GetPassage urn:cts:greekLit:tlg0616.tlg001.1st1K-grc1:5.41-5.48 urn:cts:greekLit:tlg0616.tlg001.1st1K-grc1:5.41-5.48
41. ΑΡΙΣΤΟΜΑΧΟΣ.

Ἀριστόμαχος, Καρδιανῶν τριήρεις λαβών, μετ- e.58,4 εμβιβάσας τοὺς ἐρέτας καὶ κοσμήσας τοῖς ἀκρωτηρίοις τῶν αὐτοῦ νεῶν, αὐλούμενος κατέπλει, τὰς ἰδίας ναῦς ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ μὲν πρὸς [τὰς] ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν.

42. ΧΑΡΙΜΕΝΗΣ.

Χαριμένης Μιλήσιος καταφυγὼν ἐς Φασηλίδα, ἐφορ- μουσῶν αὐτῷ νεῶν μακρῶν Περικλέους τοῦ Λυκίου, περιθέμενος περιθετὴν πεζῇ διὰ τῆς Περικλέους χώρας ἐσώθη.

43. ΚΑΛΛΙΑΔΗΣ.

Καλλιάδης κυβερνήτης καταλαμβανόμενος ὑπὸ νεὼς ταχυτέρας τὸ πηδάλιον ἔσχαζε συχνῶς, καθ᾿  ὁπότερον ἂν ἐμβάλλειν μέλλοι, ἵνα ὁ διώκων προσκρούων ταῖς 1 [ἐπὶ] vulg.; qui portui praeerant V || 2 φιλίαν W coll. 1, 34, 1. 1, 38, 4. 6, 2, 2; φίλην F || 5 Ἀριστοκράτης Cas.; Ἀρι- στοκλῆς F || 5 Post ἀπελυτρώσατο Aristocratis strategema in F iisdem verbis perperam iteratur || 10 αὐτοῦ F || αὐλόμενος F || 12 [τὰς] K ||  13 Ἀριστομάχειοι D ; Ἀριστομάχιοι F : cf. ad 2, 2, 9 || 23 ἂν ἐμβάλλειν vulg.; ἐμβάλλειν ἂν F. ἐπωτίσι πρὸς τὸ πηδάλιον ἐμβαλεῖν μὴ δύνηται τῷ τὴν ἐμβολὴν εἶναι κατὰ τὰς πρώτας θρανίτιδας,

44. ΜΕΜΝΩΝ.e. 7, 4

Μέμνων ἐπιτιθέμενος Λεύκωνι τῷ Βοσπόρου τυ- ραννῳ, βουλόμενος καταμαθεῖν τὰ μεγέθη τῶν πολε- μίων [πόλεων] καὶ τὰ πλήθη τῶν ἐνοικούντων ἔπεμψεν Ἀρχιβιάδην Βυζάντιον ἐπὶ τριήρους πρεσβευτὴν πρὸς Λεύκωνα ὡς ὑπὲρ φιλίας καὶ ξενίας διαλεξόμενον. συνέπεμψε δὲ αὐτῷ καὶ Ὀλύνθιον κιθαρῳδὸν Ἀριστό- νικον, εὐδοκιμοῦντα μάλιστα δὴ πάντων τότε παρὰ τοῖς Ἕλλησιν, ὅπως ἐν τῷ παράπλῳ προσορμιζομένων, ἐπιδεικνυμένου τοῦ κιθαρῳδοῦ, τῶν ἐνοικούντων εἰς τὰ θέατρα σπουδῇ συνιόντων τὸ πλῆθος τῶν ἀνθρώπων κατάδηλον τῷ πρεσβευτῇ γένοιτο.

e. 55,3

Μέμνων, ἐρυμνὰ χωρία τῶν πολεμίων καταλα- βόντων καὶ οὐ καταβαινόντων ἐς μάχην, ἀποχωρήσας ἀπωτέρω τῶν ὀχυρῶν τόπων καὶ ἀντιταχθεὶς μετὰ τῶν ἡμίσεων στρατιωτῶν, ὡς τῶν ἄλλων στασιαζόντων πρὸς αὐτὸν, πέμψας πρὸς αὐτοὺς αὐτόμολον ἐκέλευσεφράζειν, ὅτι στασιάζοιεν καὶ μέλλοιεν ἀλλήλοις μάχεσθαι καὶ διὰ τοῦτο ἀνεχώρησαν ἀπωτέρω, ἄνωθεν ὑμᾶς φοβη- θέντες, καὶ δὴ ὡς ἀντιπαρατάσσεσθαι μέλλοντες ὡπλί- ζοντο. οἱ δὲ ἐκ τῆς πόλεως τοῖς τοῦ αὐτομόλου λόγοις Cap 44. De fontibus cf. 7. p. 647—649. Cap. 44. § 2. Cf. Front. strat. 2, 5, 18. 1 ἐπωτίσι Cas.; νεπωτίσι F || 4 ἐπιθέμενος vulg. || 5 πολε- μίων [πόλεων| scripsi coll H τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν; πολεμίων F, quod corr. in πόλεων Lennep. ad Phalar. p. 129b || 6 τὰ πλήθη Cas ; τῷ πλήθει F: cf. 7, 35, 2 extr. || 22 ὁπλίζοιντο vulg. ὅμοια καὶ τὰ ἔργα ὁρῶντες καταβαίνουσιν ἀπὸ τῶν ἐρυμνῶν πρὸς αὐτούς. οἱ δὲ Μεμνόνειοι τοὺς πολε- μίους ὁρῶντες ἐν τῷ ἰσοπέδῳ οὐκ ἐπʼ ἀλλήλους, ἀλλὰ μετʼ ἀλλήλων ἐπʼ αὐτοὺς ὁρμήσαντες ὑποχειρίους ἅπαν- τας ἐποιήσαντο.

340

Ἀριστώνυμον ἐν Μηθύμνῃ Χάρης πολιορκῶν πρεσ- βείαν ἔπεμψε πρὸς Μέμνονα ἀξιῶν αὐτὸν μὴ βοηθῆσαι Ἀριστωνύμῳ. [ὁ δὲ ἀπεκρίνατο βοηθήσειν] αὐτῷ κατὰ κράτος· καὶ γὰρ εἶναι πατρικὸν φίλον καὶ ξένον καὶ τῆς γε νυκτὸς τῆς ἐπιούσης μετὰ πάντων τῶν στρα- τιωτῶν ἐκεῖ γενήσεσθαι. Χάρης τῶν πρεσβευτῶν ἀγγει- λάντων ταῦτα κατεφρόνησεν ὡς ἀδύνατον πολὺ καὶ βαρὺ στρατόπεδον [τῆς] ἐπιούσης νυκτὸς ἐνταυθοῖ γενέσθαι. ὁ δὲ Μέμνων ὁδεύσας πέντε στάδία. ἑσπέ- ρας ἐς πλοῖα χιλίους διακοσίους στρατιώτας ἐμβιβάσας σύνθημα ἔδωκεν, ὅταν ἀποβάντες ἐς τὴν ἀκρόπολιν παρέλθωσιν, ἆραι πυρσὸν καὶ τοῖς πολεμίοις ἐπιθέσθαι- τούτων πραχθέντων ἡ μὲν ἐπίθεσις ἐν τῷ σκότῳ παρά- δοξος ἐφάνη, ὁ δὲ πυρσὸς ἀρθεὶς ἐς φυγὴν ἐτρέψατο τὸν Χάρητα ὡς τοῦ Μέμνονος μετὰ πάσης [τῆς] δυνά- μεως τὴν ἀκρόπολιν κατειληφότος.

Cap 44. § 3. De tempore cf. Schaefer, Demosth. I1, p. 435, not. 1 et Droysen I, 1, p. 238.6 Ἀριστώνυμον] Ἀριστόνικον Boehnecke, Forsch. auf d. Ge- biete d. att Reda. p 650, not cf. Arrian., anab. 3, 2, 4 Ἀρι- στόνικον Μεθυμναῖον τὸν τύραννον || Μιθύμνῃ F || ἐπολιόρκει K ex V || 7 βοηθῆσαι p; φοβηθῆσαι F; πρὸς αὐτὸν Μέμνονα ἀξιῶν μὴ βοηθῆσαι Ἀριστωνύμῳ αὐτὸν K || 8 [ὁ δὲ ἀπεκρίνατο βοη- θήσεν] add. p; om. F || 12 ἀδύνατον [ὂν| K: cf. 5, 2, 11 || 13 [τῆς] K coll 1, 46. 7, 12. supra v. 10 || 17 ἆραι vulg.; ἀνῆραι F contra usum Polyaeni || ἐπιθέσθαι Roth; ἐπιτίθεσθαι F || 20 [τῆς] Hertlein.e. 31, 13

Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων, Μα- 336 γνησίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρε κύκλῳ τοῦ στρατοπέδου· Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον ὁ Μέμνων ἐξήγαγεν αὐτοὺς διεσκευα- σμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολε- μίων ἐκβοηθησάντων, ὁ Μέμνων [τὸ] ἀνακλητικὸν σημήνας ἀνεχώρησεν εἴσω τείχους, καὶ οἱ πολέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν, τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησε, καὶ οἱ πολέμιοι ἀνεχώρουν. καὶ τοῦτο πολλάκις τῆς ἡμέρας. τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιΐαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη· τῶν δὲ οὐ φθασάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν, πολλῶν δὲ ἄρτι τὰ ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων, συνιδὼν διεσπασμένην αὐτῶν τὴν φάλαγγα, συντεταγμένος αὐτὸς ἐπιθέμενος πολλοὺς αὐτῶν διαφθείρας, πολλοὺς δὲ ζωγρήσας τοὺς λοιποὺς καταφυγεῖν ἐς Μαγνησίαν ἠνάγκασεν.

e. 28, 3

Μέμνων Κυζικηνοῖς ἐπιὼν τῇ κεφαλῇ καυσίαν 334 ἐπέθετο Μακεδονικὴν, αὐτός τε καὶ οἱ ἀμφʼ αὐτὸν ἡγεμόνες. Κυζικηνοὶ προσιόντας ἀπὸ τῶν τειχῶν ὁρῶν- τες, νομίσαντες, ὅτι Κάλας ὁ Μακεδὼν φίλος ὢν καὶ Cap. 44. § 4. Cf. Droysen I, 1, p. 96 et not. 2; I, 1, p. 114, not. 2. Cap. 44. § 5. Cf. Diod. 17, 7. — Droysen I, 1, p. 183 sq. 7 [τὸ] Hercher, Hermes 9, p. 112: cf. 6, 2, 2 || 12 ᾤετο H; ὥστε F; ἐπύθετο K || 15 ἄρτι F] ἔτι H || 16 ὄντων H; om. F διεσκεδασμένην H || 17 φαλάγγαν F || αὐτὸς ἐπιθέμενος H; om. F || 18 [μὲν| αὐτῶν Hercher, Hermes 9, p. 112 || 22 οἱ Κυζικηνοὶ vulg. 23 || Κάλας Droysen I, 1, p. 183, not. 2 coll. Diod. 17, Χάλκας H; Χάλκος F. σύμμαχος ἥκοι βοηθήσων , προσεδέχοντο τὰς πύλας ἀνοίγοντες. ἐπεὶ δὲ πλησίον γενόμενον ἐγνώρισαν, οἱ μὲν ἀπέκλεισαν τὰς πύλας, Μέμνων δὲ τὴν χώραν λεηλατήσας ἀπηλλάττετο.

45. ΦΙΛΟΜΗΛΟΣ.354

Φιλόμηλος Φωκεῦσι πολεμουμένοις ὑπὸ Θηβαίων καὶ Θετταλῶν ὑποσχόμενος κατορθώσειν τὸν πόλεμον, ἡγεμὼν ἀποδειχθεὶς, τὴν τοῦ πολέμου πρόφασιν ξενο- λογήσας ** κρατῶν τοῖς ἱεροῖς χρήμασιν ἀνέδην ἀποχρώ- μενος τὴν ἡγεμονίαν μετέβαλεν ἐς τὴν τυραννίδα.

46. ΔΗΜΟΚΛΗΣ.367—343

Δημοκλῆς πρεσβεύσας κατηγορούμενος ὑπὸ τῶν [ἄλλων] πρεσβευτῶν, ὅτι μεγάλας τοῦ Διονυσίου πράξεις ἔβλαψεν, ὀργισθέντος τοῦ τυράννου ἐμοὶ πρὸς τού- τους᾿, ἔφη, γέγονε διαφορὰ, ὅτι μετὰ τὸ δεῖπνον οὗτοι μὲν τοὺς Στησιχόρου καὶ Πινδάρου παιᾶνας ᾖδον, ἐγὼ δὲ τοὺς ὑπὸ σοῦ πεποιημένους᾿· καὶ συνῇσε τοὺς παιᾶνας αὐτοῦ. Διονύσιος ἡσθεὶς οὐκέτι ἠνέσχετο τῶν ἐγκλημάτων.

Cap. 45. Cf. Schaefer, Demostn. I1, p. 453, not. 1.Cap. 46. E Timaeo coll. Athen, 6, 13, p. 250 A. — J. p. 517 sq.2 γενόμενον F] γενομένων vulg. || 5 Φιλόμηλος Bongarisus ad Iust. 8, 1; Φιλόμηδος F || 8 ἡγεμὼν vulg.; ἥττων F || πρό- φασιν] cf. 1, 23, 2. 2, 30, 3. 6, 1, 6 || ξενολογήσας * * κρατῶν W coll. 3, 10, 9. 4, 6, 14. 7, 3 (in lacuna suppl. τοῦ μαντείου coll. Diod. 16, 27, 1); ξενοκρατῶν F; ἐξενολόγει· κρατῶν δὲ vulg., quod probat Schaefer l. l. || 10 ἡγεμονείαν F || τὴν del. K || 13 [ἄλλων] ex Timaeo ap. Athen. l. l.; [συμ]πρεσβευτῶν Cas. K || 14 τούτους F] τούτοις M vulg. || 17 εἶδον F || συνῇσε vel συνῇδε K ex V simul cecinit; πάντας ἐφεξῆς ᾄδειν Timaeus; συνῆψε F.
47. ΠΑΝΑΙΤΙΟΣ.

Παναίτιος Λεοντίνων Μεγαρεῦσι πολεμούντων 608 sec. Euseb.  περὶ γῆς ὅρων πολεμαρχῶν πρῶτον μὲν τοὺς πένητας καὶ πεζοὺς τοῖς εὐπόροις καὶ ἱππεῦσι συνέκρουσεν ὡς ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέ- λευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπι- βάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφό- νευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν.

48. ΠΥΡΑΙΧΜΗΣ.e. 11

Ὅτι καὶ ἡ σφενδόνη μακροβολώτερον ὅπλον τοῦ τόξου. συνέβη γὰρ νικῆσαι Πυραίχμην μονομαχήσαντα μετὰ Αἰσχίνου τόξον μὲν κεκτημένου, τοῦ δὲ Πυραίχμου τῇ σφενδόνῃ [δια- κινδυνεύοντος].

Cap. 48. Cf. Ephorus ap. Strab. 8 p. 547; Paus. 5, 4, 2.3 πρῶτον V primum; πρώτους F || 4 εὐπόροις m; ἐμπόροις vulg. || συνέκρουεν vulg. || 6 καὶ del. K || 7 ἐξόπλησιν F || 11 ὡς ὑπὸ τὰ δένδρα σκιᾶς δεόμενος F, transposuit vulg. || 16 συνεφήψαντο RK; συνεψηφίσαντο F || 19—23 addita sunt ex H || 21 Αἰσχίνου] Δεγμένου secundum Ephorum et Paus. || 22 [δια- κινδυνεύοντος] vel tale quid supplendum ant τὴν σφενδόνην le- gendum censet W.