GetPassage urn:cts:greekLit:tlg0616.tlg001.1st1K-grc1:6.21-6.54 urn:cts:greekLit:tlg0616.tlg001.1st1K-grc1:6.21-6.54
21. ΕΓΕΣΤΑΙΟΙ.

Ἐγεσταῖοι τῆς Ἀθηναίων συμμαχίας δεόμενοι 415 πολλὰ καὶ μεγάλα χρήματα ὑπέσχοντο. πεμψάντων δὲ πρέσβεις τοὺς ὀψομένους τὴν παρασκευὴν τῶν χρημά- των, χρησάμενοι ἐκ τῶν πλησίον πόλεων ἄργυρον καὶ χρυσὸν, τά τε ἱερὰ τῶν θεῶν ἐκόσμησαν καὶ τὰς τῶν ἰδιωτῶν οἰκίας. οἱ πρεσβευταὶ πλοῦτον ἰδόντες ἤγγειλαν Ἀθηναίοις, οἱ δὲ τὴν συμμαχίαν ἔπεμψαν.

22. ΛΟΚΡΟΙ.

Οἱ κατὰ τὴν Ἰταλίαν Λοκροὶ σπονδὰς ποιούμενοι 683 πρὸς Σικελοὺς σκορόδων κεφαλὰς ὑπὸ τοῖς χιτωνίσκοις ἐπὶ τοὺς ὤμους ἐπιθέντες καὶ γῆν ἐμβεβλημένην τοῖς ὑποδήμασιν ὑπὸ τοῖς ποσὶν ἔχοντες ὤμοσαν πρὸς τὸ βέβαιον αὐτοῖς φυλάξειν τὴν πολιτείαν, ἐφʼ ὅσον ἂν τὴν γῆν ταύτην πατῶσι καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέρωσι. τοῖς ὅρκοις πιστεύσαντας τούς Σικελοὺς ἀνεῖλον οἱ Λοκροὶ μετὰ μίαν ἡμέραν ὡς οὐκέτι τῆς αὐτῆς γῆς ἐπιβαίνοντες οὐδὲ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φέροντες.

Cap. 21. Ex Thucyd. 6, 46; cf. Diod. 12. 83.Cap. 22. Cf. Polyb. 12, 6. — J. p. 595 sq.4. 5 Αἰγεσταῖοι F || 8 χρησάμενοι F et Diod.; αἰτησάμενοι Thucyd. || ἄργυρον καὶ χρυσὸν Cas. K; ἀργύρου καὶ χρυσοῦ F || 12 Λοκροὶ οἱ Ἐπιζεφύριοι vulg. || 15 ἐπὶ Polyb.. Cas.; ὑπὸ F ἐπιθέντες F] ἐπιτιθέντες M ; ὑποθέμενοι Polyb. || 18 ταύτην Polyb. et V eam. αὐτὴν p; αὐτῶν F; τὴν αὐτὴν γῆν Hertlein; τὴν γῆν [τὴν] αὐτὴν Roth || 19 φορῶσι Polyb. || 20 οὐκέτι V iam non; οὐκ ἐπὶ F: cf. 7, 34.
23. ΚΟΡΙΝΘΙΟΙ.414

Κορίνθιοι Συρακουσίοις βοήθειαν πέμποντες, μα- θόντες εἴκοσι ναῦς Ἀττικὰς περὶ Ναύπακτον ἐφορμεῖν παραφυλαττούσας, πληρώσαντες εἴκοσι καὶ πέντε τριή- ρεις, ταύταις μὲν ἐν Πανόρμῳ τῆς Ἀχαΐας ἀνθώρμουν ἀντικρὺ τῶν Ἀττικῶν. τούτων δὲ παραφυλαττόντων ἀλλήλους ὁλκάδες μεσταὶ Κορινθίων ὁπλιτῶν ἀπῆραν ἐκ Πελοποννήσου σύμμαχοι Συρακουσίοις, Ἀθηναῖοι δὲ προσεῖχον ταῖς ἀνθορμούσαις τριήρεσιν.

24. ΛΑΜΨΑΚΗΝΟΙ.

Λαμψακηνοὶ καὶ Παριανοὶ γῆς ὁρίων ἀμφισβητοῦν- τες συνέθεντο, ἡνίκʼ ἂν ὄρνιθες ᾄσωσι πρῶτον, πέμψειν ἄνδρας ἐξ ἑκατέρας πόλεως πρὸς ἀλλήλους· ὅπου δʼ ἂν οἱ πεμφθέντες ἀπαντήσωσι, τοῦτον ἀμφοτέροις ὅρον τῆς γῆς γενέσθαι. ἐπειδή ταῦτα ἔδοξεν, οἱ Λαμψακηνοὶ τῶν ἐν [τούτοις] τοῖς τόποις θαλασσουργῶν ἔπεισάν τινας, ὅταν ἴδωσι τοὺς Παριανούς παριόντες, ἰχθῦς ἀφθόνως ἐπιβάλλειν τῷ πυρὶ καὶ οἶνον πολὺν ἐπισπέν- δειν ὡς Ποσειδῶνι θύοντας καὶ παρακαλεῖν αὐτοὺς μετʼ εὐφημίας τιμῆσαι τὸν θεὸν σπονδῶν κοινωνήσον- τας. οἱ μὲν ἁλιεῖς [ταῦτα ἐποίησαν], οἱ δὲ πεισθέντες τοῖς ἁλιεῦσι συνήσθιον καὶ συνέπινον τὸ σπουδαῖον Cap. 23. Ex Thucyd. 7, 17. — Cf. J. p. 525. Cap. 24. Ex Charone Lampsaceno haec fluxisse putat Schmidt, das Pericl. Ζeitalt. II, p. 120 sq., sed cf. J. p. 596. 2 μαθόντες F] ἀκούσαντες vulg. || 3 κ΄ i. e. εἴκοσι MV; χ΄ i. e. ἑξακοσίους F vulg. || 4 κ΄ i. e. εἴκοσι MV; η΄ i. e. ὀκτὼ F vulg. || 5 ταύτας F, corr. Cas. || 11 περὶ γῆς vulg. || 12 ἡνίκʼ ἂν Hertlein; ἡνίκα F || πρῶτον M; πρῶτοι F vulg. || 13 πρὸς F] ἐς vulg. || 16 [τούτοις] Patakis || 20 κοινωνήσαντας K || 21 [ταῦτα ἐποίησαν] K || 22 συνέπινον vulg.; συνέπιον F. τῆς πορείας ἀνέντες. Λαμψακηνοὶ δὲ συντείναντες ἐπὶ τὸ Ἑρμαῖον φθάσαντες ἦλθον· τοῦτο δὲ Παρίου μὲν ἀπέχει στάδια ἑβδομήκοντα, Λαμψάκου δὲ διακόσια. τοσαύτην γῆν ἀπετέμοντο τῇ τέχνῃ Λαμψακηνοὶ Πα- ριανῶν μεθόριον στησάμενοι τὸ Ἑρμαῖον.

25. ΧΑΛΚΗΔΟΝΙΟΙ.

Χαλκηδόνιοι Βυζαντίοις πολεμοῦντες ἀνοχὰς [ἓξ] ἡμερῶν συνθέμενοι προεχειρίσαντο ἄνδρας ἑκάτεροι δέκα περὶ τῆς εἰρήνης βουλευσομένους. τρισὶν ἡμέραις ἐβουλεύσαντο, τὴν τετάρτην παραλείψειν ἔφασαν οἱ Χαλκηδόνιοι διά τινας ἀσχολίας ἀναγκαίας. συγχωρη- σάντων Βυζαντίων, οἱ δὲ νύκτωρ πληρώσαντες τὰς ναῦς ἄφνω προσέπεσον μὴ προσδοκῶσι Βυζαντίοις πόλεμον διὰ τὸ λοιπὰς τῶν ὅλων εἶναι ἡμέρας δύο.

27. ΛΑΚΕΔΑΙΜΟΝΙΟΙ.e. 36, 8

Ὅτι Ἀθηναίων καὶ Λακεδαιμονίων ἐν τῇ Ἀσίᾳ νῆες ἀνθ- ώρμουν ἐν τοῖς ὅρμοις ὑπʼ ἀλλήλων ὁρώμεναι· κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἀναχθεῖσαι πάλιν ἀπέπλεον καὶ τὰ πληρώματα ἐξεβίβαζον. τοῦτο ἐπὶ συχνὰς ἡμέρας ἔδρων παραφυλάττοντες ἀλλήλους. ὁ Λάκων ἀσελήνῳ νυκτὶ τὰ πληρώματα μετὰ σιγῆς προσέταξεν εἰσαγαγεῖν, ἐπεὶ δὲ ἦν ἡμέρα, φανερῶς ἐνεβίβασεν τοὺς πελταστὰς καὶ τὴν ἡσυχίαν εἶχεν ἐν ταῖς ναυσίν. οἱ Ἀθη- ναῖοι τοῦτο ἰδόντες καὶ αὐτοὶ ὁμοίως ἐποίουν. ἦν ἀρίστου ὥρα. οἱ Λάκωνες ἐξεβίβασαν τοὺς πελταστὰς καὶ σίτου φροντὶς ἦν αὐτοῖς· ὁμοίως καὶ οἱ Ἀθηναῖοι τοὺς πελταστὰς ἐξεβίβασαν καὶ περὶ ἄριστον ἐπονοῦντο. ἐν τούτῳ τῷ καιρῷ τὰ πληρώ- ματα τῶν Λακωνικῶν νεῶν ἀντικαθιστάμενα ἐπέπλευσαν ταῖς 4 ἀπέτεμον vulg. || 5 συστησαμενοι vulg. || 6 Καρχηδόνιοι f1, corr. F2 (sic etiam v. 7) || 7 [ἓξ| K ||14 τὰς λοιπὰς F || 15 Capp. 27. 36. 38 (except. § 10). 41 inserta sunt ex H || 17 ὑπʼ ἀλλήλων ὁρώμεναι HF] ὁρμώμεναι HP, quamobrem ἐπʼ ᾀλλή- λων Roth || 27 ἀντικαθιστάμενα Roth; ἀντικαθιστάντα H. Ἀθηναίαις ναυσὶ κεναῖς οὔσαις καὶ τὰς πλείστας αὐτῶν συνε- τριψαν τῶν ἀνδρῶν ἀριστοποιουμένων.

Ὅτι καὶ Φιγαλεῖς πολιορκούμενοι πέμψαντες κήρυκα ἐξε- e. 28, 4 καλοῦντο Ἀργείους πρὸς συμμαχίαν. ὃν κρατήσαντες οἱ Λά- κωνες Ἀργείων σχῆμα μεταμφιασάμενοι ἐφέροντο ὡς ἀπὸ τῆς ἐξ Ἀργείων ἀπαγούσης ὁδοῦ· οὓς ἰδόντες Φιγαλεῖς καὶ νομίσαντες τὴν συμμαχίαν ἥκειν ἀνοίξαντες τὰς πύλας ὑπεδέξαντο.

36. ΗΛΕΙΟΙ.

Ὅτι Ἠλεῖοι Ξενίαν τὸν προεστηκότα τῆς πόλεως ὑποπτεύ- e. 40, 3 σαντες ἀρκαδίζειν βέβαιον ἔλεγχον οὐκ εἶχον. τῶν δὲ διαπολι- τευομένων αὐτῷ τινες πείθουσιν ἐπιδημοῦντα Λάκωνα ἐπι- λαβέσθαι παιδὸς Ἀρκάδος ὡς οἰκέτου. προελθούσης δὲ τῆς δίκης ἐπὶ τοὺς ἄρχοντας τὸ μὲν πλῆθος τῷ Λάκωνι συνέπραττεν, ὁ δὲ Ξενίας τῷ Ἀρκάδι. στάσεως δὲ γενομένης προῆλθε τὸ πρᾶγμα μέχρι τῆς ἐκκλησίας κἀκεῖ πάλιν ὁ Ξενίας τοῦ Ἀρκάδος ὑπερηγωνίζετο. οὕτως ὁ δῆμος ἐλέγχῳ φανερῷ μαθὼν ἀρκαδί- ζοντα θάνατον αὐτοῦ κατεχειροτόνησεν.

38. ΑΝΝΙΒΑΣ.

Ὅτι Ἀννίβας ἐν πολέμῳ φονευθέντα † Φλαῦον, ἐπειδὴ τὸ e. 4. 9 σῶμα αὐτοῦ προσήνεγκαν οἱ Νομάδες καὶ συνεβούλευον αἰκίζε- σθαι, οὐκ ἐπέτρεψεν, ἀλλὰ τόν τε ἄνδρα ὡς ἀγαθὸν στρατηγὸν ἐπήνεσέν καὶ τὰ νενομισμένα τῇ ταφῇ ἐπιτελέσας πρὸς τὴν Ῥώμην ἀπέπεμψεν, ὅθεν καὶ πολλὴν εὔνοιαν παρὰ Ῥωμαίων ἐκτήσατο.

Ὅτι Ἀννίβας ἔπειθε τοὺς ἰδίους, ὡς οἱ κατὰ πόλεμον e. 14, 20 εὐψύχως ἀποθνήσκοντες ἀναβιώσκουσι μετʼ οὐ πολὺν χρόνον, Cap 38. § 1. Cf. J. p. 671 sq. 1 Ἀθηναίαις W; Ἀσίαις H || 4 ὃν H] οὗ W || 9 Ξενίαν pro- posuit Roth; Θεννίαν hic et infra H || 17 αὐτοῦ HF] αὐτῷ HP || 19 Φλαῦον H; num Φλάκκον coll. 6, 38, 7? cf. J. p. 671 sq.; Φλαοῦον W, qui cogitavit de Decidio Flavo (Liv. 27, 14; Plut. Marcell. 26); Παῦλον Luterbacher. καὶ δή ποτε γενναίῳ στρατιώτῃ γενναίως ἀποθανόντι ὅμοιον εὑρών ἔπεισε λέγειν, ὡς ὁ προτελευτήσας ἐστίν.

e. 19, 4

Ὅτι καὶ Ἀννίβας παρατασσόμενος ἔταξεν τοὺς μὲν γενναιο- 216 τέρους ἑκατέρωθεν τῆς φάλαγγος, τοὺς δὲ ἀσθενεστέρους ἐν μέσῳ προὔχοντας ὑπὲρ τὴν φάλαγγα καὶ παράγγελμα ἔδωκεν, ἡνίκα τοὺς μέσους ὠσάμενοι διώκειν ἐπιχειροῖεν [οἱ πολέμιοι], συνάπτειν τὰ κέρατα. ἡ κύκλωσις αὕτη πεντακισμυρίους ἔκτεινεν ἐν τῇ μάχῃ.

e. 23

Ὅτι Ἀννίβας περὶ Κάννας διάγων τῶν πεδίων ὑφάμμων 216 ὄντων κατὰ νώτου τὸν ἄνεμον λαβὼν προήγαγε τὴν φάλαγγα. οἱ Ῥωμαῖοι τὴν ἄμμον ἐμπίπτουσαν τοῖς ὀφθαλμοῖς οὐ φέροντες εἰς φυγὴν ἐτρέποντο.

e. 25, 3

Ὅτι Ἀννίβας ἐν τῇ Καμπανῶν Ῥωμαίους κατεστρατήγησεν 216 τούτῳ τῷ τρόπῳ. χειμῶνος ὄντος παρήγγειλεν Ἀννίβας ῾ ὅταν σημάνῃ τὸ πολεμικὸν, καθεύδετε, ὅταν τὸ ἀνακλητικὸν, ἔξιτε ἀμφὶ δευτέραν φυλακήνʼ. ἐσήμανε τὸ πολεμικόν· Ῥωμαῖοι κατα- πλαγέντες ἐν τοῖς ὅπλοις ἦσαν. πάμπολυ διαλιπών Ἀννίβας τὸ ἀνακλητικὸν ἐσήμανε. Ῥωμαῖοι ταλαιπωρήσαντες τῷ χειμῶνι καὶ τῇ ἀγρυπνίᾳ ἀναχωρήσαντες κατηνέχθησαν εἰς ὕπνον. Ἀν- νίβας ἐπιπεσών πάντας διέφθειρεν.

e. 25, 4

Ὅτι Ἀννίβας περὶ Κασιλῖνον νυκτὸς χειμερίου γενομένης 216 διελῶν εἰς μέρη προσήγαγε τὴν δύναμιν παραγγείλας, ἐπειδὰν πρῶτον σημάνῃ τὸ πολεμικὸν, τὸ πρῶτον μέρος προσβαλεῖν, ὅταν δὲ οἱ σαλπιγκταὶ τὸ ἀνακλητικὸν σημάνωσι, τῶν προτέρων που- σαμένων τοὺς δευτέρους προσβαλεῖν καὶ ἐφεξῆς τὸ τρίτον καὶ τέταρτον, καὶ τῷ τοιούτῳ τρόπῳ ἐνίκησεν.

e. 41, 4

Ὅτι Ἀννίβας περὶ τὴν Ἐρδονίαν Φλάκκον Ῥωμαίων στρα- 212 τηγὸν λοχήσας ἀπέκτεινεν μετὰ πάντων τῶν ὑπʼ αὐτῷ καθεὶς Cap. 38. § 3. Cf. Plut. Fab. 16; Front. strat. 2, 2, 7. Cap. 38. § 4. Cf. Plut. Fab. 16; Front. strat. 3, 2, 7. Cap. 38. § 5. Cf. J. p. 672 sq. Cap. 38. § 6. Cf. Front. strat. 2, 5, 25; Zonar. 9, 3. — Woelfflio, Hermes 9, p. 123. 1 ποτε HF; τότε HP || 6 [οἱ πολέμιοι] vel οἱ Ῥωμαῖοι] W || 12 ἐτράποντο Roth || 19 ἀναχωρήσαντες H; παραχωρήσαντες Roth; ἀναγορεύσαντες W || 27 ἀνδρονίαν H, sed infra p. 304, 2 recte Ἐρδονίαν || 28 αὐτῷ W; αὐτὸν H. Ἐρδονιάτην ψευδοπροδότην, ὃς αὐτομολήσας ἔπειθεν τὸν Φλάκ- κον ἐλθεῖν ἐπὶ τὴν Ἐρδονίαν ὡς τῶν ἀρίστων ἐν τῇ πόλει καλούντων αὐτὸν διὰ τὸ μὴ φέρειν τὴν βαρύτητα Καρχηδονίων.

217

Ὅτι Ἀννίβας ὑπὸ Ῥωμαίων ἐν στενοχαώροις ἀποκλεισθεὶς e. 46,10 τόποις ὑπʼ αὐτῶν φυλασσομένοις ταύρους συναγαγών καὶ ἐπὶ τῶν κεράτων λαμπάδας ὑφάψας ἐς τὸ στενωπὸν ἐνεβίβασεν· διʼ ὧν τοὺς παραφυλάττοντας ἐκπλήξας εἰς φυγὴν ἔτρεψεν, αὐτὸς δὲ ἀσφαλῶς ἀνεχώρησεν.

Ὅτι ὁ αὐτὸς ἀναζεῦξαι βουλόμενος ἀπέλιπε τοὺς ἱππεῖς, e. 46, 11 ὅπως ὁ Ῥωμαίων στρατηγὸς ὁρῶν αὐτοὺς μὴ ἐννοήσῃ τὴν ἀνά- ζευξιν· ἐκεῖνοι γὰρ ἔμελλον ῥᾳδίως ἀφιππάζεσθαι.

Ἀννίβας μὴ δυνάμενος [ἑλεῖν| πόλιν τῶν Ῥωμαίων παρα- θαλασσίαν ἔπεμψεν πλοῖα πρὸς αὐτὴν καὶ ἔστησεν εἰς αὐτὰ Ῥωμαϊκὸν σημάδιον. ἰδόντες δὲ τὸ σημάδιον οἱ πολῖται ἐξῆλθον ὡς δῆθεν πρὸς ὑποδοχὴν Ῥωμαίων καὶ ἐνέπεσον εἰς ἐγκρύμ- ματα καὶ ἐσφάγησαν.

41. ΑΜΙΛΚΑΣ.311/310

Ὅτι Ἀμίλκας Ἕλληνι τακτικῷ χρώμενος τοῦτον αἰσθόμενος e. 29,6 Ἀγαθοκλεῖ πάντα ἐξαγγέλλειν ὅσα μέλλοι πράττειν, προεῖπεν, ὡς τὸ ναυτικὸν ἐκεῖ πέμψας βούλοιτο καταλαβέσθαι τὸ παρὰ Συρα- κούσαις Ὀλύμπιον. ὁ μὲν τακτικὸς ἐν ἀπορρήτῳ πέμψας Ἀγα- θολεῖ τοῦτο προεμήνυσεν, ὁ δὲ Ἀμίλκας συνέταξε ταῖς ναυσὶν, Cap. 38 § 8. Cf Plut. Fab. 6. Cap. 38. § 9. Cf. Ζonar. 8, 25. Cap. 41. Cf. Holm II, p. 476, not. ad p. 234; Meltzer I, p. 524. 5 τόπους H, unde W coni. ἐς στενοχώρους ἀποκλεισθεὶς τόπους: cf. 1, 48, 4. 2, 2, 22. 2, 2, 29. 4, 2, 2. 6, 16, 1 || φυλασσο- μένων H || 12—16 ex codice Vindobonensi apud Seyboldum vol. 2 p. 29 || 12 [ἑλεῖν| W coll. 7, 13. 7, 36. 8, 6 || πόλιν … παρα- θαλασσίαν] W cogitavit de Neapoli coll. Liv. 23, 1, 5 14 ση- μάδιον] Pοlyaenus procul dubio scripsit σημεῖον || 15 ἐγκρύμ- ματα Roth; ἐκρώματα cod. Vind.; ἐνέδραν Seybold. ἐπειδὰν παραλλάξωσι μικρὸν νυκτὸς, πάλιν συντόνως ἐπανελ- θεῖν. Ἀγαθοκλῆς ἐξαπατηθεὶς ἔπεμψε μὲν ἐν Συρακούσαις τοὺς διαφυλάξοντας τὸ Ὀλύμπιον, αὐτὸς δὲ διὰ νυκτὸς ἐπῆγεν Ἀμίλκᾳ καταλειφθέντι. ὁ δὲ τοὺς ἀπὸ τῶν νεῶν ἐκβάντας πολλοὺς ἔχων μετὰ κραυγῆς καὶ θορύβου προσπεσών ἐφόνευσε τῶν Ἀγα- θοκλείων στρατιωτῶν ἑπτακισχιλίους.

e. 33, 2

Ὅτι Ἀμίλκας πλῆθος Καρχηδονίων νεῶν [ἔχων τοῖς] θεασα- μένοις φαντασίαν παρέσχεν ἀποπλέων ὡς πρύμναν κρουσόμενος, νυκτὸς δὲ καταχθεὶς τὴν στρατιὰν ἐκβιβάσας τετρακισχιλίους δι- ἐγειρομένους ἐκ τῆς κοίτης κατέκοψεν, οἱ δὲ λοιποὶ συνέφευγον εἰς μάχην, ὥστε πολλῶν αἰχμαλώτων κρατήσας Ἀμίλκας πάλιν ἀπέπλευσεν.

45. ΣΥΛΟΣΩΝ.

Συλοσῶν Καλλιτέλους Σαμίοις δημοτικὸς εἶναι δοκῶν στρατηγὸς ᾑρέθη· Σαμίων δὲ πολεμούντων τοῖς Αἰολεῦσι καὶ τὴν πανήγυριν οὐκ ἀγόντων ἐν τῷ ἱερῷ τῆς Ἥρας, πορρωτέρω τῆς πόλεως ὄντι, Συλοσῶν οὐκ ἂν ἔφη στρατηγῶν ἀμελῆσαι τῆς εἰς τὴν θεὸν εὐσε- βείας ὡς καὶ μᾶλλον ἐκπλήξων τοὺς πολεμίους, εἰ τὴν πάτριον ἀγάγοι πανήγυριν. οἱ Σάμιοι τὸν στρατηγὸν ἐπαινέσαντες τῆς εὐσεβείας καὶ τῆς ἀνδρείας, ἐλθόντες ἐπὶ τὸ τῆς Ἥρας ἱερὸν ἐσκηνοποιοῦντο καὶ ὅσα εἰς πανήγυριν καθίσταντο. ὁ δὲ Συλοσῶν νυκτὸς εἰς τὴν πόλιν εἰσελθὼν καὶ τοὺς ἀπὸ τῶν τριήρων ναύτας εἰσκαλέσας τὴν Σαμίων ἀρχὴν κατέσχεν.

1 παραφυλάξωσι Roth: cf. 2, 35 || συντόνως W; συντόμως H || 3 διαφυλάξοντας W ; διαφυλάξαντας H || ἐπῆγεν W; ἀπῆγεν H || 7 ἀμίλκᾳ H || νεῶν [ἔχων τοῖς] θεασαμένοις Sittl; νεῶν θεασάμενος H || 9 εἰς τὴν στρατιὰν H, corr. W || 10 συνέ- φευγον] συνεσέπεσον? W || 13 Συλοσῶν D; Σολυσῶν F constanter || 18 στρατηγῶν F] στρατηγὸν D || εἰς τὴν vulg.; εἰς τὸν F; εἰς M || 19 εἰ vulg.; εἰς F.
46. ΑΛΕΞΑΝΔΡΟΣ ΘΕΤΤΑΛΟΣ.

Ἀλέξανδρος Θετταλὸς ναυμαχεῖν μέλλων πολλοῖς ἐπιβάταις ἐπὶ τῶν καταστρωμάτων διέδωκε πολλὰ σαυ- νία καὶ παρήγγειλεν, ὅταν παραβάλῃ ναῦς, ἀκοντίζειν ἐπὶ τοὺς ναύτας, ἵνα οἱ πλεῖστοι αὐτῶν ἀχρεῖοι γί- γνοιντο.

47. ΘΡΑΣΥΒΟΥΛΟΣ.c. 611

Θρασύβουλος Μιλησίων τύραννος Ἀλυάττου πο- λιορκοῦντος Μίλητον καὶ λιμῷ τὴν πόλιν αἱρήσειν μέλλοντος, πέμψαντος δὲ κήρυκα περὶ σπονδῶν, ἕως ἂν τὸν νεὼν κατασκευάσῃ τῆς Ἀσσησίας Ἀθηνᾶς, προσέταξεν τοῖς πολίταις, ὅσον ἕκαστος ἔχοι σῖτον πάντα ἐξενεγκεῖν ἐς τὴν ἀγορὰν καὶ κατακειμένους εὐωχεῖσθαι. ὁ κήρυξ ταῦτα ἰδὼν ἤγγειλεν Ἀλυάττῃ· ὁ δὲ ὡς ἀφθόνων τροφῶν παρασκευὴν Μιλησίων ἐχόντων διέλυσε τὴν πολιορκίαν.

48. ΜΕΝΤΩΡ.310

Μέντωρ Ἑρμείου κρατήσας πρὸς τὰς πόλεις τὰς e. 4, 10 ἀρχομένας ὑπʼ αὐτοῦ ἔγραψε, τῇ ἐπιστολῇ σφραγίδα ἐπιθεὶς τὴν ἐκείνου καὶ προσέταξε παραδιδόναι τὰ Cap. 46. Cf. Schaefer, Demosth I1, p. 116 sq., qui dubitat, an haec ad idem proelium navale referenda sint, ad quod 6, 2, §§ 1 et 2 — J. p. 596 sq. Cap. 47. Ex Herod 1, 21 sq.; cf. Front. strat. 3, 15, 6. Cap. 48. Cf. Diod. 16, 52, 5. — Schaefer, Demosth I1, p. 348 et not. 1; J. p. 597. 8 Ἀλυάτου F constanter || 11 Ἀσσησίας Cas. ex Herod.; ἀρσίας F || 18 Ἑρμίου F (sic quoque p. 307, 1). πράγματα τοῖς κομίζουσι τὰ γράμματα. οἱ δὲ τὴν Ἑρ- μείου σφραγίδα γνωρίσαντες ἔλαθον αὑτοὺς Μέντορι παραδόντες τὰς πόλεις.

49. ΑΝΑΞΑΓΟΡΑΣ.

Ἀναξαγόρας, Κόδρος, Διόδωρος, παῖδες Ἐχεά- c. 323 νακτος, Ἡγησίαν τύραννον Ἐφεσίων ἀπέκτειναν· Φι- λόξενος, Ἀλεξάνδρου βασιλέως ὕπαρχος Ἰωνίας, τοὺς ἄνδρας παρὰ τῶν Ἐφεσίων ἐξαιτῶν, οὐ λαβῶν, φρου- ρὰν εἰς τὴν πόλιν εἰσαγαγὼν, τοὺς τρεῖς ἄνδρας ἐξαρ- πάσας, ἐν κλοιῷ δεδεμένους ἐς τὴν ἄκραν τὴν ἐν Σάρδεσιν ἔπεμψεν. οἱ δὲ ἐπὶ μακρὸν ταλαιπωρηθέντες ἔλυσαν αὐτοὺς, φίλου ῥίνην εἰσπέμψαντος, ᾗ χρησά- μενοι τὰ δεσμὰ διέσπασαν καὶ οἰκετικαῖς ἐσθήσεσι μετασκευασάμενοι, διὰ νυκτὸς ὡς οἰκέται τοῦ δεσμω- τηρίου προελθόντες, σχοινίῳ καὶ ἱματίοις κατὰ μῆκος παρεσχισμένοις συνδήσαντες αὑτοὺς ἀπὸ τῶν τειχῶν καθῆκαν. Διόδωρος μὲν ἐκπεσὼν ἀπὸ ὕψους, παρα- χρῆμα χωλωθεὶς ἄμφω τὼ πόδε, ληφθεὶς ὑπὸ Λυδῶν ὡς Ἀλέξανδρον ἐπέμφθη δίκας δώσων. Ἀλεξάνδρου ἐν Βαβυλῶνι τελευτήσαντος εἰς Ἔφεσον ὑπὸ Περδίκ- κου κατεπέμφθη κριθησόμενος κατὰ τοὺς νόμους· Ἀναξαγόρας δὲ καὶ Κόδρος διάραντες εἰς Ἀθήνας ἐσώθησαν, τὴν δὲ Ἀλεξάνδρου τελευτὴν ἀκούσαντες εἰς Ἔφεσον ἐπανελθόντες καὶ τὸν ἀδελφὸν Διόδωρον ἀνέσωσαν.

2 αὐτοὺς F || 3 πόλεις vulg.;  πύλας F || 5 παῖδες Ἐχεάνακτος D; πέδαις ἔχεν ἄνακτος F || 7 ὕπαρχος Ἰωνίας] Plut. Alex. 22 ὁ ἐπὶ θαλάττης στρατηγὸς: cf. Droysen II, 1, p. 146 || 12 ἔλυσεν αὐτοὺς F || 16 παρεσχισμένοις K, παρασχιζομένοις F || αὐτοὺς F || 17 καθῆκαν D vulg.; καθῆκαν F || Διέδωρος MV; Κόδρος F || 18 χωλευθεὶς F, corr. vulg. || τὼ p; om. F vul​g.
50. ΠΙΝΔΑΡΟΣ.c. 560

Κροίσου τοῦ Λυδοῦ πολιορκοῦντος Ἔφεσον, ἐπειδὴ τῶν πύργων τις, ὁ προδότης κληθεὶς, ἔπεσε καὶ τὸ δεινὸν τῆς ἁλώσεως ἐν ὀφθαλμοῖς ἦν, Πίνδαρος ὁ τυραννεύων τῆς πόλεως συνεβούλευσε τοῖς Ἐφεσίοις ἐκ τῶν πυλῶν καὶ τῶν τειχῶν θώμιγγας συνάψαι τοῖς κίοσι τοῦ ἱεροῦ τῆς Ἀρτέμιδος ὥσπερ ἀνατιθέντας τῇ θεῷ τὴν πόλιν. Κροῖσος τιμῶν τὴν θεὸν ἐφείσατο τῆς πόλεως ὥσπερ ἀναθήματος καὶ πρὸς τοὺς Ἐφε- σίους ἐπὶ ἐλευθερίᾳ συνθήκας ἐποιήσατο.

51. ΘΗΡΩΝ.488

Θήρων Ἀκραγαντῖνος δορυφόρους μὲν ἔχων ἐν ἀπορρήτῳ παρεσκευασμένους, χρημάτων δὲ οὐκ εὐπο- ρῶν πρὸς τὰς μισθοδοσίας, τῆς πόλεως  Ἀθηνᾷ μεγα- λοπρεπῆ ναὸν ἐγειρούσης, ἐπειδὴ τὰ χρήματα ἐν ταῖς ἐργασίαις διεκλέπτετο, ἔπεισεν ἀθρόαν ἔκδοσιν ποιή- σασθαι τοῦ νεὼ καὶ λαβεῖν ἐγγυητὰς ἀξιοχρέους καὶ ὁρίσαι προθεσμίαν, ἐν ᾗ τὸ ἱερὸν συντελεσθήσεται. ἔδοξεν ὀρθῶς λέγειν, καὶ ἡ πόλις πεισθεῖσα τὸ ἔργον ἐξέδωκεν. ἠργολαβεῖτο Γόργος Θήρωνος. ἐπεὶ δὲ τὸ τῆς πόλεως ἀργύριον ἔλαβεν, οὔτε τέκτονας οὔτε λιθο- ξόους οὔτε τοὺς ἄλλους δημιουργοὺς ἐμισθώσατο, ἀλλὰ κατὰ τῆς δούσης πόλεως μισθὸν τοῖς δορυφόροις ἔδωκε, καὶ τοῖς ἰδίοις χρήμασιν Ἀκραγαντῖνοι ὑπὸ Θήρωνος ἐτυραννεύθησαν.

Cap. 50. Cf. Aelian. var. hist. 3, 26.3 τις K ex Aeliano; τε F || κλιθεὶς F || 4 δεῖπνον F || 12 Ἀκραγαντῖνος K ; Ἀκραγαντίνων F || 14 Ἀθηνᾷ M; Ἀθῆναι F || 16 διεκλέπτετο Patakis; διεκέκλεπο F || 20 ὁ Θήρωνος vulg. || 21 ἔλαβον F || 22 ἐμισθώσαντο F.
52. ΣΙΣΥΦΟΣ.

Σίσυφος, Αὐτολύκου τὰς βόας αὐτοῦ κλέπτοντος πολλάκις, ταῖς χηλαῖς τῶν βοῶν ἐνέτηξε μόλιβον, ᾧ χαρακτῆρα ἐνήρμοσε γράμματα ἐκτυποῦντα Ἁὐτόλυκος ἔκλεψενʼ. ὁ μὲν δὴ Αὐτόλυκος νύκτωρ ἀπήλασε τὰς βόας, ὁ δὲ Σίσυφος μεθʼ ἡμέραν τοῖς γείτοσι γεωρ- γοῖς ἔδειξε τὰ ἴχνη τῶν βοῶν κατηγοροῦντα τὴν Αὐ- τολύκου κλοπήν.

53. ΑΓΝΩΝ.e. 39, 6

Ἅγνων Ἀττικὴν ἀποικίαν ἤγαγεν οἰκίσαι βουλό- 437 μένος τὰς καλουμένας Ἐννέα ὁδους ἐπὶ τῷ Στρυμόνι· ἦν γὰρ καὶ λόγιον Ἀθηναίοις τοιόνδε· τίπτε νέως κτίσσαι πολύπουν μενεαίνετε χῶρον,κοῦροι Ἀθηναίων; χαλεπὸν δὲ θεῶν ἄτερ ὔμμιν.οὐ γὰρ θέσφατόν ἐστι, πρὶν ἂν κομίσητʼ ἀπὸ ΤροίηςῬήσου ἀνευρόντες καλάμην πατρίῃ δέ τʼ ἀρούρῃκρύψητʼ εὐαγέως· τότε δʼ ἂν τότε κῦδος ἄροισθε.ταῦτα τοῦ θεοῦ χρήσαντος ὁ στρατηγὸς Ἅγνων ἐς Τροίαν ἔπεμψεν ἄνδρας, οἳ τὸ Ῥήσου σῆμα νύκτωρ Cap. 52. Cf. Hygin. fab. 201. Cap. 53. Cf. Τhucyd. 4, 102. — Weissenborn, Hellen. p, 152 et not. 59; J. p. 598; Duncker, Gesch. d. Alteri. IX, p. 234. 3 μόλιβον F] μόλυβδον vulg. || ᾧ vulg.; ὡς F || 9 Ἅγνων Thucyd.; Ἄγνων F constanter || 10 οἰκῆσαι F || 11 Στρυμῶνος F constanter || 13 τίπτε νέως F] τίπτʼ ἐνέως vel ἐνεῶς RK; gene- tivum requirit Vater ad Eurip. Rhes. p. CLIX, ut Ἠϊονέος, Βιστονέος, Σιθονέος vel Βιστονίης, Σιθονίης κτίσσαι Vater, censor Ienensis; κτίσαι F || 14 ὔμμιν censor Ienensis; ὕμμιν F | 16 δέ τʼ Hertlein; δʼ F; δʼ ἐν Vater, censor Iemensis || 17 τότε δʼ ἂν τότε F, quod probat Hertlein coll. Lucian. imag. 13 τότε δὴ τότε ὥρα σιωπᾶν aliisque exemplis, quae congessit Dorville ad Char. p. 322 Lips.; τότε δʼ ἂν τέδε Vater; τότε δʼ ἂν τό γε censor Ienensis || 19 σῆμα K; σῶμα F. ἀνορύξαντες ἀνείλοντο τὰ ὀστᾶ· καὶ καταθέντες τὰ ὀστᾶ ἐς χλαμύδα πορφυρᾶν κομίζουσιν ἐπὶ τὸν Στρυ- μόνα. οἱ μὲν δὴ κατέχοντες βάρβαροι τὴν χώραν διαβαίνειν τὸν ποταμὸν ἐκώλυον, Ἅγνων δὲ σπονδὰς ποιησάμενος τρεῖς ἡμέρας ἀπέπεμψε τοὺς βαρβάρους καὶ διὰ τῆς νυκτὸς τὸν Στρυμόνα μετὰ τοῦ στρατεύ- ματος διελθὼν τά τε ὀστᾶ τοῦ Ῥήσου κατώρυξε παρὰ τὸν ποταμὸν καὶ τὸ χωρίον ἀποταφρεύσας ἐτείχιζε πρὸς τὴν σελήνην, ἡμέρας δὲ οὐκ εἰργάζοντο. καὶ δὴ [τὸ] πᾶν ἔργον ἐξετελέσθη τριῶν νυκτῶν. ὡς δὲ οἱ βάρβαροι μετὰ τρεῖς ἡμέρας ἐλθόντες τὸ τεῖχος εἶδον ἐγηγερμένον, ἐνεκάλουν Ἅγνωνι ὡς παραβάντι τὰς σπονδάς, ὁ δὲ οὐδὲν ἔφη ἀδικεῖν· σπείσασθαι γὰρ τρεῖς ἡμέρας, οὐ τρεῖς νύκτας. τούτῳ τῷ τρόπῳ τὰς Ἐννέα ὁδοὺς Ἅγνων οἰκίσας τὴν πόλιν Ἀμφίπολιν ἐκάλεσεν.

54. ΑΜΦΙΡΗΤΟΣ.

Ἀμφίρητος Ἀκάνθιος λῃσταῖς ἁλοὺς, ἐς Λῆμνον e.52,5 ἀχθεὶς ἐν δεσμοῖς ἐφρουρεῖτο τῶν λῃστῶν λύτρα με- γάλα ἐλπιζόντων· ὁ δὲ τροφῆς ἀποσχόμενος μίλτον ὕδατι ἁλμυρῷ μίξας ἔπιεν. ἐπεὶ δὲ διεχώρησεν, οἱ λῃσταὶ νομίσαντες αἵματος ῥύσιν αὐτῷ γεγονέναι τῶν δεσμῶν ἀνῆκαν, ὡς μὴ διὰ τὴν νόσον ἀποθάνοι καὶ δὴ τῶν λύτρων ἀπολουμένων. ὁ δὲ λυθεὶς, νύκτωρ ἀποδρὰς, ἁλιάδος ἐπιβὰς εἰς Ἄκανθον διεσώθη.

8 ἀποτραφεύσας F || 10 [τὸ] cf. 1, 48, 2 || 13 σπείσασθαι Heringa; στήσασθαι F || 15 οἰκήσας F || 17 Ἀμφίρητος F] Ἀμφά- ρετος vel Ἀμφήρετος coni. K || 18 Λίμνον F || 21 διεχώρισεν F || 24 λούτρων ἀπολλουμένων F; λύτρων [στεροῖντο] ἀπολουμένων R; ἀπολλυμένων M.