § 7. Cf Nep. Datam. 6; Diod. 15, 91; Front. strat. 2, 7, 9. — Wachsmuth, Mus. Rhen. 37, p. 156 sqq. 1 διῆγεν M || 2 αὐτῶν F || ἂν ἐκάλουν F || 9 θαρρεῖν R, Patakis; τηρνῖν F. cf 2, 2, 5. 2, 3, 12. 2, 10, 1 2, 18. 5, 2, 6 || || 11 καὶ προλαβεῖν vulg. || 16 Κεβρήνιοι Maasv. coll Strab 13 p. 590; Κερρήνιοι F || Συκαιβόαι F; Σκαιβόαι MV; … βόαι D; Σκαῖοι Strabo et Hecataeus 20 || οἷος Cobet, var. lect. ;. 195 λόγος F || 21 ἀναβῆναι F] ἀναβήσεται Κ || κατερῶν M; καταί- ρων F. ἀνόητοι καὶ ἄλογοι, δείσαντες τὴν εἰς οὐρανὸν τοῦ ἡγεμόνος ἀνάβασιν ἱκέτευσαν καὶ ὤμοσαν, ἦ μὴν ὑπ- ακούσεσθαι πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν.

23. ΜΑΥΣΩΛΟΣ375—551

Μαύσωλος βασιλεὺς Καρίας χρήματα παρὰ τῶν φίλων ἐβούλετο λαβεῖν καὶ φανερῶς αἰτεῖν ὀκνῶν υπεκρίνατο βασιλεὺς ἀφαιρεῖταί με τὴν ἀρχήν᾿. καὶ καλέσας τοὺς φίλους ἀντίον αὐτῶν προκομίζει τὰ κει- μήλια, χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα τοιάδε, ὡς ταῦτα πάντα βασιλεῖ πέμψων, ἐφʼ ᾧ τε μὴ ἀφαιρεθῆναι τὴν πατρῴαν ἀρχήν. οἱ φίλοι πιστεύουσι Μαυσώλῳ ταῦτα λέγοντι καὶ αὐτῆς ἡμέρας πλῆθος ἀμήχανον αὐτῷ χρημάτων ἔπεμψαν.

Μαύσωλος βουλόμενος λαβεῖν Λάτμον πόλιν ὀχυρὰν προσεποιεῖτο φιλικῶς ἔχειν πρὸς τοὺς Λατμίους. ἀπέ- δωκε μὲν αὐτοῖς τὰ ὅμηρα, ὅσα πολεμῶν Ἰδριεὺς ἔλαβε, φύλακας δὲ περὶ τὸ σῶμα Λατμίους εἶχεν ὡς μόνους πιστούς· ὑπηρέτει δὴ αὐτοῖς προθύμως ὅσα ἐβούλοντο. καὶ δη χειρωσάμενος αὐτοὺς ἐς ἀκρότατον εὐνοίας ᾔτησε παρʼ αὐτῶν ἄνδρας τριακοσίους φύλακας, ἐς Πύγελα παριὼν ὡς δεδιὼς Ἡρόφυτον Ἡφέσιον. οἱ δὲ παραχρῆμα ἐπιλέξαντες τοὺς τριακοσίους ἔπεμψαν. Cap. 23. § 1. Cf. Aristot. oecon. 2, 13. Cap. 23. 6 2. Cf. Polyaen. 8, 53, 4. — J. p. 470 sq. 1 τὸν οὐρανὸν M || 6 φανερῶς αἰτεῖν ὀκνῶν W ; φανερῶσαι τὸν ὄκνον F || 7 με vulg.; μὲν F || 8 φίλους RΚ ut v. 11; ἵππους F; ἴσως φίλους η ἱππεῖς m || ἐναντίων M || 9 ὅσα τοιάδε W coll. 1, 34, 2; ὅσα δὴ F; ὅσα δὴ τοιαῦτα vul. || 13 ἔπεμψεν F, || 17 φύλακας F2; φυλακὰς F1 || 18 ὑπηρέτει F] ὑπηρετεῖτο M || δὴ αὐτοῖς M; διʼ αὐτοῖς F; διʼ αὐτῶν D ἐβουλοντο M; ἐβούλετο F 21 Ἡρόφυτον Roth, quod etiam in Arrian. anab 1, 7, 11 re- stituendum pro Ἡρόπυθος; Προφυτὸν F. Μαύσωλος λαβὼν τούτους καὶ τὴν ἄλλην δύναμιν ἔχων παρὰ τὴν Λάτμον ἐπορεύετο βαδίζων ἐς τὰ Πύ- γελα. οἱ δὲ ἐκ τῆς πόλεως πάντες ἐξελθόντες ἐπὶ τὴν θέαν τῆς παριούσης δυνάμεως [συνέδραμον]. ἐνέδρα δὲ Μαυσωώλου πολυάνθρωπος προπαρεσκευασμένη νύ- κτωρ προκατελάβετο τὴν πόλιν κενὴν, ἀνεῳγμένων τῶν πυλῶν, καὶ ὁ Μαύσωλος ἐπιστρέψας εἰσῆλθε μετὰ τῆς δυνάμεως ἁπάσης καὶ Λάτμου κύριος κατέστη.

24. BΟΓHΣ.476

Βόγης Ἠϊόνος τῆς ἐπὶ Στρυμόνος ἦρχε δόντος αὐτῷ τὴν ἀρχὴν μεγάλου βασιλέως. Ἕλληνες ἐπο- λιόρκουν τὴν Ἠϊόνα, ὁ δὲ Βόγης ἐπὶ μακρὸν ἀντέσχε τῇ πολιορκίᾳ. ὡς δὲ ἀπηγόρευεν, οὐχ ὑπομένων τὸ πιστευθὲν ἐκ βασιλέως χωρίον πολεμίοις προέσθαι τῇ πόλει πῦρ ἐνῆκεν, ὥστε αὐτός τε καὶ γυνὴ καὶ τέκνα καὶ ἡ πόλις ὁμοῦ συγκατεφλέγησαν.

25. ΔΡΟΜΙΧΑΙΤΗΣ.291

Δρομιχαίτης ξρᾳκῶν βασιλεῖς, Λυσίμαχος Μα- κεδόνων. ἐστράτευσεν ὁ Μακεδὼν ἐπὶ τὴν Θρᾴκην. ὁ Θρᾷξ τὸν Μακεδόνα ἐξηπάτησε. στρατηγὸς αὐτοῦ Σεύθης αὐτόμολος δὴ πρὸς Λυσίμαχον ἥκειν ἐσκήψατο καὶ πιστὸς εἶναι δόξας ἐς δυσχωρίας ἐμβάλλει τούς Cap. 24 Cf. Herod. 7, 107; Plut. Cimon. 7. Cap. 23. Cf. Droysen II, 2, p. 276 et not. 1; J. p. 652. 3 ἐξελθόντες F vulg.] ἐξῆλθον V egrediebantur || 4 [συνέ- δραμον]. ἐνέδρα δὲ R Κ; ἐνέδρα δὲ F, ἐνέδραμον D || 9 Βόγης Herod.; Bόργης F constanter; Βούτης Plut || 10 Στρυμῶνος F || 15 καὶ ἡ γυνὴ καὶ τὰ τέκνα M Herod. 20 αὐτοῦ Σεύθης Maasv ; αὐτοὺς αἰθεὶς F; αὐτοῦ Αἴθης vulg : cf. Droysen l. l., not. 1. Μακεδόνας, ἔνθα λιμῷ καὶ δίψει κακοπαθοῦντας Δρο- μιχαίτης προσπεσὼν αὐτόν τε Λυσίμαχον καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀνεῖλεν. ἦσαν οἱ πεσόντες Λυσιμαχειοι ἀνδρῶν μυριάδες δέκα.

26. ΑΠΙΟΒΑΡΖΑΝΗΣ.e. 56, 8

Ἀριοβαρζάνης Ἀδραμύττιον κατέχων ἐπολιορκεῖτο c. 363 ὑπʼ Αὐτοφραδάτου καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. βουλόμενος δὲ τὰ ἐπιτήδεια καὶ στρατιώτας εἰσαγαγεῖν καὶ ὑπὸ τῶν πολιορκούντων εἰργόμενος ἐντέλλεται τῷ φρουροῦντι Πτελεοῦντα τὴν προκειμένην νῆσον ὑπο- κρίνασθαι προδιδόναι τῷ Αὐτοφραδάτῃ. ὁ μὲν πι- στεύει τῷ φρουράρχῳ καὶ πέμπει τὸ ναυτικὸν, ὡς ἂν παραλάβῃ τὸ χωρίον· ὁ δὲ Ἀριοβαρζάνης, ἕως αἱ νῆες πρὸς τὴν νῆσον ἔπλεον, ἔφθασεν εἰσκομίσας πλῆθος ἐπιτηδείων καὶ συμμάχων.

27. ΑΥΤΟΦΡΑΔΑΤΗΣ.e. 31, 15

Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσ- ήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νὺξ ἐπῆλθεν. οἱ μὲν φυ- λάττοντες τῶν Πισιδῶν ἀπηλλάγησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτάτους λαβὼν, πολλῇ σπουδῇ δρα- Cap. 27 § 1. Cf. Pront. strat. 1, 4, 5. 1 κακαπαθοῦντες F || 3 Λυσιμάχειοι et censor Ienensis; Λυσιμάχιοι F: cf. ad 2, 2, 9 || 6 Ἀδραμύττιον F2, M; ἄνδρα μύτ- τιον F1; Ἀδραμύτειον vulg. || 9 καὶ om. M || 10 Πτελεοῦντι F, corr. Cas. || 12 ὡς ἄν vulg.; ἕως ἂν F || 17 Πισίδαις vulg.; Πι- σίδας F || 20 ἐνενήκοντα (i. e. q΄ ) H; ς΄ (i. e. ἓξ) F. μὼν διῆλθε τὰ στενὰ καὶ τῶν Πισιδῶν χώραν ἐπόρ- θησεν.

Αὐτοφραδάτης Ἐφεσίων ἀντιστρατοπεδευόντων e. 31, 16 ὁρῶν τοὺς πλείονας ἀδολεσχοῦντας καὶ περιπατοῦντας προὐκαλέσατο τοὺς ἄρχοντας αὐτῶν προελθεῖν καὶ διαλέξασθαι περὶ τῶν κοινῇ συμφερόντων. οἱ μὲν προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν πρὸ πολλοῦ παράγγελμα εἶχον, τῶν ἀρχόντων διαλεγομένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφε- σίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.

Αὐτοφραδάτης μισθοφόρους ἐξαγαγεῖν βουλόμενος e. 12, 12 ἐπὶ μάχην λογοποιοὺς καθῆκεν, ὡς ἕνεκα ἀριθμοῦ ποιοῖτο τὴν ἔξοδον, ἵνα τῶν μὴ παραγενομένων μηδὲ καθοπλισαμένων τὸν μισθὸν ἀποστερήσειεν. οἱ στρα- τιῶται σπουδῇ πάντες ἐξωπλίσαντο καὶ προῆλθον. ἦν δὲ ἄρα οὐκ ἐπίδειξις ἀριθμοῦ τὸ δρώμενον, ἀλλὰ παρασκευὴ πολέμου τῷ πλήθει τοὺς ἐναντίους ἐκπλήτ- τοθσα.

28. ΑΡΣΑΜΗΣ.c. 150

Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρὸς e. 31, 17 αὐτὸν πρεσβευσαμένων περὶ διαλύσεως ὡμολόγησε καὶ δεξιὰν αὐτοῖς ἔπεμψε νόμῳ Περσικῷ καὶ τὴν πολιορ- κίαν διαλύσας παρεκάλει Βαρκαίους, βασιλεῖ κοινωνῆσαι Cap. 28. De Arsame eiusque tempore cf. C. Wachsmuth, Mus. Rhen. 37, p. 156 sq. 1 τῶν F] τὴν vulg. || 5 προσεκαλέσατο H || 10 ἀμελῶς Cas ; ὁμαλῶς F || 11 οἱ μὲν FH; μὲν vulg. || 14 τῶν μὴ Cas.; μὴ τῶν F || 20 Ἀρσάμης F pr. H; Ἀρσάβης F corr. (idem infra 21 et p. 341, 10). τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἀρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βουλευσομένους μετʼ αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσά- μης λαμπρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις ἐπι- τηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόν- των σημεῖον ἦρε τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόμενοι τὰς πύλας καὶ εἰσπεσόντες διήρπασαν τὴν πόλιν τοὺς ἐγχειροῦντας κωλύειν φονεύοντες.

e. 44, 2

Ἀρσάμης ἀποστὰς βασιλέως, Φρυγίας τῆς μεγάλης κρατῶν , συμβαλεῖν μάχην ἔμελλε τοῖς ἐκ βασιλέως ἐπʼ αὐτὸν ἥκουσιν. Ἵππαρχος ἱππέων συνέθετο τοῖς πολεμίοις, ἐπειδὰν προσαγάγῃ , αὐτομολήσειν πρὸς αὐτούς. τὴν προδοσίαν ἔμαθεν Ἀρσάμης καὶ νύκτωρ ἐπὶ τὴν σκηνὴν ἀφικόμενος ἐβασάνισε τὸν ἵππαρχον. ἐπεὶ δὲ ὡμολόγησε, τὰ ὅπλα τῶν ἱππέων καὶ τὰς ἐσθῆ- τας περιέθηκεν ἄλλοις μάλιστα δὴ πιστοῖς καὶ τῇ τοῦ ἱππάρχου σκευῇ ἄλλον ὥπλισεν ἵππαρχον καὶ προσέ- ταξεν αὐτοῖς, ὅταν ἴδωσι τὸ σημεῖον ἀρθὲν ἀπὸ τῶν ἐναντίων αὐτομολεῖν παριππεύσαντας δὲ καὶ παραλ- λάξαντας αὐτῶν τὴν φάλαγγα ἐπιστρέψαντας κατὰ νώτου τὴν ἐμβολὴν ποιήσασθαι. τούτων οὕτω συγκει- μένων κατὰ νώτου μὲν ἐνέβαλον οὗτοι, ἐξ ἐναντίου δὲ τὴν δύναμιν Ἀρσάμης προσήγαγεν· οἱ πολέμιοι δὲ λύσαντες τὴν τάξιν ἔφευγον, καὶ οἱ πλείονες αὐτῶν ἐν τῇ φυγῇ διεφθείροντο.

1 αὐτῶν F || 3 Ἀρσάβης F || 4 ἠσθία F. corr. vulg. 5 παρ- ἐθηκεν vulg τῶν ἐπιτηδείων H || 6 ἄφθονον H V; ἀφθόνων F || 8 καταλαβόντες H || καὶ om. M || 13 προσαγάγῃ F; προσάγοι vulg.; προάγοιεν sc. οἱ πολέμιοι Patakis || 16 ἐπεὶ δὲ Κ ; ἐπειδὴ F || 21 φαλάγγαν F || 23 ἐνέβαλον M; ἐνέβαλλον F || οὗτοι M, οἴτω F.
29. ΜΙΘΡΙΔΑΤΗΣ.

Μιθριδάτῃ βασιλεὺς προσέταξεν ἀποστάντα Δατά- e. 51, 3 μην κτεῖνε ἢ ἄγε᾿. Μιθριδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως· οὐ μὴν ὅγε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανεῖται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο· φρούρια βασιλέως κατέσκαψε, κώμας κατέπρησε, φόρους ἥρπασε, λείαν ἤλασεν. ἔδειξεν ἄρα πολέμιος εἶναι βασιλεῖ. ἄμφω δὴ τότε συνηλθέτην γυμνὼ διαλεξομένω περὶ ὧν χρή. Μιθριδάτης ἐν τῷ χρίω τούτῳ προκατεσκευάσατο νύκτωρ ἐγχειρίδια πολλὰ, κεκρυμμένον ἄλλο ἀλλαχοῦ, καὶ τούτοις ἐπέ- κειτο σημεῖον. διαλεγόμενος δὴ προσῆγεν αὐτὸν ἠρέμα βαδίζων. ἐπεὶ δὲ ἅλις ἦν τοῦ λόγου, Δατάμης ἀσπα- σάμενος ἀπῄει. Μιθριδάτης ἓν τῶν ἐγχειριδίων ἀνε- λόμενος διὰ τάχους καὶ ὑπὸ τῇ ἀριστερᾷ χειρὶ κρύψας ἀνεκαλέσατο Δατάμην ὡς ἐπιλαθόμενος δή τινων ὧν ἐχρῆν εἰπεῖν· προσελθόντα δὲ ἐκεῖνο τὸ ὄρος ἐκέλευσεν ὀχυρῶσαι μάλιστα. οὕτως ἀφορῶντα Δατάμην ἐς τὸ ὄρος τῷ ἐγχειριδίῳ Μιθριδάτης πλήξας ἀπέκτεινεν.

Μιθριδάτης ἐν Παφλαγονίᾳ καταφυγὼν ἐς πόλιν, ὅπως ἂν προλάβοι ὡς πλείστην ὁδὸν τοὺς διώξοντας πολεμίους, ὅσα ἦν ἐν ταῖς οἰκίαις ἔπιπλα καὶ σκεύη προὔθηκεν ἔξω, καὶ νύκτωρ αὐτὸς ἀπέδρα. οἱ διώκον- τες ἐμβαλόντες τῇ πόλει καὶ τὰ σκεύη προκείμενα Cap. 29. § 1. Cf Corn Nep. at. 10 sq. 2 Μιθριδάτῃ vulg.; Μιθριδάτης F || ὁ βασιλεὺς vulg. || Δατά- τμην F || 3 κτεῖνε p; κτεῖναι F: cf. 7, 14, 1 Μιθριδάτην F || 4 ἐπίστευεν Patakis || 7 ἔδειξεν F] ἔδοξεν vulg. || 12 προῆγεν Hertlein || 16 δή τινων ὧν M; δὴ τίνων F || 17 προσελθόντα F; προελθόντα P. ἰδόντες πρὸς ἁρπαγὴν ὥρμησαν· τῶν δὲ ἡγεμόνων διαώκειν κελευόντων οὐχ ὑπήκουσαν ὠ\φέλειαν φανερὰν οὐ καλὸν ἡγούμενοι προέσθαι. Μιθριδάτης δὲ πολὺ τῆς ὁδοῦ προλαβὼν ἀπιὼν ᾤχετο.

30. ΜΕΜΨΙΣ.e. 56, 9

Μέμψις Ἀριββαίου στρατεύσαντος, ὅπως τειχήρης 319 μὴ γένοιτο, πάντα ἔξω τείχους προήγαγεν καὶ πρὸ τῆς πόλεως ἔταξε γυναῖκας, τέκνα, χρήματα, τὰς δὲ πύλας τοῦ τείχους ἀπῳκοδόμησεν. Ἀριββαῖος τὴν παρασκευὴν τῆς ἀπονοίας αὐτῶν φοβηθεὶς καὶ ὅτι μέχρι θανάτου μαχοῦνται, τὴν στρατιὰν ἀπήγαγεν.

31. ΚΕΡΣΟΒΛΕΠΤΗΣ.

Κερσοβλέπτης ἀποστάντων αὐτοῦ συγγενῶν πολλὰ post 359 χρήματα ὑπεκτεθειμένων διαλυσάμενος πρὸς αὐτοὺς κατέστησε πόλεων ἄρχοντας, διαστήσας ἀπʼ ἀλλήλων. ἐπεὶ δὲ χρόνου διαγενομένου τὰ ὑπεκκείμενα χρήματα μετεπέμψαντο, συλλαβὼν αὐτοὺς τῶν πόλεων ἐξήλασε καὶ τῶν χρημάτων αὐτὸς ἐκράτησεν.

32. ΣEΥΘΗΣ.

Σεύθης, ὕπαρχος Κερσοβλέπτου, ἐν σπάνει χρη- post 359 μάτων προσέταξε τῶν γεωργῶν ἑκάστῳ πέντε μεδίμνων χωρίον αὐτῷ κατασπεῖραι. οἱ μὲν κατέσπειραν, πολὺ Cap 32 Cf. Aristot. oecon. 2, 27. 6 Ἀριββαίου F qui v. 9 Ἀριβαῖος; Ἀριβαίου M: cf. Droysen II, 1, 13, not. 2, qui docet genuinam nominis formam esse Ἀρραβαῖος; Diod. 18, 3. 26. 39. 51 etc. Ἀρριδαῖος 7 πρὸς ἤγαγεν F, corr vulg. || 16 ὑπεκκείμενα ; ὑποκείμενα F || 17 μετεπέμ- ψαντο K; μετεπέμψατο F || πόλεων vulg ; πολεμίων F || 20 ὕπαρ- χος F] ἵππαρχος vulg. πλῆθος γεωργῶν. σίτου δὲ παμπόλλου γενομένου, καταγαγὼν αὐτὸν ἐπὶ θάλατταν ἐπίπρασκεν ὑφέμενός τι τῆς τιμῆς, ὥστε ταχέως τῷ Κερσοβλέπτῃ πολλὰ χρήματα συνελέξατο.

33. ΑΡΤΑΒΑΖΟΣ.480/79

Ἀρταβάζῳ πολιορκοῦντι Ποτίδαιαν Τιμόξενος Σκιωναῖος προεδίδου τὴν πόλιν. ἀμφότεροι συνέ- θεντο, τῷ βέλει προσάψαντας βραχὺ βιβλίδιον τοξεύειν εἴς τινα τόπον συγκείμενον κἀκεῖθεν τὰς ἐπιστολὰς ἀναλαμβάνειν.

353

Ἀρτάβαζος ὑποπτεύσας Παμμένη κοινολογεῖσθαι τοῖς πολεμίοις ἐκάλεσεν αὐτὸν ὡς δῶρα δώσων καὶ σῖτον τοῖς στρατιώταις μετρήσων. ἐλθόντα συλλαβὼν τὸ στρατόπεδον τοῖς ἀδελφοῖς Ὀξύθρᾳ καὶ Διβίκτω παρέδωκεν.

479

Ἀρτάβαζος Φαρνάκου φεύγων ἐκ Πλαταιῶν προῆλ- θεν ἐς Θετταλίαν. τῶν δὲ Θετταλῶν ἐρομένων περὶ τῆς μάχης δείσας ὁμολογῆσαι τὴν ἧτταν, αὐτὸς μὲν ἔφη σπεύδειν ἐς Θρᾴκην πράξων βασιλέως ἀπόρρητα, Μαρδόνιος δὲ νενικηκὼς ἔπεται καὶ τὰ ἔργα τῆς νίκης αὐτὸς ἀπαγγέλλει. Ἀρτάβαζος μὲν ἀπάτῃ νίκης Θλεττα- Cap. 33. § 1. Cf. Herod. 8, 128; Aen. Tect. 31, 26. Cap. 33. § 2. Hic Artabazus est nepos illus, qui in §§ 1 et 3 nominatur: cf. Diod. 16, 34. — Wachsmuth, Mus. Rhen. 34, p. 156; Schaefer, Demosth. I1, p. 457 et not. 6. Cap. 33. § 3. Ex Herod. 9, 89. 6 Ποτίδειαν Heringa coll. Herod. et Aen. Tact.; τὴν πόλιν F; τινα πόλιν vulg. || 7 Σκιωναῖος F] Σικιωναῖος ; Σικυώνιος vulg. || 8 προσάψαντες vulg.; πρσσάψοντες F || 12 ἐκάλεσεν vulg.; ἐκέλευσεν F || 14 Διβίκτῳ] Σιβυρτίῳ Roth || 16 Πλαταιῶν M; Πλαταιέων vulg.; Πλατέων F || 17 ἐρωμένων F1 || 21 ἀπαγγελεῖ Roen. λίαν διεξῆλθε, Θετταλοὶ δὲ αὐτίκα τὴν Περσῶν ἧτταν ἐμάνθανον.

34. ΑΡΥΑΝΔΗΣ.e. 39, 7

Ἀρυάνδης τὴν Βαρκαίων πόλιν πολιορκῶν, νυκτὸς 513/12 ὀρύξας τάφρον, ξύλα ἀσθενῆ διατείνας καὶ γῆν ὀλίγην ἐπιβαλὼν, μεθʼ ἡμέραν προκαλεῖται Βαρκαίους ἐπὶ σπονδάς· καὶ στὰς μετὰ τῶν τὰ ὅρκια τεμνόντων ἐπὶ τῆς κρυπτῆς τάφρου ὤμοσεν, ἐφʼ ὅσον οὕτως ἡ γῆ μένει, φυλάξειν τὰ συγκείμενα. οἱ Βαρκαῖοι μετὰ τοὺς ὅρκους ἀνέῳξαν τὰς πύλας. οἱ περὶ τὸν Ἀρυάνδην καταρρήξαντες τὴν τάφρον κατελάβοντο τὴν πόλιν, ὡς οὐκέτι τῆς γῆς μενούσης, ἐφʼ ἧς ὤμοσαν.

35. ΒΡΕΝΝΟΣ.e. 14, 22

Bρέννος, Γαλατῶν βασιλεὺς, πεῖσαι βουλόμενος 279 αὐτοὺς ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, συναγαγὼν ἐκ- κλησίαν ἀνδρῶν καὶ γυναικῶν προήγαγεν αἰχμαλώτους Ἕλληνας, ἐλαχίστους τὰ σώματα καὶ ἀσθενεστάτους, τὰς κεφαλὰς ἀπεξυρημένους, τριβώνια ῥυπῶντα περι- βεβλημένους· καὶ παρέστησεν αὐτοῖς τῶν Γαλατῶν τοὺς μεγίστους καὶ τοὺς εὐειδεστάτους Γαλατικὴν ὅπλισιν ἔχοντας. τοῦτο ποιήσας ἡμεῖς᾿ , εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικροὺς πολεμήσομενʼ. οὕτως ἐπείσθησαν Γαλάται καταφρονή- σαντες Ἑλλήνων ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα.

Cap. 34. Ex Herod. 4, 201 coll. 167. — Cf. J. p. 473.Cap. 35. De tempore cf. Droysen II, 2, p. 346 sq.9 μενεῖ Κ || 11 καταρήξαντες F || 12 μηκέτι vulg. 13. 14. Βρέν- νος H; Bρένος F || 23 πολεμήσωμεν F; ὀκνήσομεν πολεμεῖν; H.278

Βρέννος Γαλάτας ἀγαγὼν ἐπὶ τὴν Ἑλλάδα, θεώ- e. 14,23 μενος τοὺς ἐν Δελφοῖς χρυσοῦς ἀνδριάντας, προσ- καλεσάμενος Δελφοὺς αἰχμαλώτους διὰ τοῦ ἑρμηνέως ἤρετο, εἰ στερεὸν εἴη τὸ χρυσίον τῶν ἀναθημάτων. εἰπόντων δὲ τὰ μὲν ἔνδον ἐστὶ χαλκὸς, τὰ δὲ ἔξωθεν χρυσὸς ἐπελήλαται λεπτός᾿ , ἠπειλήσατο θάνατον ἅπασιν, εἰ τοῦτο πρὸς ἄλλους ὁμολογήσειαν· ἀλλὰ καὶ τοὐ- ναντίον λέγειν παρήγγειλεν, ὥς ἐστιν ἅπαντα χρυσὸς αὐτὸς δὴ σφυρήλατος. καὶ δὴ τῶν ἡγεμόνων ἔνδον τινὰς καλέσας τοὺς αἰχμαλώτους ὁμοίως ἤρετο. τῶν δὲ τὸ προσ- ταχθὲν εἰπόντων, ὡς πάντα εἴη χρυσὸς, ἐκέλευσεν αὐτοὺς ἀναγγέλλειν τοῖς πλήθεσιν, ἵνα μάχοιντο προ- θυμότερον ὡς ἀποληψόμενοι χρυσοῦ μοίρας μεγίστας.

36. ΜΥΓΔONIΟΣ.

Μυγδόνιος πολεμίων προσκαθημένων λιμῷ πιε- e. 56, 10 ζόμενος, σωροὺς ὑπερμεγέθεις γῆς καὶ λίθων ἐν τῇ ἀγορᾷ νήσας καὶ περιαλείψας πηλῷ, τοῖς μὲν πυροὺς, τοῖς δὲ κριθὰς ἐπέβαλε καὶ θρέψας ἡμιόνους μεγίστους καὶ πιοτάτους ἐκτὸς τείχους ἀφῆκεν. τούτους μὲν οἱ πολέμιοι συνέλαβον. ὁ δὲ κήρυκα πέμψας ἠξίωσε πέμ- ψαι τοὺς περὶ λύτρων συμβησομένους. κήρυκες ἧκον· πρὸς οὓς ἐπὶ τῆς ἀγορᾶς Μυγδόνιος συνέβαινεν. οἱ δὲ σωροὺς μεγάλους πυρῶν καὶ κριθῶν ἰδόντες καὶ ὑπηρέτας καὶ ἄλλους ἀλλαχόθεν ἀξιοῦντας μετρεῖσθαι 1 θεώμενος F; θεασάμενος H; θηρώμενος Sittl || 7 ἄλλους V ; ἀλλήλους F || 9 αὐτὸς δὴ vel ἄπεφθος [καὶ] δὴ Sittl; αὐτο- φυὴς Traube coll. Diod 3, 45; αὐτῷ δὴ F; om. H; eiecit K || σφυρή- λατος H; σφυρηλάτης F || 12 ἀναγγέλειν F || προθυμότερον FH] εὐθυμότερον vulg. || 13 ἀποληψόμενοι K ; ἐπιληψόμενοι F; ληψό- μενοι H || 17 τοῖς] τοὺς F || πυρροὺς F || 18 ἐπέβαλε Cas.. ἔβαλεν F ; ὅτι χρὴ σωροὺς ἀπὸ λίθων καὶ πηλῶν ἐπιχρίσαι H || 24 καὶ ante ἄλλους del. Κ. ταῦτα ἐπανελθόντες τοῖς πολεμίοις ἤγγειλαν. οἱ δὲ καὶ τὸ εὐτραφὲς τῶν ἡμιόνων ἑωρακότες καὶ τὴν παρα- σκευὴν τῶν τροφῶν τοῖς κήρυξι πιστεύσαντες ὡς οὐκ ἂν δυνάμενοι χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν ἀνέζευξαν.

37. ΠΑΙΡΙΣΑΔΗΣ.

Παιρισάδης Πόντου βασιλεὺς ἐν ἄλλῃ μὲν ἐσθῆτι τοὺς στρατιώτας ἐξέτασσεν, ἐν ἄλλῃ δὲ πρὸς τοὺς πο- λεμίους ἐκινδύνευεν, [ἐν] ἄλλῃ δὲ, εἰ φυγῆς καιρὸς ἦν, ἔφευγεν. ἐκτάττων μὲν γὰρ ἐβούλετο εἶναι πᾶσιν ἐπιφανὴς, κινδυνεύων δὲ μηδενὶ τῶν πολεμίων κατα- φανὴς, φεύγων δὲ μήτε τοῖς οἰκείοις μήτε τοῖς ἐναν- τίοις γνώριμος.

38. ΣEΥΘΗΣ.

Σεύθης Ἀθηναίων τὰ ἐπὶ θάλατταν διὰ τῆς Χερ- ρονήσου πορθούντων μισθωσάμενος Γέτας ψιλοὺς δισχιλίους διʼ ἀπορρήτων συνέταξεν ὡς πολεμίους ἐμβαλόντας πυρπολεῖν τὴν χώραν καὶ βάλλειν τοὺς ἐπὶ τῶν τειχῶν. Ἀθηναῖοι ταῦτα ὁρῶντες καὶ πολε- μίους τῶν Θρᾳκῶν ἡγησάμενοι τοὺς Γέτας ἀπὸ τῶν δρωμένων ἐκβάντες θαρροῦντες τῶν νεῶν προσῆγον τοῖς τείχεσιν. ὁ μὲν Σεύθης προεξῆλθε τῶν τειχῶν ἐναντίος τοῖς Ἀθηναίοις, καὶ οἱ Γέται δὲ ὡς μετʼ αὐτῶν παρατάττεσθαι μέλλοντες· ἐπεὶ δὲ κατόπιν ἐγέ- νοντο, λαβόντες ὀπίσω τοὺς πολεμίους ἔνθεν μὲν οἱ Θρᾷκες, ἔνθεν δὲ οἱ Γέται πάντας αὐτοὺς διέφθειραν.

5. 6 Παιρισάδης Κ, Strabo, C. I. Gr. II. 2119; Eckhel, doctr. num. 2, 361; Παρεισάδης (Παρισάδης corr. F2)F: cf. Schaefer, Mus. Rhen. 33, p. 418 sqq. || 7 ἐξέτασσεν Heringa 130; ἐξήταζεν F: cf. v. 9 || 8 [ἐν] K || 14 διὰ] ἐκ Hertlein || Χειρονήσου F || 17 βάλειν F || 22 Ἀθηναίοις καὶ in lacuna om. F1, add. F2.
39. ΣΕΙΛΗΣ.

Σείλης τρισχιλίους Περσῶν νεωτερίζοντας κτεῖναι βουλόμενος ἐσκήψατο Σέλευκον αὐτῷ διʼ ἐπιστολῆς χαλεπῶς ἀπειλεῖν· αὐτὸς δὲ τῇ τούτων συμμαχίᾳ χρησάμενος ἐθέλειν αὐτὸν προλαβεῖν. ὅπως δʼ ἂν βουλὴν ἀγάγοιεν, συνέταξεν αὐτοῖς ἀπαντᾶν ἐς κώμην ῾Ράνδα καλουμένην. οἱ μὲν πιστεύσαντες ἧκον, ὁ δὲ, ἦν γὰρ ἕλος βαθὺ καὶ κοῖλον ὑπὸ τὴν κώμην, ἐνταῦθα Μακεδόνων καὶ Θρᾳκῶν ἱππεῖς τριακοσίους, ὁπλίτας τρισχιλίους ἀποκρύψας συνέταξεν, ὅταν ἴδωσι πέλτην χαλκῆν ἀρθεῖσαν, ἐκδραμόντας ἀναιρῆσαι πάντας τοὺς ἠθροισμένους. ἀνεδείχθη μὲν ἡ πέλτη, οἱ δὲ ἐκδρα- μόντες τοὺς τρισχιλίους Πέρσας κατεφόνευσαν.

40. ΟΒΟΡΖΟΣ.

Ὀβόρζος τρισχιλίους ἄνδρας τῶν ἐν τῇ Περσίδι κατοίκων ἐπιβουλεύοντας αἰσθόμενος ἀπεπέμψατο δοὺς ἡγεμόνας τῶν ὁδῶν, οἳ προήγαγον αὐτοὺς εἴς τινα τόπον τῆς Περσίδος, [ὃς] καλεῖται Κωμαστὸς, ἔνθα κῶμαι πυκναὶ καὶ λεὼς πολὺς καὶ σταθμοὶ πολλοί. ἐπεὶ δὲ ἄλλος ἐν ἄλλῳ σταθμῷ κατήγετο, φυλακῆς ἰσχυρᾶς κυκλωσαμένης τὰς κώμας, ἕκαστος τῶν σταθ- μούχων τὸν ἴδιον ἐπίσταθμον εὖ μάλα καταμεθύσας ἀπέκτεινε, τὰ δὲ σώματα τῶν τρισχιλίων ταφέντα διὰ νυκτὸς ἀφανῆ ἐγένοντο.

Cap. 39. De tempore nihil constat: cf. Droysen III, 1 1 Σείης] Χείλης vulg. || 6 αὐτοὺς F || 7 Ράνδα F1 maasv., col. Ptolem. 6, 19; Ῥάνδαν F2 || 10 τρισχιλίους ὁπλίτας] τρεῖς χιλιάδας ὁπλιτῶν vulg. || 14 Ὄβορζος F; Bόρζος ulg ; Οἰόβαζος vel Ὀρόβαζος coni. Rotlh || 18 [ὃς| vulg. 24 ἐγένετο Roth.