GetPassage urn:cts:greekLit:tlg0616.tlg001.1st1K-grc1:3.1-3.16 urn:cts:greekLit:tlg0616.tlg001.1st1K-grc1:3.1-3.16
1. ΔHMΟΣΘΕNΗΣ.425

Δημοσθένης Πύλου Λακωνικὴν φρουρὰν ἐχούσης e.29,4 ἔπλευσεν ἐπὶ τὴν ἄκραν. οἱ Λάκωνες τὴν Πύλον ἐκλιπόντες ἐπὶ τὴν ἄκραν ἤεσαν, ὡς ἀποβησόμενον εὑρόντες ἂν ἥδη τῆς ὁδοῦ μακρᾶς οὔσης. ἤδη μὲν 6 δεῖ vulg., δlα F 7 ἤ F 10 βούλεσθε F 11 δεῖ Hertlein; δεῖν R; καὶ F 13 χρὴ καὶ M; καὶ χρὴ F: cf 3, 14 8, 23, 5 15 Λακωνικῆς F 17 ἤεσαν Blume Κ ; εἴεσαν F; ἴεσαν vulg. 18 ἤδη] ἅτε R μακρᾶς vulg.; μακρὰν F; [οὐ| μακρᾶς W cum Maasv., Κ, Blume. ἐπέλαζον οἱ πολέμιοι τῇ ἄκρᾳ· ημοσθένης δὲ ἀπο- στρέψας ἐπὶ τὴν πόλιν κατέσχε τὴν Πύλον ἀνδρῶν κενήν.

e.36,4

Δημοσθένης Ἀκαρνάνων καὶ Ἀμφιλόχων στρα- 426 τηγῶν ἀντικρὺ Πελοποννησίων ἐστρατοπέδευεν χαρά- δρας μεγάλης διειργούσης. ὁρῶν δὲ πολλῷ πλείονας τοὺς πολεμίους καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐνελόχισεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγήσωσιν οἱ ἐναντίοι κατὰ τὸ ὑπερβάλλον αὐτῶν, ἐξαναστάντες κατὰ νῶώτου γένοιντο. οἱ μὲν ὑπερεφαλάγγησαν, οἱ δὲ ἐξόπισθεν ἐξανεστησαν καὶ ἄφνω προσπεσόντες οὐ σὺν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν.

2. ΠAXΗΣ.e.54,8

Πάχης Νότιον πολιορκῶν Ιππίαν στρατηγὸν Πισ- 427 σούθνου κοινολογησόμενον προελθεῖν ἔξω τείχους ήξίωσεν συνθέμενος ἀβλαβῆ καὶ ζῶντα ἀποπέμψειν- ἐπεὶ δὲ προῆλθε, φυλακὴν αὐτῷ περισr ήσας τὸ Νό- τιον κατὰ κράτος ἐξεῖλεν. καὶ τότε Ἱππίον ἐς τήν πόλιν ζῶντα ἐσήγαγεν, ὡς ἐσπείσατο, καὶ μετὰ τοῦτο κατηκόντισεν.

3. ΤΟΛMIΔΗΣ.e.31,2

Τολμίδης, Αθηναίων ψηφισαμένων αὐτῷ δοθῆ- 456 Cap 1. § 2 Ex Thucyd. 3, 107. Cap. 2. Ex Thucyd. 3, 34. Cap. 3. Cf. Diodor. 11, 84. 5 ἐστρατοπέδευον F 8 λοχμῶδες M et Thucyd ; λοχῶδες FH ἐνελόχισεν Heringa (λοχίζει Thucvd.); ἐνελώχησεν F 9 ψιλοὺς FM] φίλους vulg. τριακοσίους FH; τετρακοσίους He- ringa ex Thucyd 10 ipsi 1. e. αὐτοὶ V || 12 ἐξόπιθεν F ἐξανέ- στησαν Hertlein, Iahnii annal. 186 1, p. 249; ἐπανέστησαν F. ναι κατάλογον ἀνδρῶν χιλίων, ἑκάστῳ προσιὼν τῶν νέων ἔφασκεν, ὡς μέλλοι καταλέγειν αὐτὸν, εἴη δὲ ἄμεινον ἑκόντα στρατεύεσθαι. τρισχίλιοι μὲν ἀπε- γράψαντο ἑκόντες, οἱ λοιποὶ δὲ οὐκ ἐπείθοντο. Τολ- μίδης ἐκ τῶν μὴ πειθομένων κατέλεξε τοὺς χιλίους καὶ πεντήκοντα τριήρεις ἐπλήρωσεν ἀντὶ χιλίων τετρα- κισχιλίοις ἀνδράσιν.

4. ΘΟΠΜΙΩΝ.432

Φρμίων ἀποβὰς ἐς τὴν Χαλκιδέων ἁρπάσας οὐκ ὀλίγα τῶν ἐκ τῆς χώρας Σκύρῳ προσέσχεν. Χαλκιδεῖς ἐπρεσβεύσαντο ἀπαιτοῦντες· ὁ δὲ κρύφα καθῆκεν ὑπη- ρετικὸν ὡς Ἀθήνηθεν ἧκον τοῦ δήμου καλοῦντος αὐτὸν ἐς Πειραιᾶ διὰ τάχους. τοῖς μὲν πρεσβευταῖς ἀπέ- δωκεν ὅσα ἔτυχον ἀπαιτοῦντες, αὐτὸς δὲ ἀναχθεὶς ὑπὸ νησίον ὡρμίσατο τὴν νύκτα. οἱ Χαλκιδεῖς καὶ τῷ κομίσασθαι τὰ ἴδια καὶ τῷ νομίσαι τὸν ορμίωνα Ἀθήναζε πεπλευκέναι ἀφυλάκτως καὶ τῆς πόλεως καὶ τῆς χώρας εἶχον. ὁ δὲ ἀφυλάκτοις ἐπελθών ὀλίγου μὲν καὶ τὴν πόλιν κατέσχεν· ὅση δὲ ἦν λεία κατὰ τὴν χῶώραν, ἅπασαν ἐξήγαγεν.

249

Φορμίων τριάκοντα ναῦς ἔχων πρὸς πεντήκοντα ναῦς πολεμίων ἀναχθεὶς εταξε τὰς ἰδίας ἐπὶ πέντε Cap. 4. § 1. Cf. Front. strat. 3, 11, 1. 3 ἑκόντα p; ἕκαστον F; ἐθελοντὴν Diodorus στρατεύεσθαι m; ὁρατεύεσθαι F; στρατεύειν Diod. 5 μὴ ; om. F || 6 χιλίων m; ᾳ F; χιλίοις vulg. τετρακισχιλίοις m, Diod.; φʹ i. e. πεντα- κοσίοις F 9 Χαλκηδέων F 10 Σκύρῳ Hensterh., Ruhnk , Wessel. laudati apud Blumiuu, oserv. p. 45, item Κoen ad Gres. Cor. 237; Κύρῳ F; Χύρρῳ Κ Ζάλκιδες F 13 ηρέα F τοῖς μὲν οὑν H 15 ωωρμήσατο F χλκίδες F 16 τῶ bis corr. M .pc. mauu; τὸ FH. καὶ παρὰ τὴν τάξιν τῶν ἐναντίων αὐτὰς ἐκείνας προσ- ἥγεν ὀρθίοις τάγμασιν. τῶν δὲ ἐναντίων διὰ τὴν πολλὴν προθυμίαν ταχέως διασπαρεισῶν καὶ τῶν τα- χίστων τριήρων πολύ τὰς ἄλλας ἐν τῇ διώξει κατα- λιπουσῶν, συνιδῶών τὴν ἀταξίαν αὐτῶν ὁρμιῶν, ἐπι- στρέψας τὴν ἑαυτοῦ πεντεναίαν ἐνέβαλλε ταῖς γενομέ- ναις αὐτοῦ πλησίον τριήρεσι καὶ ταύτας καταδύσας ἐπὶ τὰς ἄλλας ἐπέπλει· καὶ τῶν ἄλλων τριηραρχῶν ταὐτὰ πράσσειν πειρωμένων φυγὴ τῶν πολεμίων ἐγέ- νετο. οἱ δὲ περὶ ορμίωνα διώκοντες [τὰς] πλείστας αὐτῶν καταδύσαντες τὴν νίκην ἀνείλοντο.

ὁρμίων περὶ Ναύπακτον ἐν τῇ Παράλῳ πλέων 429 ὑπὸ δύο τριήρων ἐδιῶώκετο. ὁρμούσης δὲ ἐπὶ σάλου νεὼς ὁλκάδος, ἢδη καταλαμβανόμενος περὶ ταύτην ἔκαμψεν καὶ τῇ βραδυτέρᾳ τῶν τριήρων κατὰ πρύμναν ἐνσείσας κατέδυσε καὶ διὰ τάχους ἐπὶ τὴν ἑτέραν ἐπι- στρέψας εὐκόλως καὶ ταύτην διέφθειρεν.

5. ΚΔEIΣΘΕNΗΣ.

Κλεισθένης Κίρραν ἐπολιόρκει. μάντευμα ἦν Κιρραίοις, ἀνάλωτον ἔσεσθαι τὴν πόλιν, ἕως ἄν ψαύσῃ τῆς Κιρραίας γῆς ἡ θάλαττα. οἱ μὲν Κιρραῖοι κατε- φρόνουν πλεῖστον ἀπέχοντες θαλάττης. ἡ δὲ Κίρρα Cap. 4. § 3. Cf Thucyd. 2, 91. Cap. 5 Cf. Plut. Solon. 11; Paus. 10, 37, 6. 2 ὀρθρίοις F 6 πεντεναΐαν Wessel. ad Diod. 14, 103: cf. L.obeck, Phryn. 432; πενταναΐαν F 9 ταῦτα F 10 περὶ ἀμφὶ F [τὰς| add. 19 Κείρραν F, et ita constanter; idem Κειρ- ραῖοι 21 Κιρραίας Bursian; ἱερᾶς F; αὐτῆς R 22 ἀπεχούσης Blume. γῆς ἱερᾶς ἔψαυε καθηκούσης ἐπὶ θάλατταν. ὁ Κλει- σθένης τὸ μαντεῖον μαθὼν καθιέρωσε τῷ θεῷ τήν τε πόλιν καὶ τὴν χῶώραν τὴν ἔΚιρραίαν, ἴνα πᾶσα ἱερὰ γενομένη κατὰ τὸν χρησμὸν ψαύσειε τῆς θαλάττης. τοῦτο πράξας ἐκράτησεν καὶ ἀνέθηκε τὴν χώραν τῷ θεῷ.

6. ΦΡΥΝΙΧΟΣ.411

Φρύνιχος ἐν Σάμῳ στρατηγῶν προδιδοὺς τὴν πόλιν, ἐν τῷ μέλλειν διαβληθεὶς καταφανὴς γίγνεσθαι μέλλων, φθάσας προεῖπε τοῖς Σαμίοις ὅσα δρᾶν ἔμελ- λον οἱ πολέμιοι. κατὰ τὸ ἀτείχιστον τῆς Σάμου μέλλουσι προσβάλλειν οὐ πασῶν [ένδον ὁρμουσῶν] τῶν νεῶν. ἀλλὰ προλαβόντες τειχίσωμεν. οἱ μὲν ἤρχοντο τοῦ τειχισμοῦ. οἱ δὲ περὶ Ἀλκιβιάδην ἐχθροὶ γράμματα Σαμίοις ἔπεμψαν μηνύοντα τὴν ρυνίχου προδοσίαν. Σάμιοι τοῖς ἔργοις ρυνίχου μᾶλλον ἐπί- στευσαν ὡς ἀγαθοῦ στρατηγοῦ ἢ τοῖς τῶν ἐχθρῶν γράμμασιν.

7. ΛΑΧΑΡΗΣ.295

Λαχαρης ἁλισκομένων Ἀθηνῶν ὑπὸ Δημητρίου e.52,2 ἐσθῆτα οἰκετικὴν καὶ ἄγροικον λαβὼν, μέλανι χρί· σας τὸ πρόσωπον, κάλαθον ὑπὸ κόλπου κομίζων, διὰ Cap. 6. Ex Thucyd. 8, 51. Cap. 7. Cf. Schubert. die Quellen Plutarchs in den Lebens- bescbreιbungen des Eumenes, Demetrius u. Pyrrhus p. 700 sq. 1 γῆς Rud. Schoell; τῆς F; τῆς ἱερὰς γῆς vulg. ||καθήκουσα Blume 4 θαλάσσης F 9 προεῖπειπε F1 ; προυπεῖπε F2. 11 προσ- βάλλειν Cas. ex V impressionem facient; προσβάλλουσιν F; προ- βάλλουσι vulg. (ἔνδον ὁρμουσῶν] Maasv. ex Thucyd.; | ἔνδον οὔσῶν| C in marag. 19 Ἀθηνῶν F; Ἀθηναίων , quod probavit W coll. 3, 7, 2, nt cf Hertlien, Iahni annal., 1861, p 252; Hercier, Hermes 9, p. 112 20 λαβών ; ἀναλαβῶῶν F, βαλῶν H 21 κόλπου m; κόπρου F; ἀπὸ κόπρου i. e. plenam fimo R. πυλίδος μικρᾶς ὑπεξελθν, ἐπιβὰς ἵππου, δαρεικοὺς χρυσοῦς μετὰ χεῖρας ἔχων ἔφευγεν. ἱππεῖς Ταραντῖνοι πολλῇ σπουδῇ διώκοντες οὐκ ἀνίεσαν. ὁ δὲ κατʼ ὀλίγους τῶν δαρεικῶν ἐρρίπτει κατὰ τῆς ὁδοῦ· οἱ δὲ καταβαίνοντες ἀπὸ τῶν ἵππων συνέλεγον τὸ χρυσίον. τούτου γενομένου πολλάκις ἡ δίωξις μὲν διεκόπτετο, Λαχάρης δὲ ἱππεύσας ἔφθασεν ἐς τοὺς ἔοιωτούς.

Λαχάρης Θηβῶν ἁλισκομένων εἰς τοὺς ὑπονόμους 293 καταδὺς, μετὰ τρεῖς ἢ τέτταρας ἡμέρας ἑσπέρας ὑπὲξ- ελθῶν εἰς Δελφοὺς ἀφίκετο κἀκεῖθεν ὡς Λυσίμαχον.

e.52,3

Λαχάρης τῶν πολεμίων Σηστοῦ κρατησάντων post293 ὀλίγας μὲν ἡμέρας ἐν λάκκῳ διήγαγε καταδεδυκώς, τροφὰς ὀλίγας ἔχων, ὅσον μὴ τελευτῆσαι· γυναικὸς δὲ ἐκφορὰν οἰκείου νεκροῦ ποιουμένης ἐν γυναικείᾳ στολῇ ταῖς πενθούσαις ἀναμεμιγμένος, καλύπτραν ἔχων μέλαιναν ἐξῆλθεν ἔξω τείχους καὶ νυκτὸς ἐπιγενομένης ἐς Λυσιμάχειαν διῆλθεν.

8. APΧINOΣ.

Ἀρχῖνος Ἀργείων ὅπλα ποιουμένων δημοσίᾳ πᾶσι 266-263 τοῖς πολίταις ἐπιμελητὴς τῶν ἐργαζομένων ἀποδειχθεὶς, καινὸν ὅπλον ἑκάστῳ τῶν πολιτῶν διδοὺς τὸ παλαιὸν ἐλάμβανεν ὡς ἀναθήσων τοῖς θεοῖς· καὶ γὰρ οὕτως Cap. 8. De tempore cf. Droysen III, 1, p. 239 sq. 1 δαρειὺς] cf. Droysen II, 2, p. 253, not. 2| 7 ἱππεύσας F: cf. 2, 31, 3 (4); τοὺς ἱππεῖς Hertlein τοὺς Βοιωτοὺς W ; τὰς Βοιωτίας F; τὴν Βοιωτίαν vulg. 8 Θηβῶν vulg.; Θηβαίων PM. cf. Hertiein, Iahnii annal. 1861, p. 252; Hercher, Hermes p. 112 9 ἑσπέρας om. M alii, unde W coniecit dittographiam esse vocis ἡμέρας 17 Ιυσιμαχίαν F vulg. διῆλθεν M ; διεξῆλθεν F: cf. 3, 9, 5 22 ἐλάμβανεν F] ἀνελάμβανεν vulg ; ἀντελάμβανεν Blume. ἦν τοῖς Ἀργείοις δεδογμένον. ἐπεὶ δὲ τὰ παλαιὰ πάντων ὅπλα μόνος ἤθροισεν, ὁπλίσας ξένους καὶ μετοίκους καὶ ἀτίμους καὶ πένητας τὴν Ἀργείων τυραν- νίδα κατέσχεν.

9. ΙΦΙΚΡΑΤΗΣ

Ἰφικράτης ἐπὶ τοὺς πολεμίους προῆγε τὴν φά- e.5,2 λαγγα· τῶν στρατιωτῶν τινὲς ὀκνηροὶ καὶ δειλοὶ καὶ ὠχριῶντες εἵποντο. τούτους ἰδὼν Ἰφικράτης κατὰ βραχύ προελθὼν ἐκήρυξε· ῾  [τῆς στρατείας] γενομένης ἄφνω, εἴ τις ἀπολέλοιπέ τι, ἀναστρεφέτω καὶ παρα- σκευασάμενος καλῶς ἐπανηκέτω.᾿  ἥσθησαν οἱ δειλοὶ καὶ αὐτίκα ἀνέστρεψαν. ὁ δὲ Ἰφικράτης οὐκ ἀναμεί- νας νῦνʼ, ἔφη, ἄνδρες, τῶν ἀνδραπέδων ἀπηλλαγ- μένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν πολλῷ μᾶλλον ἐθάρσησαν οἱ στρατιῶται, καὶ συμβαλόντες ἄνευ τῶν δειλῶν ἐνίκησαν.

Ἰφικράτης τοὺς πολεμίους ἐς φυγὴν τρεψάμενος e.45,3 εἵπετο σχέδην ἄγων τὴν φάλαγγα καὶ παραγγέλλων ἔφη οἱ μὲν ἐλαφροὶ φυλάττεσθε τὰς ἐνέδρας, τῶν δὲ φευγόντων τοῖς ὑπολειπομένοις ἐνοχλεῖτε· ᾗ ποταμῶν διαβάσεις, ᾗ καὶ τόποι στενοὶ καὶ τάφροι, ταύτῃ μά- Cap. 9. Cf. Rehdantz. vitae Iphicratis, Chabriae, Timothei Atheniensium, Berolin. 1844. — J. p. 565—573. 6 φαλάγγαν F || 7 καὶ ante ὠχρ. del. Patakis || 9 τῆς στρα- τείας om. F, add. vulg. || 14 συνάψωμεν H; συνάπτωμεν M K; συνσπτομεν F: cf 3, 9, 14. 4, 11, 2. 5, 3, 8. 8, 25, 2 || 18 τοὺς om. M || 19 σχέδην Κoen. ad Greg. Cor. 198; pedetentim V; σχέδη F; σχολῇ R; σχεδὸν vulg || φαλάγγαν F || παραγγέλων F || 21. 22 ἧ Μ; ἢ in ἧ corr F2; ἢ vulg. λιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι· τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν᾿.

e.32,5

Ἰφικράτης νύκτωρ κατελάβετὸ πολεμίαν πόλιν· οἱ δὲ συνέφευγον ἐς τὴν ἀγορὰν καὶ πλῆθος ἠθροί- ζοντο. Ἰφικράτης ἀνοίγειν ἐκέλευσε τὰς πύλας παρ- έχων αὐτοῖς ἀφορμὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδυνότερον κρατήσειεν.

Ἰφικράτης ἐν Θράκῃ ἐνέβαλλεν. τῶν στρατιωτῶν αὐτοῦ φοβηθέντων τοὺς πολεμίους καὶ ἐς φυγὴν τρε- πομένων ἐκήρυξεν, ὃς ἂν μηνύσῃ τὸν ἀφέντα τὸν ὄνον ἐς τὰ ὅπλα [τάλαντον ἀργυρίου λήψεται], ὡς δὴ Πανικοῦ γεγονότος. τούτῳ τῷ κηρύγματι τὰς ψυχὰς τῶν στρατιωτῶν ἀνεκαλέσατο καὶ πρὸς τὸ μένειν εὐ- θυμοτέρους ἐποίησεν.

e.47,4

Ἰφικράτης διὰ μέσων πολεμίων ἐξελθεῖν βουλό- μενος ἔπεμψε νύκτωρ ἐπὶ τὰ ἄκρα τῶν κατεχομένων χωρίων σαλπιγκτὰς τὸ πολεμικὸν σημῆναι προστάξας. οἱ μὲν ἐσήμηναν· οἱ πολέμιοι δὲ ἀνέδραμον πρὸς τὸν Cap. 9. § 4. Cf. Xenoph. Anab. 2, 2, 20. 2 ἄρχεσθαι F1, μάχεσθαι F2, || 3 λαθόντες absolute pro λ. ἑαυτοὺς: W confert Xenoph. Athen. resp. 1, 19; Plato, Theaet. 164 c || 5 πολεμίαν F] πολεμίων vulg. || 6 ἠθροίζετο H, sed cf. 7, 1 || 7 ἐκέλευε F || 9 ἀκινδυνότερον M;  ἀκινδυνώτερον F || 10 ἐνέβαλλεν F] ἐνέβαλεν M || 13 ὄνον ante Toupium ad Suid. I, p. 438 Heringa p. 125 coll. Xenoph. Anab. 2, 2, 10; νόμον F; ἵππον Aen. Tact. 27 || [τάλαντον ἀργυρίου λήψεται] R, Sauppe (Goetting. gel. Anz. 1871, p. 747); [μισθὸν λήψεται] K coll. 5, 1; [αὐτὸν ἕξειν] Blume 15 εὐθυμοτέρους R; εὐθυμο- τέρας F. ἦχον τῶν σαλπιγκτῶν. Ἰφικράτης ἀσφαλῶς διῆλθε τῶν πολεμίων τὸν μέσον τόπον ἔρημον καταλιπόντων.

Ἰφικράτης ἡττηθεὶς μετʼ ὀλίγων κατέφυγεν ἐς e.47,5 χωρίον δασὺ καὶ πολύδενδρον. ἐπεὶ δὲ ἐφυλάσσετο, προσέταξε νύκτωρ κατὰ θάτερον μέρος ποιῆσαι θόρυ- βον. τῶν πολεμίων τραπομένων πρὸς τὸ θορυβοῦν μέρος αὐτὸς κατὰ θάτερον ἐξῆλθεν ἀκωλύτως.

Ἰφικράτης ἀντιστρατευομένων τῶν πολεμίων προ- e.47,6 ῆλθε τρισὶν ἡμέραις λαθῶν. μηχανησάμενος τὸ λαθεῖν ξύλα ξηρὰ ὑφῆψε καὶ τοῖς ξηροῖς χλωρὰ ἐπέθηκεν· ὁ δὲ ἀὴρ παχὺς καὶ ὀμιχλώδης γενόμενος ἐπεσκότησε ταῖς τῶν πολεμίων ὄψεσιν.

Ἰφικράτης πλείους εἶχε στρατιώτας τῶν πολεμίων, καὶ οἱ μάντεις καλὰ τὰ ἱερὰ προὔλεγον· ἀλλʼ οὐκ ἔκρινε παρατάξασθαι. ὡς δὲ παράλογος ἡ μέλλησις τοῖς πολλοῖς ἐγένετο τὰ ἐν τῇ διανοίᾳ μου ἱερὰ οὐκ ἐπέτρεψεν᾿,  ἔφη, συνάψαι μάχην· πολλοὶ γὰρ ὄντες οἱ στρατιῶται οὔτε προβαλέσθαι ὁμοῦ δυνατοὶ ἦσαν οὔτε παιωνίσαι· ἡνίκα δὲ παρήγγειλα κλῖναι τὸ δόρυ, πλείων ἐξηκούετο ψόφος τῶν ὀδόντων ἢ τῶν ὅπλων.᾿

Ἰφικράτης τῶν μάντεων ἀπαγορευόντων οὐκ εὐθὺς ἐπείθετο, ἀλλὰ ἢ τὸ πλῆθος μετέταττεν ἢ χώραν ὑπήλ- λαττεν ἢ τὸ χωρίον μετέβαλλεν καὶ πάλιν ἐπὶ τούτοις ἐθύετο. τοῦτο ἐποίει πολλάκις, οὐ μιᾷ σκέψει τὸν τοῦ παντὸς κίνδυνον ἐπιτρέπων.

6 τὸ θορύβου μέρος R || 9 μηχανησάμενος F] μηχανησόμενος V ut latere posset; μηχανώμενος 10 ἐπέθηκεν C; ὑπέθηκεν F: cf. H εἴ τις ξύλα ξηρὰ ὑποθλήσας ἐπιθήσει ταῦτα χλωροῖς καὶ ὑφάψει etc. || 11 ἐπεσκότησε Pierson 162; ἐπεσκότισε F || 14 καλὰ καὶ τὰ ἱερὰ M || 15 μέλησις F || 16 πολλοῖς m et Hertlein; πολε- μίοις F ||  ἐγίνετο Κ || 18 προβαλέσθαι F] προβάλλεσθαι M D || 19 παρήγγειλαν F ἐπὶ δόρυ K.

Ἰφικράτης Λακεδαιμονίοις παραταξόμενος ἡγεῖτο. 392 πολλοὶ παρεκάλουν αὐτὸν, ὅπως ἀποφήνῃ τὸν μὲν χιλίαρχον, τὸν δὲ πεντακοσίαρχον· καὶ ἄλλος ταξίαρ- χος καὶ λοχαγὸς ἕτερος ἐσπούδαζον γενέσθαι. πάντας τοὺς παρακαλοῦντας ἀνεβάλλετο ἐς καιρὸν ἐπιτήδειον. ὁ δὲ καιρὸς οὗτος ἦν. προάγει τὴν φάλαγγα καὶ καθιστάμενος τὴν τάξιν ἐκέλευσεν ἐν ἀπορρήτῳ κινῆ- σαι Πανικὸν ὡς καὶ τῶν πολεμίων ἐμβεβληκότων. ταραχὴ μεγάλη πάντων· οἱ μὲν δειλοὶ φοβηθέντες ἀνεχώρουν· οἱ δὲ ἀνδρεῖοι προῆλθον ἀντιταξόμενοι τοῖς πολεμίοις. Ἰφικράτης γελάσας ὡμολόγησε τὸ Πανικὸν αὐτὸς κεκινηκέναι πειρώμενος τῶν δυναμένων ἡγεῖσθαι. τοῖς μὲν δὴ μείνασι χιλιαρχίας καὶ ταξιαρ- χίας ἔδωκεν, τοὺς δὲ ἀναχωρήσαντας ἐκέλευσε τούτοις ἕπεσθαι.

Ἰφικράτης μέλλων καταστρατοπεδεύειν ἔπεμψέ τινας καταληψομένους τόπον ὀχυρὸν πορρωτάτω τοὐ στρατοπέδου. θαυμασάντων τῶν παρόντων καὶ ἐρο- μένων τί καταλαμβάνεις;᾿ Ἰφικράτης ὑπολαβὼν ἔφη τὸ τίς ἂν ἤλπισε τοῦτʼ ἔσεσθαι;᾿ παιδεύων, ὡς ἐν πολέμῳ χρὴ φυλακὴν εἶναι καὶ τῶν οὐκ ἐλπιζομένων.

e.14,9

Ἰφικράτης ἐν πεδίῳ μεγάλῳ παρετάσσετο. οἱ πο- λέμιοι πολλῷ πλείους ὄντες προσέβαλον· ὁ δὲ κατόπιν τῶν αὑτοῦ στρατιωτῶν τάφρον βαθεῖαν ὤρυξεν, ὡς μὴ φυγῆς ἐλπίδας ἔχοντες γενναιότερον ἀγωνίζοιντο μένοντες.

e.13,4

Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάσσετο στρα- τιώτας ἔχων ἠσκημένους, οὐ παραχρῆμα συνῆπτεν ἐς 1 ἡγεῖτο Rud. Schoell; ἤρχετο F || 5 ἀνεβάλλετο F;  ἀνε- βάλετο vulg || 8 ὡς καὶ τῶν F; ὡς τῶν vulg. || 18 ἐρωμένων F || 19 τί| τὸ F || 23 προσέβαλλον Patakis || 24 αὐτοῦ F. μάχην, τρίβων δὲ τὸν χρόνον ἐν τῇ συστάσει προεξέλυε τοὺς πολεμίους ὡς πονεῖν ἔλαττον εἰθισμένους καὶ τότε ἐπετίθετο. εἰ δὲ προγεγυμνασμένοις ἔμελλε μάχε- σθαι αὐτὸς ἔχων στρατιώτας ἀγυμνάστους, συνεπλέκετο παραχρῆμα ἐς μάχην ταῖς πρώταις ὁρμαῖς τῶν οἰκείων ἀκμαίως ἀποχρώμενος.

Ἰφικράτης πολεμίους τρεψάμενος ἐς χωρίον στε- e.14,10 νὸν συνήλασεν· ὁρῶν δὲ μηδεμίαν ὁδὸν ἀναχωρήσεως αὐτοὺς ἔχοντας ἢ μόνην τὴν ἐκ τοῦ νικᾶν ἀνάγκην εἰπὼν μὴ ἀναγκάσωμεν ἀγαθοὺς γενέσθαι τοὺς πο- λεμίουςʼ ἔδωκεν αὐτοῖς πρὸς τὸ φυγεῖν καιρὸν καὶ τόπον, ἵνα τὴν νίκην αὐτὸς ἀκινδύνως ἔχοι.

354

Ἰφικράτης θανάτου δίκην φεύγων παρεστήσατο νεανίσκους ἐγχειρίδια κατακεκρυμμένα ἔχοντας, οἳ παρα- φαίνοντες τοῖς δικασταῖς τὰς λαβὰς οὕτως αὐτοὺς κατέπληξαν, ὥστε φοβηθέντες ἀπεδίκασαν τὴν δίκην. Ἰφικράτης καὶ ὡς τὸν κηδεστὴν ἀπιών ἐπὶ τὴν ἑστίαν τὸν θώρακα ἐνεδύετο λέγων μελετῶ φυλάτ- τεσθαι᾿.

Ἰφικράτης καὶ ἐν τῇ φιλίᾳ τὸν χάρακα ἐβάλλετο e.1 λέγων οὐ στρατηγικὸν τὸ οὐκ ᾤμην᾿.

Ἰφικράτης πολεμίους ἐγγύθεν ἐπικειμένους λα- e.46,4 θεῖν βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ δένδρα περιέκοψε καὶ προσήρτησεν αὐτοῖς ἀσπίδας, κράνη, δόρατα. οἱ μὲν δὴ πολέμιοι φαντα- Cap. 9. § 17. Plut. apophthegm. res. et imp. Iph. 2. 1 προεξέλυε Cas., W ex Leone Tactico 20, 167 ἀλλὰ καὶ συντη- ρεῖν σε δεῖ τὸν χρόνον ἐν τῆ συστάσει καὶ προεκλύειν τοὺς πο- λεμίους; προσεξέλυεν F || 6 ἀκμαίαις R || 7 εἰς τινά στενὸν τόπον συνελάσας καὶ ὕδωρ μὴ ἕχοντα H || 14 κατακεκρυμμένα ἔχοντας Patakis coll 7, 5; κατέχοντας F || 18 ἐνεδύσατο vulg. σίαν εἶχον μενόντων, Ἰφικράτης δὲ μετὰ τοῦ στρα- τοπέδου παντὸς ἀσφαλῶς ἀνέζευξεν.

e.15,3

Ἰφικράτης, εἰ μὲν πλείους τῶν πολεμίων ἔχοι στρατιώτας, βουλόμενος λαθεῖν, ἵνα καταφρονοῦντας αὐτοὺς λάβοι, μίαν στιβάδα τοὺς δύο στρατιώτας ἐκέλευε ποιεῖσθαι, ἐπὶ ταύτης ἀνὰ μέρος ἀναπαύεσθαι καὶ τὰ ὅπλα ἐπʼ ἄλληλα τιθέναι. εἰ δὲ ὀλίγους ἔχοι, ὅπως μὴ καταφρονοῖντο, τὸν ἕνα στρατιώτην δύο στι- βάδας ποιεῖσθαι προσέταττε καὶ ταχέως ἐς ἄλλο χω- ρίον μετανίστατο. τῶν δὲ πολεμίων τὰς στιβάδας καταμαθόντων καὶ τὸ πλῆθος καταπλαγέντων τηνι- κάδε προσπεσὼν συνῆπτε μάχην.

Θηβαῖοι νύκτωρ εἰσπεσεῖν Ἀθήναζε διενοοῦντο. 369? Ἰφικράτης μαθὼν παράγγελμα ἔδωκεν Ἀθηναίοις νύκτωρ ὑποσημήναντος ἐς ἀγορὰν ἀθροίζεσθαι· ‘προ- δίδοταί μοι ἡ Θηβαίων πόλις, καὶ μετὰ ἡσυχίας ἐξελ- θόντες, ἄφνω προσπεσόντες ἀμαχεὶ Θήβας αἱρήσομεν᾿. τοῦτο δὲ ἐξαγγελθὲν Θηβαῖοι μαθόντες ἀπέσχοντο προσπεσεῖν ταῖς Ἀθήναις, ἐς δὲ τὸ φυλάττειν τὴν πόλιν αὑτῶν κατέστησαν.

e.14,11

Ἰφικράτης ὀλίγους εἶχε στρατιώτας καὶ τούτους ἀθυμοῦντας. βουλόμενος αὐτοῖς θάρσος ἐνδοῦναι με- Cap. 9. § 20. Cf. Rehdantz, p. 102, qui confert Paus. 9, 14 extr., et Schaefer, Demosth. I1, p. 81, not. 1. 6 ἐκέλευε K; ἐκέλευσε F; προσέτασσεν H || τοὺς ante δύο om. H, idem ποιεῖν pro ποιεῖσθαι || 9 ἐξ ἄλλου χωρίου εἰς ἄλλον (sic) μεθίστατο H || 15 ὑποσημήναντος F] ὑποσημήναντο vulg.; ὑποσημῆναι τὸ K, sed est gen. absolutus et τοῦ κήρυκος vel σαλπιγκτοῦ supplendum || ἀθροίζεσθε W || μοι Roth, quod protat Hertlein coll 6, 9, 2; οἱ F; om. C; προδίδοται γὰρ ἡ R || 19 τοῦ προσπεσεῖν K, quod adamat Polyaenus: sine articulo 3, 9, 40. 5, 28, 1. 8, 23, 11 || 20 αὐτῶν F. ταξὺ δειπνοῦντας συγκαλεῖ λοχαγοὺς καὶ ταξιάρχους καὶ κελεύει φέρειν ὅσον ἕκαστος ἔχοι ἀργύριον ἢ χρυσίον ἢ κόσμον, ὡς προδοσίαν τῶν πολεμίων δια- πραξάμενος, καὶ δέον τὰ δῶρα δόντας ἤδη βαδίζειν ἐπὶ τοὺς ἐναντίους. οἱ μὲν ἐκόμισαν, ὁ δὲ λαβὼν σύνθημα ἔδωκεν Ἑρμῆν Φίλιον, ὡς τοῦτο πρὸς τοὺς ἐνδιδόντας αὐτῷ συγκείμενον, καὶ βραχὺ διαλιπὼν ἐπῆγε τοὺς στρατιώτας. οἱ δὲ πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας, εὐθαρσέστεροι πρὸς τὴν μάχην ἐγένοντο.

Ἰφικράτης τὴν σύνταξιν τῶν στρατοπέδων εἴκαζε cf.e.18,4 τῷ σώματι. θώρακα ἐκάλει τὴν φάλαγγα, χεῖρας τοὺς ψιλοὺς, πόδας τὴν ἵππον, κεφαλὴν τὸν στρατηγόν. ‘τὰ μὲν δὴ ἄλλα ὅταν ἐπιλείπῃ, χωλὸν καὶ πηρὸν τὸ στρατόπεδον· ὅταν δὲ ὁ στρατηγὸς ἀπόληται, τὸ πᾶν ἄχρηστον οἴχεται.᾿

389/88

Ἰφικράτης ἐν Μιτυλήνῃ λόγον διέδωκεν ῾ ἀσπίδας e.12,6 χρὴ κατασκευάσαι διὰ τάχους πολλὰς, ὥστε τοῖς τῶν Χίων οἰκέταις πέμψαι᾿. Χῖοι τοῦτο ἀκούσαντες καὶ τὸ οἰκετικὸν φοβηθέντες παραχρῆμα ἔπεμψαν αὐτῷ χρήματα καὶ συμμαχίαν συνέθεντο.

391

Ἰφικράτης Σικυῶνι προσέβαλλεν. Λάκων ἁρμοστὴς e.35,3 1 ταξιάρχους K nec usus est Polyaenus praeter hunc locum formis 1n άρχης nisi tribus locis 3, 9, 58. 4, 7, 11. 8, 39; ταξιάρχου 1, 41, 1. 3, 9, 10. 3, 9, 36. 6, 1, 3; ταξιάρχας F vulg. || 3 χρυσὸν F || διαπραξάμενος F] διαπραξόμενος MC; ὡς διʼ αὐτοῦ προδοσίαν τοῖς πολεμίοις διαπράξασθαι, ὅπερ καὶ ἀποστεῖλαι ἐσκήψατο H || 4 τά del. K || 5 οἱ μὲν δὴ M cf. 1, 1, 3. 1, 20, 2. 3, 9, 24 etc. || 6 Ἑρμῆν M; Ἐρμὴν F vulg || 9 προδώ- σαντας F || 13 τῶν στρατηγῶν F, || 14 ἐπιλίπῃ Patakis: cf. 1, 32, 3 || 17 διέδωκεν κεν Hertlein coll. 4, 17 5, 2, 16; ἕδωκεν FH || 19 Χῖοι δὲ H || 22 προέβαλλεν F. βοήθειαν ἐκ Λακεδαίμονος μεταπέμπεσθαι σκηψάμενος τοὺς πεμφθέντας εἰς ἐνέδραν καθίσαι προσέταξεν. οἱ μὲν δὴ ἐλόχων. Ἰφικράτης δὲ βαδίζων ἐπὶ τὴν πόλιν παρῆλθεν τὴν ἐνέδραν. νεανίσκοι τινὲς ἐκ τῆς πόλεως θρασύτερον ἠπείλησαν νῦν γέ τοι δίκην δώσεις᾿. Ἰφι- κράτης ὑπονοήσας εἶναί τινας, οἷς οὗτοι πεποίθασιν, αὐτίκα ἀναστρέφει κατʼ ἄλλην ἀνοδίαν σύντομον καὶ τοὺς εὐρωστοτάτους ἐπιλέξας αὐτὸς ἄφνω προσέπεσε τοῖς ἐνεδρεύουσι καὶ πάντας διέφθειρεν ὁμολογῶν ἁμαρτάνειν, ὅτι μὴ προηρευνήσατο τοὺς τόπους. τῷ δὲ ταχέως ὑποπτεῦσαι τὸν λόχον ἄριστα ἐχρήσατο προεμπεσὼν ὀξέως τοῖς ἐνεδρεύουσιν.

Ἰφικράτης ἔμελλε βαρβάροις μαχεῖσθαι· καὶ βου- 375—373 λόμενος τοὺς ἑαυτοῦ στρατιώτας εὐτολμοτέρους ποι- ῆσαι, δέδοικα᾿, ἔφη, μὴ οὐκ ἠσθημένοι εἶεν οἱ βάρ- βαροι, ὡς τοὺς πολεμίους εἴωθα καταπλήττειν τῷ Ἰφικράτης εἶναι· ἀλλʼ ἔγωγε φροντιῶ, ὅπως νῦν γε αὐτοὶ μαθόντες καὶ τοῖς ἄλλοις ἀπαγγείλωσι· μόνου καὶ ὑμεῖς συμφιλοτιμήσασθέ μοι.᾿ ἐπεὶ δὲ συνῄεσαν αἱ δυνάμεις, φήσαντός τινος φοβεροὺς εἶναι τοὺς πολεμίους καὶ πόσῳʼ, εἶπεν, ἡμεῖς ἐκείνοις φοβερώ- τεροι;᾿

Ἰφικράτης παρεκάλεσε τοὺς στρατιώτας, ἀνθʼ ὧν Cap. 9. § 25. Cf. Plut. apophth. reg. et imp. Iph. 3. 1 μεταπέμψασθαι σκηψάμενος vulg.; μεταπεμψάμενος Blume ex V auxilium accersens || 4 νεανίσκοι K; νεανικοὶ F || 7 ἀνοδίαν F] ὁδὸν vulg.; ἄνοδον καὶ Ahlwardt ap. Blumium in praef. observ. || 8 εὐρωστοτάτους Κ; εὐροτάτους F: cf. 5, 34 || 10 ἁμαρτεῖν K || τὸ δὲ F || 15 ᾐσθημένοι vulg.; ἠσθόμενοι F || 16 ὡς] ᾧ Patakis || 17 γε αυτοὶ Patakis; γένοιντο F; γε τοῦτο K; γέ τοι καταμα- θόντες R || 19 συμφιλοτιμήσασθέ μοι C; συαφιλοτιμῆσαί μοι F; συμφιλοτιμήσεσθε μοι Vulg. || συνῄεσαν K; συνίεσαν F. πολλοὺς καὶ ἐνδόξους ἀγῶνας νενικήκασιν αὐτοῦ ἡγου- μένου, τοῦτο μόνον αὐτῷ χαρίσασθαι, στῆναι προτέ- ρους ἐν τῷ προσιέναι τοῖς ἐναντίοις, εἰδὼς ὅτι τοῦτο ποιῆσαι μὴ φιλοτιμηθέντων συμβήσεται τοὺς ἐναντίους προτέρους τοῦτο πρᾶξαι.

Ἰφικράτης ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην e.14,12 παραδώσειν, ἐὰν τὸ σημεῖον ἄραντος παραθρασύναν- τες ἀλλήλους ἓν βῆμα προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη· τὸ δὲ σημεῖον ἦρεν ὁ στρατηγὸς, καὶ οἱ στρατιῶται προέβησαν ἐπαλαλάξαντες καὶ τοὺς πολεμίους ὠσάμενοι ἐς φυγὴν ἔτρεψαν.

370,69

Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει e.26,1 πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἦπεί- γοντο ἐξελθεῖν ἐπὶ τὴν μάχην· Ἰφικράτης δὲ ὁρῶν τοὺς πολεμίους πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν Λεύκτροις νίκῃ μεγαλοφρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ἐγῶ μὲν ὑμᾶς ἐς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρονεῖν Βοιωτῶν δύνασθαι· τῶν δὲ ἐμοῦ κρειττόνων στρατηγῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως εἷλε τοὺς Ἀθηναίους, καὶ τῆς ὁρμῆς ἐπαύσαντο τῇ παρὰ στρατηγοῦ ἀρετῇ, μὴ συνεξορμῆσαι τοῖς προεξανισταμένοις, ἀλλὰ τὸν θυμὸν αὑτῶν λογι- σμῷ κατασχεῖν.

2 τούτω F || 7 ἐὰν πιστεύσαντες αὐτῷ, ἡνίκα τὸ σημεῖον, ἄρῃ H || 8 ἀλλήλοις F || προβῶσιν vulg.; προσθῶσιν FH || 10 προέ- βησαν] προσβάντων τῶν στρατιωτῶν H || ἐπαλλάξαντες F || 14 ἐξελ- θεῖν ἐν τῇ μάχῃ H || 16 προσῆγεν H || 19 στρατηγὸν F || 20 οὕτως ἀνεῖχε vel ἀνέστειλε R || 21 ἐπαύσαντο τῇ . . . ἀρετῇ W ; ἐπαύ- σατο ἡ . . . ἀρετὴ F; ἐπαύσαντο ὴ . . . ἀρετή vulg.; ἔπαυσεν ἡ . . . ἀρετὴ ; οὕτως ἔπεισε τοὺς Ἀθηναίους τῆς παραλόγου παύ- σασθαι ὁρμῆς H: cf. 3, 12 [ὥστε] ante μὴ add Rehdantz. p. 101 τῶ| Κ, sed W, confert Thucvd. 1, 49. 5, 25 || 22 αὐτῶν vulg.; αὐτῶν F.

Ἰφικράτης προδοσίας δίκην ἔφευγεν, Ἀριστοφῶν 354 καὶ Χάρης ἐδίωκον· αἰτία δὲ ἦν, ὅτι ἄρα περὶ Ἔμ- βατα δυνάμενος ἑλεῖν τοὺς πολεμίους οὐ διεναυμά- χησεν. ὁρῶν τὸ δικαστήριον ὑποφερόμενον εἰς τοὐ- ναντίον, τοῦ λόγου παυόμενος παρέφηνέ πως τὸ ξίφος τοῖς δικασταῖς· οἱ δὲ καταδείσαντες, μὴ τὴν ἑταιρίαν ὅλην ἐξοπλίσας κυκλώσειε τὸ δικαστήριον, ἄφεσιν αὐτῷ πάντες ἐψηφίσαντο. μετὰ τὴν νίκην φήσαν- τός τινος, ὡς παρεκρούσατο τοὺς δικαστὰς εὐήθης ἂν εἴην᾿, ἔφη, ὑπὲρ Ἀθηναίων μὲν στρατηγῶν, ὑπὲρ ἐμαυτοῦ δὲ πρὸς Ἀθηναίους μηκέτι.’

Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων ἔπεισεν᾿ Ἀθηναίους 373/27? τὰ ὑπερέχοντα τῶν οἰκοδομημάτων ἐς τὰς δημοσίας ὁδοὺς ἀποκόπτειν ἢ πιπράσκειν, ὥστε οἱ δεσπόται τῶν οἰκιῶν πολλὰ εἰσήνεγκαν χρήματα ὑπὲρ τοῦ μὴ περι- κοπῆναι καὶ σαθρὰ γενέσθαι τὰ οἰκοδομήματα.

e.14,13

Ἰφικράτης μετὰ μὲν τὴν μάχην ἀπὸ τῶν ληφθίν- των ἄξια τῶν πόνων διένειμεν ἑκάστῳ. εἰ δὲ ξένια παρὰ πόλεων ἐκομίσθη, καὶ ἀπὸ τούτων διέπεμπεν ἑκάστῳ, οὐ κατὰ ἕνα μόνον, ἀλλὰ καὶ κατὰ ἔθνη καὶ κατὰ λόχους καὶ κατὰ τὰς ὁπλίσεις, ἱππεῦσιν ἄλλα, ὁπλίταις ἄλλα, ψιλοῖς ἕτερα. πρὸ τῆς μάχης σιγὴν κηρύξας ἐπηγγέλλετο τῷ ἀριστεύσαντι ἐν τοῖς ὁπλίταις Cap. 9. § 29. Cf Scbaefer, Demosth. I1, p. 149 sq. et not. 1. Cap. 9. § 30. Cf. Aristot. oecon. 2, 5. 2 Ἔμβατον coll. Thucyd. 3, 29 || 6 ἑταίραν F || 8 φήσαν- τος Cas. RΚ; ψιθυρίσαντος m; ψηφίσαντος F || 13 δημοσίους vulg. || 14 ἢ] Rehdantz p. 72 mavult καὶ || 17 λειφθέντων F || 18 διένεμιεν F] διένεαμεν Μ || 22 πρὸ [δὲ] τῆς 23 ἐπηγγέλ- λετο τῷ vulg.; ἐπηγγελέτω τῷ FH; ἐπήγγελε τῷ M; ἐπηγγέλλετο Roth ἀριστεύσοντι H. ἆθλον καὶ τὸ πάλιν ἐν τοῖς ἱππεῦσιν ἢ ἐν τοῖς πελ- τασταῖς καὶ ἐφεξῆς ἐν ἁπάσαις ταῖς τάξεσιν. ἔν γε μὴν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν, ὅσοι ἀνδρειότεροι τῶν ἄλλων, προετίμα προεδρίαις. ταῦτα πάντα ἐστρα- τήγει προθυμοτέρους ποιῶν τοὺς στρατιώτας ἐς τοὺς κινδύνους.

Ἰφικράτης ποικίλως ἐγύμναζε τοὺς στρατιώτας e.3,2 μηχανώμενος ψευδοβοηθείας, ψευδενέδρας, ψευδοπρο- δοσίας, ψευδαυτομολίας, ψευδεφόδους, ψευδοπανικὰ, ἵνα εἴ ποτε καὶ τοιοῦτόν τι γένοιτο, μηδαμῶς ἐκπλήσ- σοιντο.

389/88

Ἰφικράτης περὶ τὸ Ἱερὸν ὔρος, ἀντικαθημένων αὐτῷ πολεμίων καὶ ἀπεχόντων στάδια πέντε καὶ κατε- χόντων ὑψηλότατον τόπον παρὰ τὴν θάλατταν, καὶ τῆς πορείας τῆς ἐπʼ αὐτοὺς ἐφʼ ἕνα οὔσης — τὸ δὲ λοιπὸν χωρίον ἀπόκρημνον ἦν εἰς τὴν θάλατταν — ἐπιλεξάμενος ἄνδρας εὐρώστους, νύκτα παραφυλάξας ἀνηνεμίαν, ἀλειψάμενος λίπα, σὺν τοῖς ἀναγκαίοις ὅπλοις διὰ τῆς θαλάττης περιιὼν, ὅσα γε μὴν βαθύ- τερα παρανηχόμενος, παρελθὼν τοὺς φύλακας, ἐκβὰς, ὄπισθεν αὐτῶν γενόμενος ἀπέκτεινε πάντας, καὶ τὸ Cap. 9. § 33. Cf. Front. strat. 1, 4, 7. 1 ἆθλον μεγαλοπρεπὲς H || τὸ F] τῷ C; αὖ vulg. || 5 ἐς τοὺς κινδύνους W cum V ad pericula: cf. 8, 23, 22 et ad 4, 20 (19); ἐν τοῖς κινδύνοις F || 8 ψευδενέδρας K; ψευδοενέδρας FH || 9 ψευδʼ αὐτολμίας F || ψευδεφόδους F; ψευδοεφόδους H || 10 ἐκπλήττοιντο H; ἐκπλήσοιτο F; ἐκπλήσσοντο δ || 12 ἀντικαθη- μένων W; ἀντικαθιμένων M; ἀντικαθισταμένων F: cf. 1, 49, 4 || 15 ἐφʼ ἑνὸς Hertlein: cf. 3, 11, 7 et ad 2, 1, 24 || 18 ἀνηνεμίαν] καὶ νηνεμίαν vulg || λεῖπα F || 19 περιιὼν Hertlein cum V cir- cumiens; περιὼν F; παριὼν vulg. αὑτοῦ στρατόπεδον ἤγαγεν διὰ τῆς στενῆς ὁδοῦ παρὰ τὸν κρημνὸν καὶ τοῖς πολεμίοις ἔτι νυκτὸς οὔσης ἀφυλάκτοις καὶ μὴ προσδοκῶσιν ἐπιθέμενος τινὰς μὲν διέφθειρε, τινὰς δὲ ἐζώγρησεν.

e 1

Ἰφικράτης χειμῶνας καὶ κρυμοὺς ὁρῶν καιρὸν ἐπιθέσεως προάγειν ἐβούλετο τοὺς στρατιώτας. διὰ γυμνότητα καὶ κρύος οὐ προθυμουμένων αὐτὸς ἐνδὺς ἐσθῆτα φαύλην καὶ τῶν ἄλλων ἀθλιωτέραν παριὼν τὰς σκηνὰς ἕκαστον ἐπιχειρῆσαι τοῖς πολεμίοις παρε- κάλει. οἱ δὲ προθύμως ἠκολούθησαν ὁρῶντες τὸν στρατηγὸν ταπεινῶς ἠσθημένον καὶ ἀνυπόδητον ὑπὲρ τῆς κοινῆς σωτηρίας προθυμούμενον.

Ἰφικράτης, εἰ μὲν μὴ ἔχοι διδόναι μισθοφορὰν, ἦγε τοὺς στρατιώτας εἰς ἀοίκητα χωρία καὶ ἀκτὰς, ἵνα ὡς ἐλάχιστα ἀναλίσκοιεν· εἰ δὲ εὐποροίη χρημά- των, ἦγεν αὐτοὺς ἐς πόλεις καὶ χωρία εὐδαίμονα, ὅπου τάχιστα τὸν μισθὸν ἀναλώσαντες σπουδάζοιέν τι πράττειν διὰ τὴν τοῦ ἀργυρίου ἔνδειαν. οὐ μὴν ἐπέτρεπεν αὐτοὺς οὐδὲ σχολάζειν, ἀλλʼ εἰ μὴ πόλεμος ἦν, ἀεί τι προσέταττεν, ἢ ὀρύττειν ἢ ταφρεύειν ἢ δένδρα κόπτειν ἢ μεταβάλλειν ἢ μετασκευάζειν, ὡς ἐν τῇ σχολῇ νεωτερίζειν βουλομένων.

Ἰφικράτης Σάμον κατασίρας εἰς Δῆλον κατέ- πλευσε. Σάμιοι πρέσβεις ἀφίκοντο λυτροῦσθαι βου- λόμενοι τὰ ληφθέντα· ὁ δὲ ὁμολογῶν ἀποδώσειν, 1 αὐτοῦ F || 3 ἀφυλάκτως F || 6 διὰ F] [τῶν δὲ] διὰ R; διὰ [δὲ] K || 11 ἠσθενημένον καὶ ἀνυπόδυτον F || 13 διδόναι F] om. vulg; cf. 3, 10, 9. 11 || 14 ἀοίκητα F| ἀνοίκητα vulgo; ἀνίκητα M || 15 ὡς cm. vulςg || 16 ἐς] ἐπὶ M || 17 ὅπως Hertlein 18 καὶ διὰ M || 19 αὐτοῖς Κ: cf. ad 8, 34 24 Σάμιοι πρέσβεις scripsi; Σάμιοι πρεσβειας F; Σάμιοι ἐς πρεσβείας vulg; Σαμίων πρέσ- βεις ἀφείκοντο F. κρύφα ὑπηρετικὸν ἐκπέμψας, ὡς ἐξ Ἀθηνῶν ἐκέλευσε καταπλεῖν, κομίζον ἐπιστολὴν πεπλασμένην, ὡς Ἀθη- ναίων αὐτὸν ἐπανήκειν κελευόντων. ὁ δὲ πρὸς τοὺς Σαμίους διαλυσάμενος φιλανθρώπως τοῖς τριηράρχοις ἀναγωγὴν παραγγείλας, ἀποπλεύσας εἰς ἐρήμην νῆσον ὡρμίσατο νυκτὸς καὶ ἡμέρας. οἱ Σάμιοι, πυθόμενοι ὡς ἀπέπλευσεν Ἰφικράτης φιλανθρώπως αὐτοῖς χρη- σάμενος, κατά τε τὴν πόλιν ἀδεῶς διέτριβον καὶ ἐς τὴν χώραν ἀδεῶς ἐξήεσαν· ὁ δὲ διεσκεδασμένων πάλιν ἐπιπλεύσας ἐς τὴν Σάμον πολλῷ πλείονα λείαν τῆς προτέρας ἥρπασε. τοῦτο καὶ ὁ Φορμίων πρότερος ἐποίησε Χαλκιδεῦσιν.

369?

Ἰφικράτης Λακεδαιμονίους καὶ Θηβαίους πολε- μοῦντας ἐπεχείρει διαλλάσσειν· οἱ σύμμαχοι Θθηβαίων Ἀργεῖοι καὶ Ἀρκάδες ἀντέπρασσον. ὁ δὲ τῶν στρα- τιωτῶν ἐνίοις προσέταξε λεηλατῆσαι τὴν Ἀργολίδα. τῶν δὲ Ἀργείων ἐγκαλούντων τοὺς φυγάδας αὐτῶν ἕφη αἰτίους εἶναι. προελθὼν δὲ καὶ ὡς τοὺς φυγά- δας ἀφελόμενος τὴν λείαν τοῖς Ἀργείοις ἀπέδωκεν· οἱ δὲ ἀπολαβόντες ὡς εὐεργέτῃ καὶ φίλῳ τῷ Ἰφικράτει προσέφευγον καὶ τὴν εἰρήνην αἱρεῖσθαι Θηβαίους ἔπεισαν.

375

Ἰφικράτης βασιλεῖ στρατηγῶν μετὰ Φαρναβάζου, πλέων ἐπʼ Αἰγύπτου, τῆς χώρας οὔσης ἀλιμένου, παρήγγειλε τοῖς τριηράρχοις τεσσαράκοντα σάκκους ἕκαστος ἐχέτωʼ. προσορμιζομένων δὲ τοὺς σάκκους 2 κομίζων F || 6 ὡρμήσατο F || 9 ἐξῄεσαν M; διεξῄεσαν F; διεξίεσαν vulgo || 10 λείαν om. M || 14 οἱ δὲ M || 18 ὡς καὶ τοὺς R || 19 ἀφελόμενος Κ ut 4, 11, 6; ἀνελόμενος F || 26 τὰς σάκ- κους F. ἄμμου πλήσας * * * κεφαλίδας ἐξῆπτεν ἑκάστης νεὼς καὶ οὕτως ἀνείλκυσεν αὐτὰς τεταρσωμένας.

e.12,7

Ἰφικράτης ἐν Ἐπιδαύρῳ μικρὸν ἄνω θάλασσης 372 παρετάσσετο· γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύ- σκιον ἀνεβόησεν ἐξανίστασθαι τοὺς ἐγκαθημένους. οἱ πολέμιοι φοβηθέντες ἐνέδραν μεγάλην ἀνέστρεψαν καὶ διὰ τάχους εἰς τὰς ναῦς καταφυγόντες ἀνεχώρησαν.

Ἰφικράτης ἐν Θεσσαλίᾳ καὶ Ἰάσων ὁ τύραννος πλησίον ποταμοῦ σπείσασθαι βουλόμενοι διʼ ἀγγέλων ἠρεύνησαν ἀλλήλους καὶ τὰ σώματα ἐγύμνωσαν· καὶ οὕτως ὑπὸ τὴν γέφυραν ἐλθόντες διελέξαντο. ἐπεὶ δὲ καὶ τοὺς ὅρκους διὰ τῶν ἱερείων ἐχρῆν ποιήσασθαι, Ἰφικράτης μὲν δὴ ἐπὶ τὴν γέφυραν ἀνῆλθεν, Ἰάσων δὲ τὸ ἱερεῖον παραλαβὼν, τοῦ ποιμένος ἀπαλλαγέντος, σφαγιάζειν εἰς τὸν ποταμὸν ἤρχετο. καὶ δὴ τότε Ἰφι- κράτης καθαλόμενος, τῆς σφαγίδος ἐπιλαβόμενος αὐτὸν μὲν ἀποκτεῖναι ἀπέσχετο, προσομολογῆσαι δὲ ἃ συνέ- φερεν αὐτῷ κατηνάγκασεν.

e.31,3

Ἰφικράτης ἐν Θρᾴκῃ προσκαθημένων πολεμίων ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευοφόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινοτέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺν καὶ σύσκιον. ἡμέρας δὲ γενομένης, οἱ Cap. 9. § 41. Cf. Front. strat 1, 5, 24. 1 Lacunam vidit Roth, quam suppleveris [σχοινίοις προσδή- σας] coll. Leone Tactico 20, 196 τοῖς σχοινίοις προσδήσας ἀπὸ ἑκάστου δρόμωνος ἐκκρεμάσας || ἐξῆπτεν F VC; ἐποίει MD || 2 ἀνείλκυσεν] εἵλκυσεν M; καὶ οὕτως τὸν λεγόμενον πελαγολι- μένα ποιήσας Leo Tact || 12 καὶ del. K || 16 καθαλόμενος F| καθαλλόμενος vulg. || σφραγίδος F || αὐτὸν vulg.; αὐτὸς F. Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλ- λήνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπαγὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πο- λεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν.

Ἰφικράτης νύκτωρ ἐπιθέμενος χωρίῳ τοὺς σαλ- e.15,4 πιγκτὰς ἐπὶ πολλὰ μέρη διαπέμψας ἐκέλευσε σημαίνειν. οἱ πολέμιοι πρὸς τὸν ἦχον ἄλλος ἄλλῃ διέθεον· ὁ δὲ ἐλαχίστους καταλειφθέντας νικήσας ῥᾳδίως ἐκράτησε τοῦ χωρίου.

391

Ἰφικράτους ὄντος ἐν Κορίνθῳ Λακεδαιμόνιοι παρῆλθον πρὸς τὴν πόλιν. ὁ δὲ οὐκ εὐθὺς ἀπεκιν- δύνευσε τὴν δύναμιν συμβαλὼν· ἀλλὰ μαθὼν, ὡς ἔστι τὰ περὶ τὴν πόλιν ὀχυρώτατα χωρία ἔρημα, ταῦτα προκαταλαβὼν τοῖς ἐν τῇ πόλει προὐκήρυξεν ἰέναι πρὸς αὑτόν. ἐξιόντων δὲ πάντων καὶ ἀθροιζομένων οἱ Λακεδαιμόνιοι τὸ πλῆθος φοβηθέντες καὶ τὴν φυ- λακὴν τῶν ὀχυρῶν τόπων ἀμαχεὶ φεύγοντες ᾤχοντο.

372

Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόννη- e.24,3 σον ὢν χωρίον τι καταλαβών ἐτείχιζεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκο- δομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Cap. 9. § 44. Cf. Front. strat. 2, 5, 42. 3 δὲ H; om. F || 5 ἀνέσωσεν Patakis 9 ἐλαχίστους τοὺς vulg. || 12 πρὸς Hertlein; εἰς F || 13 τῇ δυνάμει Hertlein ὅσα ἔστιν Hertlein || 14 ἔρημα Heringa p 126; ἠρέμα F || 16 αὐ- τὸν F || 17 φυλακὴν R et Schneider ad Xenoph. Hellen. 4. 4, 9; φυγὴν F || 18 φοβηθέντες post τόπων in F repetitum delevit W cum Dm || 19 Χηρρόνησον F || 20 ὢν om vulg. || ἐτείχισεν H || 21 Ἀναξίβιον Hp; Ἀξίβιον F vulg. || 23 προσελθόντες F || ἐγένοντο HM; ἐγίγνοντο F. Ἰφικράτης ἰδὼν ἀσυντάκτους νυκτὸς μέρος τοῦ στρα- τεύματος εἰς τὴν Ἀβυδηνῶν διαβιβάσας τοὺς ἀγροὺς αὐτῶν καταδραμὼν ἐκράτησε πολλῶν σωμάτων καὶ χρημάτων.

Ἰφικράτης ἦν ἐν Κορίνθῳ. πυθόμενος ὡς οἱ 393 τἀναντία πράττοντες μισθοφόρους ἐκ Λακεδαίμονος νύκτωρ ἐκδέχεσθαι μέλλοιεν, ἀγείρας τοὺς αὑτοῦ στρα- τιώτας τοὺς μὲν κατέλιπεν ἔνδον φυλάττειν, τοὺς δὲ ἄλλους ἔξω πυλῶν ἀγαγὼν καὶ ἐς τάξιν καταστήσας ἔσπευσεν ἐπʼ ἐκείνην τὴν πύλην, ἣν ἤνοιξαν οἱ δεχό- μενοι [τοὺς πολεμίους. οἱ μὲν] τοὺς πολεμίους ἐσῆγον· τῶν δʼ ἐσχάτων ἐσιόντων, ἐξαίφνης ἐπιστὰς συνηκο- λούθησεν αὐτοῖς καὶ συνεισέπεσεν ἐς τὴν πόλιν. ἀδή- λου δὲ ὄντος τοῦ γεγονότος ὡς ἐν νυκτὶ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, ἡμέρας δὲ γενομένης πολλοὺς ἐς τὰ ἱερὰ φυγόντας ἐχειρώσατο.

e.31,4

Ἰφικράτης ἐς Θρᾴκην ἀναβὰς μετὰ στρατιωτῶν ὀκτακισχιλίων ἐστρατοπέδευσεν· πυθόμενος τοὺς Θρᾷ- κας νύκτωρ ἐπιτίθεσθαι μέλλειν ἀναλαβὼν τοὺς στρα- τιώτας ἀνεχώρησεν ἑσπέρας, ὅσον στάδια τρία, ἐς φάραγγα κρύψαι δυναμένην. οἱ Θρᾷκες ἐμπεσόντες ἐς τὸ στρατόπεδον ἔρημον διήρπαζον ἀτάκτως κατα- γελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφικράτης ἐξ ἀφανοῦς ἐξορμήσας πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν.

Ἰφικράτης μέλλων ὁδὸν ἄνυδρον δυσὶν ἡμέραις 7 αὐτοῦ F 10 ἔσπευσεν vulg.; ἕπεσεν FM || πύλην ex πόλιν corr. F || 11 [τους πολεμίους. οἱ μὲν] add Cas K || 13 συνεισέ- πεσεν Hertlein, cf 84, 13; συνέπεσεν F || πύλην Schneider || 19 μέλλοντας H 23 φυγόντων Patakis || 24 ὁρμήσας C. πορεύεσθαι παρήγγειλε δειπνοποιησαμένους ὕδατος πληρῶσαι τὰ ἀγγεῖα καὶ ἡλίου δύντος ἤγαγε τὴν δύναμιν διὰ νυκτός. ἡμέρας δὲ γενομένης κατεστρα- τοπέδευσε καὶ προσέταξε σιτοποιεῖσθαι τῷ ὕδατι χρη- σαμένους καὶ κοιμηθέντας διʼ ἡμέρας δειπνοποιήσα- σθαι καὶ συσκευασαμένους ὁδεῦσαι διὰ νυκτὸς πάλιν· ὥστε ἀντὶ δύο ἡμερῶν δύο νύκτας ἀναψύχοντες διεξ- ῆλθον, καὶ ἡμέρᾳ μιᾷ καὶ τὸ ὕδωρ αὐτοῖς ἱκανὸν ἐγένετο.

372

Ἰφικράτης περὶ Ἐπίδαυρον λείαν ἦγε πολλήν. ὁ e.19,2 φρούραρχος τῆς χώρας Λάκων ἐδίωκεν αὐτὸν ἐγγίζοντα ταῖς ναυσίν· οἱ μὲν διώκοντες ἦσαν ἐπὶ λόφου, Ἰφι- κράτης δὲ πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας κούφους καὶ ψιλοὺς κατʼ ὀλίγους ἄλλον ἄλλῃ * * καὶ τῷ Λάκωνι προσέβαλε· τοῦ δὲ προσέχοντος τοῖς πολλαχόθεν ἐφορ- μῶσιν, οἱ τοῦ Ἰφικράτους τὰ ὑπερδέξια χωρία κατα- λαβόντες κατὰ νώτου τῶν πολεμίων ἐγένοντο καὶ πάντας αὐτοὺς διέφθειραν.

393/92

Ἰφικράτης ἐν Φλιοῦντι διὰ στενῶν τόπων ἐβά- διζε. τῶν πολεμίων ἐπιθεμένων τοῖς τελευταίοις παρ- αγγείλας τοῖς στρατιώταις ἐκ τῶν στενῶν ὅτι τάχος ὑπεξιέναι, αὐτὸς διὰ μέσου ἐπʼ οὐρὰν διαδραμὼν καὶ τῶν στρατιωτῶν τοὺς ἀρίστους προσλαβὼν ἀκμάζων 1 δεῖπνον ποιησαμένους F || 2 δύντος F] δύναντος M ut 5, 5, 2; Aelian. v. h. 4, 1 ἡλίου δύντος; Paus. 2, 11, 7 μετὰ ἥλιον δύναντα; δύνοντος D || 6 συσκησαμένους F || διὰ νυκτὸς M; διὰ τῆς ν. F: cf. 3, 9, 47. 6, 49 || 7 ἀναψυχθέντες R || 8 ἡμέρᾳ μιᾷ K; ἡμέρα μία F || alt. καὶ del. K || 11 φρούραρχος H; φρουρὸς F || 13 κώφους F || ante κούφους verbum ἐπῆγε vel ἐφίει vel tale quid deesse putat R; cf H κατʼ ὀλίγον ἄλλον ἀλλαχοῦ τῷ Λάκωνι ἀντετάσσετο || 14 κατʼ ὀλίγους K ut 2, 1, 22. 3, 7, 1. 5, 2, 11; κατʼ ὀλίγον FH || ἀλλαχοῦ H || 18 αὐτοὺς om. H || διέ- φθειρεν F || 22 μέσον F. ἐμπεσὼν τοῖς ἐπικειμένοις ἀτάκτοις πολλοὺς αὐτῶν διέφθειρεν.

Ἰφικράτης ἐς Θρᾴκην ἐμβαλὼν ἐν πεδίῳ κατεστρα- τοπέδευσεν ὑπὸ ὅρους περιεχομένῳ διέξοδον ἔχοντι στενὴν διὰ γεφύρας, ἣν ἔμελλον διαβάντες οἱ Θρᾷκες νύκτωρ ἐπιθέσθαι. ὁ δὲ πυρὰ πολλὰ καύσας ἐν τῷ στρατοπέδῳ πρὸς τὴν ὑπώρειαν ἀναδραμὼν σὺν τοῖς στρατιώταις ἐγγὺς τῆς γεφύρας ἐν τῇ ὕλῃ συγκαθίσας ἡσύχασεν. οἱ μὲν δὴ Θρᾷκες διαβάντες τὴν γέφυραν ὥρμησαν ὡς τὰ πυρὰ τοὺς πολεμίους ἐκεῖ νομίζοντες εὑρήσειν· Ἰφικράτης δὲ τοὺς στρατιώτας ἐκ τῆς ὕλης ἀναλαβὼν τὴν γέφυραν διελθὼν ἀσφαλῶς ἀνεχώρησεν.

Ἰφικράτης ἦρξε τοῦ πλείστου στρατεύματος πεζοῦ καὶ ναυτικοῦ ἐν τῇ δόσει τοῦ μισθοῦ καθʼ ἕκαστον μῆνα ὑφαιρῶν τὸ τέταρτον μέρος, ὥσπερ ἐνέχυρον ἑκάστου κατέχων, ἵνα μὴ λίποιεν τὸ στρατόπεδον. οὕτως ἄρα καὶ πολλοὺς εἶχεν ἀεὶ τοὺς στρατευομένους καὶ εὐπόρους, τὸ τέταρτον τοῦ μισθοῦ φυλαττόμενον ἔχοντας.

e.28,2

Ἰφικράτης τοῖς Λακεδαιμονίων συμμάχοις ἀντι. 393/92 στρατοπεδεύων νύκτωρ τὴν δύναμιν μετημφίεσε, τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν. οἱ μὲν δὴ στρα- τιωτικῶς ἠμφιεσμένοι πόρρω τῶν ὅπλων ἐβάδιζον τὴν τῶν ἐλευθέρων σχολὴν μιμούμενοι· οἱ δὲ οἰκετικῶς Cap 9. § 50. Cf. Front. strat. 1, 5, 24 et 2, 12, 4. Cap. 9. § 52. Cf. Front. strat. 2, 1, 6. 3 ἐν Θρᾴκη Oudendorp ad Front. strat. 1, 5, 24 coll. Polyaeno 3, 9, 4 || 9 ἡσύχαζεν || 10 ως F] ἐς M || 12 διεξελθών C || 13 τοῦ del. K || 21 μετημφίεσεν F] μετημφίασε H vulg. ut 1, 27, 2 et 8, 61 sed infra v. ἠμφιεσμένοι. κατεσκευασμένοι πλησίον τῶν ὅπλων ἦσαν ὅσα εἰκὸς διακονούμενοι. ταῦτα ὁρῶντες οἱ πολέμιοι, κατὰ ζῆλον τῶν ἐναντίων οἱ μὲν στρατιῶται ῥᾳθύμως ἔξω τοῦ στρατοπέδου βαδίζοντες ἐσχόλαζον, οἱ δὲ οἰκέται ταῖς ἀναγκαίαις ὑπηρεσίαις παρέμενον. ἐνταῦθα δὴ σημεῖον αἴρεται· οἱ δὲ Ἰφικράτειοι τὰ ὅπλα ταχέως ἀναλαβόν- τες, ἐπὶ τὸ στρατόπεδον τῶν ἐναντίων ἐλθόντες, τῶν μὲν οἰκετῶν τῶν ἐν τῇ διακονίᾳ φυγόντων, τῶν δὲ στρατιωτῶν ἀόπλων καταληφθέντων, τοὺς μὲν ἀπέ- κτειναν, τοὺς δὲ αἰχμαλώτους ἤγαγον.

Ἰφικράτης, ἀντιστρατοπεδευόντων τῶν πολεμίων καὶ κατὰ τὴν [αὐτὴν] ὥραν διὰ παντὸς ἀριστοποιου- μένων, προσέταξε τοῖς αὑτοῦ στρατιώταις πρὸ τῆς ἕω προσενέγκασθαι τὸ ἄριστον. τοῦτο πράξας συνέβαλε τοῖς ἐναντίοις καὶ τὸν ἀκροβολισμὸν ἄχρι δείλης παρέ- τεινεν. ἐπεὶ δὲ ἀλλήλων ἐχωρίσθησαν, οἱ μὲν πολέμιοι πρὸς τὸ δεῖπνον ὥρμησαν· ὁ δὲ προηριστηκότας ἔχων τοὺς στρατιώτας προσπεσὼν δειπνοποιουμένοις οὐκ ὀλίγον ὄλεθρον αὐτῶν εἰργάσατο.

393/92

Ἰφικράτης περὶ Φλιοῦντα ὡδοιπόρει τῆς φάλαγγος διὰ τὰς δυσχωρίας μακρᾶς ἐκτεταμένης· οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν ἐπικείμενοι πολλοὺς ἐτίτρωσκον καὶ πολλὰ ἥρπαζον. ὁ δὲ μετὰ τῶν παρὰ πλευρὰν ἀνδρῶν ἐπιστρέψας τῇ μὲν φάλαγγι παρήγγειλε θᾶττον Cap. 9 § 53. Cf. Front. strat. 2, 1, 5. Cap. 9. § 54. Cf. Front. strat. 1, 6, 3. 1 κατασκευασάμενοι F || 6 αἱρεῖται Ἰφικράτειοι censor Iemensis; Ἰφικρατιοι F: cf. ad 2, 2, 9 || 8 οἰκετικῶν F || 9 κατα- ληφθέντων M; καταλειφθέντων F || 12 [αὐτὴν| Κ; κατά τινʼ ὥραν Roth; κατὰ τὴν ὥραν F || 13 αὐτοῦ F. προχωρεῖν· τῶν δὲ ἀπὸ τῆς δεξιᾶς καὶ ἀπὸ τῆς εὐω- νύμου πλευρᾶς ἀνδρῶν ἐπιλέγων τοὺς ἡγεμόνας καὶ τοὺς ἀρίστους μετʼ αὐτοὺς συνέταττεν. τῆς δὲ οὐρα- γίας ἐγγὺς γενόμενος, προσπεσὼν τοῖς πολεμίοις κεκμη- κόσιν ἐν τῇ διώξει καὶ τεταραγμένοις ἐν τῇ τῶν σκευο- φόρων ἁρπαγῇ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, πολλῷ δὲ πλείονας αἰχμαλώτους ἤγαγεν.

Ἰφικράτης ἐν Κερκύρᾳ Κρινίππου προσπλέοντος 373/2 ἐκ Σικελίας ἕνδεκα πληρώμασι τῶν πυρσωρῶν ἀγγει- λάντων ὑφορμεῖν αὐτὸν νήσῳ τινὶ τῶν ἐρήμων, προσ- τάξας πυρσὸν ἀνάπτειν φίλιον νύκτωρ ἐπιπλεύσας ἐκράτησε τῶν δέκα πληρωμάτων ἑνὸς ἐκφυγόντος. Ἰφικράτης ἐν Ἄκῃ πυθόμενος δύο τῶν ἡγεμόνων 375/74 προδιδόναι καλέσας τοὺς ἀρίστους τῶν ἐπὶ τοῦ στρα- τοπέδου προσέταξεν, ὁπόταν τοὺς ἐναιτίους τῆς προ- δοσίας μεταπεμψάμενος ἐξετάζῃ τὸ πρᾶγμα, προλαβεῖν αὐτοὺς τὰ τούτων ὅπλα καὶ τὰ τῶν ὑπʼ αὐτοῖς τεταγ- μένων λόχων. οἱ μὲν προλαβόντες κατέσχον τὰς πανοπλίας. Ἰφικράτης δὲ τὴν προδοσίαν ἐλέγξας τοὺς μὲν ἡγεμόνας ἐκόλασε θανάτῳ, τοὺς δὲ στρατιώτας γυμνοὺς ἐξήλασε τοῦ στρατοπέδου.

Cap. 9. § 55. Cf Xenoph. Hellen. 6, 2, 33 sq. et Diod. 15, 47. — Schaefer, Demosth. I1, p. 59 et not. 3.1 ἀπὸ τῶν εὐωνύμων F1, εὐωνύμου corr. F2 || 3 μετʼ αὐτοῦ Cm; μετʼ αὐτῶν R: cf. supra 3, 9, 49; Leo Tact. 20, 23 ὄπισθεν ἐν τῇ οὐραγίᾳ ἔτασσε; Front. 1, 6, 3 retinuit || 4 γε- νομένης F || 6 πολλοὺς δὲ F || 8 προπλέοντος F || 9 πυρσω- ρῶν Schneider ad Xenoph. Hellen. 6, 2, 33; πυρσούρων F || 10 ὑφορμὴν F || νήσω F2; εἴσω F1 || 11 φίλιον] ἐφʼ ἵλιον F || 13 Ἄκῃ F] Νάκῃ MD; Θράκῃ coni. Maasv., sed cf. Diod. 15 41 || 15 ἐναιτίους W; ἐναντίους F; αἰτίους vulg.; ὑπαιτίους Gut- schmid || 16 παραλαβεῖν R || 17 τὰ del. Roth, aut mox καὶ τὰ τῶν; καὶ τῶν F || 18 παραλαβόντες R.

Ἰφικράτης δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά- e.44,1 κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψε πρὸς τοὺς ἡγεμόνας τῶν ἀποστάντων παρακαλῶν με- μνῆσθαι τοῦ συγκειμένου καιροῦ, καθʼ ὃν καὶ τὴν ἐξ Ἀθηνῶν συμμαχίαν προσδέχοιτο εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύ- λακες ἐκόμισαν τὰ γράμματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους· οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες.

390/89

Ἰφικράτης ἐν Χίῳ τοὺς Λακωνίζοντας ἐλέγξαι e.40,2 βουλόμενος ἐνίους τῶν τριηράρχων ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθʼ ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακω- νικῷ. οἱ μὲν Λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον· ὁ δὲ κυκλωσάμενος αὐτοὺς (καὶ) τοῖς ἀπὸ τῆς πόλεως προσελθοῦσι συνέ- λαβέ τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν.

Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων τῶν στρατιωτῶν θορυβούντων καὶ κοινὴν ἐκκλησίαν αἰτουμένων ἄνδρας ἐμπείρους τῆς Περσίδος γλώττης στολὰς Περσικὰς ἐνδυσαμένους προσέταξε πληθούσης τῆς ἐκκλησίας ἐπι- φανῆναι καὶ παρελθόντας ἀγγέλλειν βαρβαριστὶ ῾ πλη- σίον οἱ τὰ χρήματα κομίζοντες, ἡμεῖς δὲ προεπέμ- φθημεν τοῦτο σημανοῦντες᾿. ταῦτα μηνύσαντες, οἱ στρατιῶται διέλυσαν τὴν ἐκκλησίαν.

Cap. 9 § 58. Cf. Front. strat. 4, 7, 23.4 καθʼ ἣν F || 5 Ἀθηναίων H || προσδέχοιντο H || 12 τριη- ράρχων K, cf. ad 3, 9, 21 et 6, 9, 3; τριηραρχῶν FH || 14 οἱ μὲν οὖν H || 16 καὶ τοῖς . . . προσελθοῦσι F] καὶ τοῖς . . . προελ- θοῦσι P; καὶ τοὺς . . . προσελθόντας H vulg.; καὶ om. V || 21 ἐν- δυσαμένους R et Patakis; ἐνδύσασθαι F || τε τῆς K || 22 ἀγγε- λειν F || 24 μηνυσάντων Patakis, Hertlein: cf. 2, 3, 13.e.37,4

Ἰφικράτης ἐκ τῆς Ὀδρυσιάδος λείαν πολλὴν περι- 387 ήλασεν· ἐδίωκον οἱ Ὀδρύσαι πλήθει πολλῷ. ὁ δὲ ἱππεῖς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπά- δας καὶ προσελαύνειν ἐκέλευσε τοῖς ἐναντίοις. οἱ δʼ ἵπποι τῶν Ὀδρυσῶν τῆς φλογὸς τὴν ὄψιν ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον.

Ἰφικράτης ἐπιὼν πόλει τὸν ἀπὸ τῆς χώρας ποτα- μὸν, [ὃν] διὰ μέσης τῆς πόλεως ῥέοντα διαβῆναι ἀναγ- καῖον ἦν, ἑσπέρας διέβη μετὰ τοῦ στρατεύματος, ἳνα τὸ ἐκ τῆς διαβάσεως τοῦ πλήθους θολερὸν διὰ νυκτὸς παροδεῦσαν λάθῃ τοὺς ἐν τῇ πόλει. καὶ δὴ λαθὼν μεθʼ ἡμέραν ἐπέθετο μὴ προσδοκῶσιν.

e. 54,23

Ἰφικράτης ἐν Θρᾴκῃ πολλοὺς ἔλαβεν αἰχμαλώτους 387 Ὀδρυσῶν. οἱ μὲν δὴ σφοδρῶς ἐπέκειντο βάλλοντες καὶ ἀκοντίζοντες· ὁ δὲ τοῖς πρωτοστάταις ἑκάστῳ αἰχ- μάλωτον γυμνὸν παρέστησεν, ἐξ ἱμάντος ὀπίσω τῶν χειρῶν δεδεμένων. οἱ δὲ Ὀδρύσαι τοὺς οἰκείους μὴ βουλόμενοι τιτρώσκειν τοῦ βάλλειν καὶ ἀκοντίζειν ἀπ- είχοντο.

Ἰφικράτης περὶ Φοινίκην καταπλέων ἑκατὸν τρι- ακοντόροις, ἔνθα τεναγώδης αἰγιαλὸς ἦν, ἰδὼν τοὺς Φοίνικας παρὰ τὴν ἠϊόνα συνθέοντας παρήγγειλεν, ὅταν τὸ σημεῖον ἀναδειχθῇ, τοῖς μὲν κυβερνήταις ἄγκυραν ἀφιέναι κατὰ πρύμναν καὶ τὴν καταγωγὴν ἐν τάξει ποιεῖσθαι, τοῖς δὲ στρατιώταις ὁπλισαμένους 2 Ὀδρύσαι C. Dindorf; Ὀδρυσαῖοι F || 6 ἔφυγον CΚ; ἔφευ- γον F || 8 [ὃν] inser. R Hertlein || 9 ἦν F] ὃν K || 15 ἑκάστῳ Patakis, Hertlein coll. V; ἕκαστον F; ἕκαστος vulg || 17 δεδε- μένων F; δεδεαένον p; τὼ χεῖρε δεδεμένον ut 2, 15 || Ὀδρύ- σαι C, Dindocf; Ὀδρυσαῖοι F || 24 ἀφιέναι Roth; ἀφεῖναι F 25 ὁπλισαμένους Hertlein; ὠπλισαμένοις F; ὁπλισαμένοις vulg. ἕκαστον κατά τὴν αὐτοῦ κώπην εἰς τὴν θάλασσαν αὐτὸν καθιέναι καὶ τὴν αὐτοῦ τάξιν διαφυλάττειν· ὡς δὲ ἤδη σύμμετρον ὑπέλαβεν εἶναι τὸ τῆς θαλάσ- σης βάθος, ἀνέτεινε τὸ σημεῖον τῆς ἐκβάσεως. αἱ τριακόντοροι μὲν ἐν τάξει κατήγοντο διὰ τῶν ἀγκυ- ρῶν, οἱ δὲ ἄνδρες ἐν τάξει προβαλλόμενοι προῆγον. οἱ δὲ πολέμιοι καταπλαγέντες τὴν τάξιν αὐτῶν καὶ τὴν τόλμαν ἔφευγον. οἱ δὲ Ἰφικράτειοί τινας μὲν διώξαντες ἀπέκτειναν, τινὰς δὲ ἐζώγρησαν καὶ λείαν πολλὴν περιελάσαντες καὶ ταύτην ἐς τὰς ναῦς ἐμβα- λόμενοι στρατόπεδον ἐπὶ τῆς γῆς κατεστήσαντο.

10. TIMOΘEΟΣ.364

Ἐν Ἀττικῷ στρατοπέδῳ σπάνις ἦν νομίσματος. Τιμόθεος ἔπεισε τοὺς ἐμπόρους χρῆσθαι νομίσματι τῇ ἑαυτοῦ σφραγίδι, ἀπαλλασσομένους δὲ [ἀποδιδόναι] τὴν σφραγίδα καὶ τὸ ἀργύριον λαμβάνειν. ἐπίστευ- σαν οἱ ἔμποροι καὶ τὴν ἀγορὰν τοῖς στρατιώταις παρέ- σχον ἐπὶ τῇ σφραγίδι τοῦ στρατηγοῦ. ἀπαλλασσομέ- νοις αὐτοῖς ἐν τῷ τέως εὐπορήσας χρημάτων Τιμόθεος τὴν τιμὴν διέλυσε τὴν ὡμολογημένην.

Cap. 10. Cf. Rehdantz, vitae Iphicratis, Chabriae, Timothei Atheniensium, Berol. 1844; J. p. 573—576.Cap. 10. § 1. Cf. Aristot. oecon. 2, 24. - Boeckh, Staats- hausb. d. Ath. I2, p. 365 et 692.1 ἕκαστος F αὐτοῦ F 2 αὐτὸν et αὐτοῦ F καθεῖναι K || 5 τριακοντα τόροι F1 8 Ἰφικράτιοι F: cf. ad 2, 2, 9 13 Τιμό- θεος ἐν etc. F V 15 ἀπαλλασσομένους F, quod defendunt Rehdantz et Blume. Cum vero ex usu Polyaeni nihil signi- icet nisi discedere, id quod et sequentia declarant, R, Patakis, Hertlein rectius inserunt [ ἀποδιδόιαι |; ἀλλασσοαένους K 16 καὶ del. K 20 ὡμολογημένην F]  ὁμολογουμένην vulg.

Τιμόθεος ἀνήγετο τῷ στόλῳ παντί. πταρμὸς ἐγέ- 375 νετο· ὁ κυβερνήτης ἐπισχεῖν ἐκέλευσεν· οἱ ναῦται τῶν τριήρων ἐπιβαίνειν οὐκ ἐθάρρουν. Tιμόθεος μειδιάσας ποῖον γὰρ᾿, ἔφη, γέγονεν οἰῶώνισμα, εἰ τοσούτων περιεστηκότων εἷς ἔπταρεν; οἱ ναῦται γελάσαντες ἀνήχθησαν.

e.13,5

Τιμόθεος παράγγελμα ἔδωκεν ἐκβοηθῆσαι τὴν ταχίστην· ὀλίγοι στρατιῶται προῆλθον· ὁ λοχαγὸς ἠγόρευε, χρῆναι καὶ τοὺς λοιποὺς ἀναμεῖναι. ὁ Τι. μόθεος οὐκ ἀνέμενεν ὡς τοὺς μέλλοντας προθύμως μαχεῖσθαι τοῖς πολεμίοις ἔχων ἅπαντας, τοὺς δὲ βρα- δέως ἐξιόντας ἀχρήστους ἂν γενέσθαι καὶ παρόντας.

e.14,14

Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι περὶ Λευκάδα ἐναυ- 375 μάχουν Τιμοθέου στρατηγοῦντος Ἀθηναίων, Νικολό- χου ναυαρχοῦντος Λακεδαιμονίων. ἦν ἑορτὴ Σκίρα. Τιμόθεος κατὰ ταύτην τὴν ἡμέραν μυρσίνῃ στεφα- νώσας τὰς τριήρεις ἦρε τὸ σημεῖον· ἀναχθεὶς, ναυμα- χήσας ἐνίκησεν· οἱ δὲ στρατιῶται μετὰ ἐλπίδος ἀγαθῆς ἠγωνίσαντο [τὸ] θεῖον ἔχειν οἰόμενοι σύμμαχον.

Cap. 10. § 2. Cf. Froni. strat. 1, 12, 11.9 ήγόρευσε K 10 ἀνέμεινεν C 14 Νικολόχου Blume coll. 3, 10, 12 et Xenoph. Hellen. 5, 1, 6 et 5, 4, 65; Νικομάχου F 15 ναυαρχοῦντος Κ et Schneider ad Xenoph. Hellen. 5, 4, 65; ναυμαχοῦντος P ἑορτὴ σκίρρα M ; ἑορτῆς κεῖρα F; ἑορτῆς κειρὸς D; ceterum cf. Schaefer, Demosth. I1, p 43, not. 5, qui cum Sievers et Rehdantz hunc festum eundem fuisse putat rqui Σκιροφόρια dici solebat coll. schol. Aristoph. eccles. 18 et Harpocr. s. v. σκίρον 16 μυρρίνῃ H; μυθρίνην F; μυρσίνην D 17 ἀναχθεὶς M; ἀχθεὶς F 18 οἱ γὰρ 19 (τὸ] Hertiein. cf. H ὡς ἐν ταύτῃ τῇ ἡμέρᾳ τὸ θεῖον ἕξουσι συμμαχον; τὴν θεὸν R.365

ὁ Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώριζε τὸν e.4,3 τόπον τοῖς στρατι;ώταις, ὅθεν δὴ προνομεύσουσι· τὸ δὲ λοιπὸν μέρος τῆς χώρας καὶ ὅσον ἦν ὄφελος αὐτῆς ἀπεδίδοτο. οὐκ ἐπέτρεπε δὲ οὔτε οἰκίαν οὔτε ἔπαυλιν καθαιρεῖν, οὐ μὴν οὐδὲ ἥμερον δένδρον ἐκκόπτειν, ἀλλʼ αὐτοὺς τοὺς καρποὺς λαμβάνειν. καὶ τάδε οι στρατηγοῦντι περιῆν· εἰ μὲν κρατοίη, πλείους φόρους ἐκλέγειν, εἰ δὲ ὁ πόλεμος μηκύνοιτο, τροφὰς ἀφθόνους καὶ καταγωγὰς ἔχειν. τὸ δὲ τούτων μεῖζον, πολλὴν τὴν εὔνοιαν παρὰ τῶν πολεμίων ἐθήρευεν.

375

Τιμόθεος ναυμαχεῖν Λακεδαιμονίοις μέλλων αὐτὸς e.57,5 μὲν εἴκοσι τριήρων τὰ πληρώματα παρὰ πρύμναν ἔχων ἀνέπαυσε, τὰς δὲ ταχυναυτούσας εἴκοσι προσέταξε τοῖς τριηράρχοις ἀντιπαρεξάγειν ταῖς πολεμίαις ναυσὶ καὶ πυκνὰς ποιεῖσθαι [τὰς] κινήσεις καὶ τροπάς. οἱ. μὲν δὴ πολέμιοι πονέσαντες εἰρεσίᾳ ἀσθενῶς τὰς κώπας ἀνέφερον· Τιμόθεος δὲ ἀκμαίοις πληρώμασιν ἐπαν- αχθεὶς ναυμαχῶν ἐνίκησεν.

364

Τιμόθεος τὴν Ὀλυνθίαν βουλόμενος παρελθεῖν δεδοικὼς τὸ ἱππικὸν τῶν Ὀλυνθίων ἔταξε τὸ στρατό- πεδον εἰς ἑτερόμηκες πλινθίον τὰ μὲν σκευοφόρα καὶ Cap. 10 § 5. Cf. Aristot. oecon. 2, 24. U+00AF Schaefer, Demosth. I, p. 87 et Boeckh, Staatsn. d. Athen. I2, p. 365. Cap. 10. § 6. Cf. Front. strat. 2, 5, 47. U+00AF De pugna na- vali ad Alyziam facta, ad quam pertinent huius captis §§ 2, 4, 6, 12, 13, 16, 17 cf. Schaefer, Demostn. I, p. 43 et p. 44, not. 1. 1 τὸν τόπον F| τόπον H 7 εἰ μὲν κρατοίη m; οἱ μὲν κρατοῦντες F; εἰ μὲν περιγένηται H 12 κʼ τριήρων F, unde ἐκ τρ. vulg. 15 (τὰς| coll 1, 42, 2. 2, 2, 6. 2, 3, 14 || 17 ἀκμαίοις Κ ; ἀκμαῖος F; ἀκμαίοις |τοῖς] R 19 Ὀλυνθίαν M p, Darm. merg.; Ὀλυμπίαν F 21 εἰς om. F. τὴν ἵππον εἰς τὸ μέσον λαβὼν, τὰς δὲ ἀμάξας πυκνὰς ἄγων καὶ συνηρτημένας, τοὺς δὲ ὁπλίτας τούτων ἔξω- θεν περιβαλών, ὥστε τοῖς Ὀλυνθίοις ἱππεῦσιν ἀδύ- νατος ἦν ἡ ἱππασία.

Τιμόθεος περὶ Ἀμφίπολιν ἐστρατοπέδευεν. ἢγ- 364 γειλέ τις ἑσπέρας ἀθροίζεσθαι τοὺς πολεμίους ἐπʼ αὐτόν, καὶ ὡς πολλαπλάσιοι τὸ πλῆθος ὄντες τῆς ὑστεραίας ἐπιθήσοιντο. ὁ δὲ τοῖς μὲν στρατιώταις οὐ προεῖπε τῶν πολεμίων τὸ πλῆθος, ἴνα μὴ καταπλαγεῖεν· αὐτὸς δὲ ὼς ἐπιθησόμενος αὐτοῖς ὀλίγοις οὖσί καὶ ἀτάκτοις τὸ μὲν ἀχρεῖον τοῦ πλήθους προέπεμπε διὰ τῶν δυσπόρων, ᾗπερ ἥκιστα οἱ πολέμιοι παραφυλάξειν ἔμελλον. αὐτὸς δὲ τὴν φάλαγγα ἐκίνησε τοὺς ψιλοὺς τελευταίους ἐπιτάξας, τὰς δὲ τριήρεις ἐν τῷ Στρυμόνι ποταμῷ πληρῶσαι οὐ δυνηθεὶς ἐνέπρησεν· καὶ ταῦτα πάντα μιᾷ νυκτὶ πράξας ἀσφαλῶς ἀνεχώρησεν.

Τιμόθεος ἐπολιόρκει Σάμον ξενολογήσας στρα- 365 τιώτας ἑπτακισχιλίους· οἷς οὐκ ἔχων δοῦναι μισθὸν, ἔγκαρπον ὁρῶν τὴν νῆσον, ἐξελῶν χωρίον ἐς προνο- μὴν, τῶν ἄλλων καρποὺς ἀποδόμενος, ἀσφάλειαν τοῖς καρπολόγοις παρασχὼν, εὐπορήσας χρημάτων ἀπὸ τούτων, μέρος τῶν μισθῶν διανείμας, προθυμοτέροις χρησάμενος τοῖς στρατιώταις κατὰ κράτος εἷλε τὴν Σαμίων πόλιν.

Τιμόθεος πολιορκῶν Σάμον, ἐπεὶ πολλοὶ ξένοι 365 Cap. 10 § 8. Tempus concluditur ex schol. Aeschin. 2, 31. Cap. 10 § 9 Cf. Aristot. oecon. 2, 24 Cap 10. § 10. Cf. Aristot. oecon. 2, 24. 5 ἐστρατοπέδευσε M: cf. 2, 2, 2 11 προύπεμψε Κ 14 Στρύ- μωνι F 20 καρπῶν F ἀποδιδόμενος vulg. 21 εὐπόρησε χρη- μάτων. ἀπὸ τούτων R. εἰσπλέοντες συχνὰ τῶν ἐπιτηδείων ἀνήλισκον καὶ διὰ τοῦτο σπάνις ἦν, παρήγγειλε μὴ πωλεῖν ἄλευρον μηδὲ κοτύλην ἐλαίου ἢ οἴνου, ἀλλὰ σίτου [μὲν] μεδίμνου μὴ ἔλαττον, τῶν δὲ ὑγρῶν μετρητήν τοὐλάχιστον, τὰς δὲ σιτουργοὺς μύλας μηδένα ἔχειν, ἢ τοὺς ἐν τοῖς λόχοις. οὕτω δὴ συνέβη, τοὺς μὲν ξένους οὐκ ἔχοντας τὴν ἀγορὰν τῶν ἐφʼ ἡμέραν ἀναγκαίων, αὐτοῖς κομίζειν, τὴν δὲ παρασκευὴν τῶν σιτίων μόνους ἀναλίσκεσθαι τοὺς στρατιώτας.

Τιμόθεος ναῦς ἔχων τεσσαράκοντα βουλόμενος ἀπὸ τούτων πέντε προπέμψαι πλειόνων ἡμερῶν ἐχού- σας ἐφόδια, μισθὸν οὐκ ἔχων δοῦναι, παράγγελμα ἔδωκεν, ἀνάγεσθαι τὰς ναῦς ἁπάσας τριῶν σιτία ἐχού- σας· ἐπεὶ δὲ νήσῳ τινὶ προσωρμίσαντο, τοὶς τριηράρ- χοις ἐκέλευσεν ἐξ ἑκάστου πληρώματος αὐτῷ κομίσαι δύο σιτία. ταῦτα ταῖς πέντε ναυσὶ διαδοὺς, τὰς μὲν ἐξέπεμψεν πλεόνων ἡμερῶν ἐπισίτισμα ἐχούσας, αὐτὸς δὲ μετὰ τῶν τριάκοντα καὶ πέντε νεῶν εἰς τὸν ἴδιον ὅρμον ἐπανῆλθεν.

375

Τιμόθεος ναυμαχεῖν μέλλων περὶ Λευκάδα Νι- Cap 10. §. 12. Cf. Froni. strat. 2, 5, 47. 1 ἐπιτηδείων R 1 cf. Aristot. τῶν ἐπιτηδείων ἐπεὶ σπάνις ἦν; πολιορκιῶν F, quod ex praecedente πολιορκῶν corruptum esse appare; πολιορκητῶν Ahlwardt ap. Blumium, παρασκευῶν Cas ; πωλουμένων Biume (cf. Thucyd. 7, 39) 2 ἀλεύρων [χοί- νικα| R 3 ἔλαιον ἢ οἶνον F |μὲν| add Cas. 5 τοὺς ἐν λόχοις m; τοὺς (τοῖς suprascr.) ἐν τοῖς λόφοις F; τοὺς ἐν λόφοις M; ἢ κατὰ μίαν ἐν τοῖς λόχοις R, sed cf. Aristot. οἳ μὲν οὖν ταξίαρ- χοι καὶ λοχαγοὶ ἀγοράζοντες ἄθροα διεδίδοσαν τοῖς στρατιώ- ταις 7 σὺν αὐτοῖς ex V sercum ipsi apportarent 8 μόνοις ἀναλίσκεσθαι τοῖς στρατιαώταις coni K 13 τριῶν [ἡμερῶν | et 16 δύο [ἡμερῶν| Κ 14 ἐπεὶ] ἐπὶ F προσωρμήσαντο F 20 Νικο- μάχῳ K. cf. ad 3, 10, 4. κολόχῳ τῷ Σπαρτιάτῃ τῶν μὲν πλειόνων νεῶν τὰ πληρώματα παρήγγειλεν ἐπὶ γῆς ἀναπαύεσθαι παρʼ αὐτῇ τῇ θαλάσσῃ. ταῖς δὲ ἄριστα πλεούσαις εἴκοσιν ἀναχθεὶς προσέταξε τοῖς τριηράρχοις μὴ συνάπτειν ταῖς πολεμίαις τριήρεσιν ἐντὸς βέλους, ἐκκλίνειν δὲ καὶ φυγομαχεῖν ἑκουσίως, ἴνα κατακόπους ποιήσωσι τοὺς ἐναντίους ἐρέτας. ἐπεὶ δὲ οἱ μὲν ἐφυγομάχουν, οἱ δὲ ἐλέλυντο καύματι καὶ πόνῳ, Τιμόθεος τὸ ἀνα- κλητικὸν ἐσήμηνεν καὶ κατασχῶν ἐπὶ τὴν γῆν ἀνα- παυσαμένους ἐρέτας ἐμβιβάσας, διὰ τάχους τοὺς πο- λεμίους πεπονηκότας διώξας πολλὰς αὐτῶν τριήρεις τὰς μὲν κατέδυσε, τὰς δὲ ἄπίους ἐποίησεν.

e.57,6

Τιμόθεος Λακεδαιμονίους καταναυμαχήσας φοβη- 375 θεὶχ δέκα ναῦς Λακωνικὰς, ἃς προέπεμψεν ὁ ναύαρχος ἐπὶ καταγωγῇ πλοίων σιταγωγῶν, μή ποτε ἀναχωροῦσι τοῖς Ἀθηναίοις ἐπίθειντο, παρήγγειλε τοῖς τριηράρχοις τὴν ἀρχαίαν τάξιν μὴ ζητεῖν, ἀλλὰ ἥν ἕκαστος ἐπὶ τοῦ παρόντος χώραν ἔχοι, ταύτην φυλάσσειν, ἴνα μὴ μεταγομένων τῶν σκαφῶν ἐπὶ τὰς ἑαυτῶν τάξεις ἐπι- πλεύσαντες οἱ πολέμιοι προσβάλλωσι τῷ ναυτικῷ λελυ- μένῳ. τάξας δὲ τὰς ναῦς ἐν μηνοειδεῖ σχήματι τὰ μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος πρὸς τοὺς ἐναντίους ἐπέστρεψεν, τὰ ναυάγια δὲ καὶ τὰς αἰχμαλώτους τῶν νεῶν ἐς τὸ κοίλωμα τοῦ μηνί- σκου συναγαγὼν ἀνέπλει κατὰ πρύμναν.

9 ἐσήμηνεν scripsi;  ἐσήμαινεν F; ἐσήμανεν vulg. 16 ἐπί- θειντο Μ ; ἐπίθοιντο vulg.; ἐπείθοντο PD; ἐπείθηντο F 18 ἔχοι F] ἔχει M 20 προσβάλωσι Κ λελυμένων F 23 ἐπέτρεψεν F 24 τὰς Κ ; τοὺς F: cf. ad 40, 19 μηνίσκου R, Blume; μηδικοῦ F; μηνοειδοῦς mp et Cas addita tamen voce σχῆμα 25 ἀπέ- πλει ve el ἀνέπλει Hertlein; ἔπλει F.364

Τιμόθεος Χαλκιδεῦσι πολεμῶν μετὰ Περδίκκου Κύπριον χαλκὸν Μακεδονικῷ νομίσματι μίξας ἐπίση- μον ἔκοψεν, ὥστε τὰς παλαιὰς πεντεδραχμίας ἔχειν ἀργυρίου τετάρτην μοίραν, τὸ δὲ λοιπὸν χαλκοῦ φαύ- λου. πλείστης εὐπορήσας μισθοδοσίας τούς ἐμπόρους καὶ τοὺς ἀπὸ τῆς χώρας ἔπεισε, πρὸς χαλκὸν πιπρά- σκειν· ἀντιφορτιζόμενοι δὲ τὰ παρʼ ἀλλήλων οὐδὲν τοῦ νομίσματος ἐφύλαττον, ἀλλὰ τοῦτο περιῄει πάλιν εἰς τὴν μισθοφορὰν τὴν στρατιωτικήν.

364

Τιμόθεος ἐπολιόρκει Tρώνην. οἱ μὲν Τορωναῖοι μεγάλα ὕψη ἀντανέστησαν φορμῶν ψάμμου πληρου- μένων. ὁ δὲ Τιμόθεος μηχανήμασι μακροτέροις ἐξ ἱστοῦ ἀκίδας περιθεὶς καὶ δρέπανα ἐπὶ τὰ ἄκρα τοῦ ἱστοῦ ἐμβαλών ταῖς ἀκίσι διερρήγνυε, τοῖς δὲ δρεπά- νοις ἀνέτεμνε τοὺς φορμοὺς, ὥστε ῥεῖν τὴν ἄμμον. τοῦτο δρώμενον ἰδόντες Τορωναῖοι πρὸς ὁμολογίαν ἐτράποντο.

375

Τιμόθεος μετὰ Κερκυραίων καὶ τῶν ἄλλων συμ e.57,7 μάχων πρὸς Λακεδαιμονίους ναυμαχῶν τὰς ἄριστα πλεούσας τῶν νεῶν προέταξε κελεύσας |τὰς ἄλλας] ἐν τῷ σχήματι τῆς παρατάξεως ἡσυχίαν ἔχειν. ἐπεὶ δὲ οἱ προτεταγμένοι διεναυμάχησαν, ἐπὶ πολὺ κεκμηκότων ἤδη τῶν πολεμίων, σημεῖον ἦρε τοῖς ἡσυχάζουσιν· οἱ δὲ ἀκμῆτες ἐμβαλόντες ἐτρέψαντο τοὺς κεκμηκότας.

Cap. 10. § 14. Cf. Aristot. oecon 2, 24.Cap. 10. § 16. Cf. Front. strat. 2, 5, 47.1 περδικκου F; Περδίκου vulg. 3 πεντεδραχμίας Blume; πέντε δραχμὰς F 4 τετάρτην μοίραν C; τετάρτη μοίρα F 5 εὐπορῆσαι F 7 ἀντιφροντιζόμενοι omisso δὲ F 11 ἀντανί- στασαν πληρούμενα R 13 ἱστοῦ Cas.; ἱστῶν F; ἴσου M 14 διερρήγνυε F; τὰς διφθέρας ῥηγνύων D m; τὰς διφθέρας διερρήγνυε vulg. 19 ναυμαχῶν Κ; συμμαχῶν F 20 προσέταξεν F [τὰς ἄλλας] Blume ex V iubens ut reliquae.e.57,8

Τιμόθεος περὶ Λευκάδα Λακεδαιμονίοις ναυμα- 375 χήσας ἐνίκησε. πολλῶν συντριβέντων σκαφῶν περι- ῆσαν δέκα νῆες τῶν πολεμίων ἀναυμάχητοι, ἃς ἐδεδοί- κει. Τιμόθεος ἐπανιὼν ἐπὶ τὸν ναύσταθμον καὶ δὴ τὸ ναυτικὸν ἔταξεν ἐν μηνοειδεῖ σχήματι πρὸς τοὺς πολε- μίους τὸ κυρτὸν, ἐντὸς τὰ ναυάγια συναγαγών· τὸν δὲ ἀπόπλουν ἐποιεῖτο προς τὴν γῆν κελεύσας ἐλαύνειν ἐπὶ πρύμναν, ὅπως ἀντίπρωροι τὰς πολεμίας δέκα ναῦς ῥᾳδίως ἀμύνοιντο. τοῦτο τὸ σχῆμα τῆς τάξεως οἱ ἀπὸ τῶν δέκα νεῶν φοβηθέντες οὐκ ἐπέθεντο.

11. XABPIAΣ

Χαβρίας τοῖς στρατιώταις παρήγγειλεν, ἐπειδὰν μέλλωμεν μάχεσθαι, μή τοι νομίζωμεν ὡς [θεοῖς] πο- λεμίοις συμβάλλοντες, ἀλλὰ ἀνθρώποις αἷμα καὶ σάρκας ἔχουσι καὶ τῆς αὐτῆς φύσεως ἡμῖν κεκοινωνηκόσιν.

Χαβρίας περὶ Νάξον ναυμαχῶν, ἐνίκησε Βοηδρο- 370 μιῶνος ἕκτῃ ἐπὶ δέκα ταύτην τὴν μέραν ἐπιτήδειον τῇ ναυμαχίᾳ κρίνας. ὅτι ἦν μία τῶν μυστηρίων. οὕτω γέ τοι καὶ Θεμιστοκλῆς τοῖς Πέρσαις ἐναυμάχησε περὶ Σαλαμῖνα. ἀλλὰ οἱ μὲν περὶ Θεμιστοκλέα σύμμαχον Cap. 11. Cf. Rendantz, vitae Iphicratis, Timotnei, Cha- briae etc, p. 52. 1 Ὁ Τιμόθεος F 2 περιήεσαν F 3 ἀναυμάχητοι vulg.; ναυμάχητοι F 6 ἐντὸς τοῦ κυρτοῦ Schneider ad Xenoph. Hellen. 5, 4, 66 (melius τοῦ κυρτοῦ ἐντὸς W coll. 2, 2, 3) 7 πρὸς MD. ἐς F 12 παρήγγελλεν 13 |θεοῖς| Bursian 14 συμβάλοντες (sic) F; συμβάλλοντες MD; συμβαλοῦντες Heringe, Hertlein σάρκας F | σάρκα vulg. et Leo Tact. 20, 217 16 Bοηδρομίονος F 17 ἐπὶ δέκα ταύτην Maasv.; ἐπεὶ δὲ κατʼ αὐτὴν F: cf Plut. Phocion 6 extr. 18 ὅτι ἐν μιᾷ τῶν μυστηργίων F; τῶν λθ᾿  D et supra scr. in M pr. m.; τῶν θʼ Meursius; τῶν μεγάλων Κ, Plut. l. c.; τῶν Ἀθήνησι μυστηρίων Porson. ἔσχον τὸν Ἴακχον, [οἱ δὲ περὶ Χαβρίαν] τὸ Ἅλαδε μύσται.

Χαβρίας ναῦς Λακωνικὰς κατασκόπους δώδεκα cf.e. 16, 1 57, 9 ἐφορμούσας, οὐ μὴν ἐπαναχθῆναι θαρρούσας ἐξεκα λέσατο οὕτω πως· αὐτὸς ἀνήχθη ναυσὶ δεκαδύο κατὰ δύο ζεύξας, ἔπειτα τὰ ἱστία τῶν δυοῖν ἐπὶ μιᾶς ἀρά- μενος. οἱ πολέμιοι καταφρονήσαντες ὡς πρὸς ἓξ τριή- ρεις αὐτοὶ δεκαδύο ἔχοντες ἐπανήχθησαν. Χαβρίας ἐπὶ πλέον αὐτῶν τοῦ πελάγους προελθόντων καθελῶν τὰ ἱστία, τὰ σκάφη διαζεύξας ἐπέτρεψε καὶ τὰς ἡμι- σείας τῶν πολεμίων ἔλαβεν αὐτάνδρους.

Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν ὀλίγους e.46,5 ἔχων πολλῶν πολεμίων ἐπικειμένων αὐτὸς τῆς πορείας ἡγούμενος τοὺς μάλιστα εὐρώστους οὐραγεῖν ἔταξεν, ὅπως [τοὺς] προσκειμένους ἀμύνοιντο. οὐδεὶς οὖν τῶν οὐραγούντων ἔφυγεν οὐ τολμῶν τὸν στρατηγὸν παρελθεῖν ὡς ἄν κωλυθεὶς ἢ καὶ κολασθείς. τῷ σχή- ματι τούτῳ τῆς πορείας ἀσφαλῶς διήγαγε τὸ στρατό- πεδον.

360/59

Χαβρίας Θαμῷ, Αἰγυπτίων βασιλεῖ, χρημάτων Cap 11. § 5. Cf. Aristot oecon. 2, 25. 1 [οἱ δὲ περὶ Χαβρίαν] add. Maasv. || τὸ Ἅλαδε Sauppe; γολλάδαι F; γολλάδα M ; Ἅλαδε C marg. et Μeursius  || 4 ἐπ- αναχθῆναι K ; ἔτι ἀναχθῆναι F || 5 αὐτὸς ἀνήχθη Lennep ad Phalar. p. 17 a; αὐτὰς ἀναχθῆναι F || 6 ἔπειτα Sauppe, quod probat Hertlein coll. 1, 31; ἐπὶ F; καὶ Cas.; ἔτι Maasv.; ἐπῄει R || τῶν δυοῖν Pm; τῶν νεῶν F; ταῖν δυοῖν Κ || ἀράμε- νος Cas. (cf. 1, 47, 1. 5, 9); ἐρέμενος F || 15 [τοὺς] Hertlein; om. F 17 παρελθὼν F || ὡς ἂν κωλυθεὶς ; ὡς κωλυθεὶς F ; κωλυ- θησόμενος et κολασθησόμενος R, Patakis || 20 Θαμῷ] Θάκῳ (Θακῷ: Gutschmid in Philol. XI, p. 148; Ταχὼς audit apud Corn. Nepotem, Diod., Plux., Aelian., Athenaeum; Ταὼς ap. Aristot oecon. 2, 25 et 37; Τεὼς ap. Euseb. chron. ἀποροῦντι συνεβούλευσε, τοὺς ἐν τῇ χώρᾳ κεκτημένους ἱκανὴν οὐσίαν κελεῦσαι παραχρῆμα εἰσενεγκεῖν ὅσον τις ἔχοι χρυσίον ἢ ἀργύριον· κομιδὴν δὲ αὐτοῖς ὧν διδόασι γενέσθαι [ἐκ] τῶν φόρων, οὕς κατʼ ἔτος ἐτέ- λουν. οὕτω δὴ πολλὰ συνελέγη χρήματα οὐδενὸς ἀδικηθέντος, ἀλλὰ πάντων ὕστερον ὅσα ἔδωκαν ἀπο- λαβόντων.

e.13,6

Χαβρίας εἰς Σελλασίαν τῆς Λακωνικῆς ἐμβαλὼν, 391? νυκτὸς τὸν ποταμὸν διαβὰς, λείαν πολλὴν λαβὼν τὴν μὲν ὑπὲρ τὸν ποταμὸν ἐς τὴν φιλίαν ἀπεπέμψατο· αὐτὸς δὲ τοὺς ἄλλους στρατιώτας φαγεῖν κελεύσας ἀνέμεινε μέχρι μεσούσης ἡμέρας τοῦτο προσδοκῶν, ὃ δὴ καὶ ἐγένετο. οἱ γὰρ Λακεδαιμόνιοι μαθόντες ἐξεβοήθησαν ὡς ἀφαιρησόμενοι τὴν λείαν ἐπὶ τοῦ ποταμοῦ καὶ σπουδῇ δραμόντες διακόσια στάδια κε- κμηκότες, ἀσύντακτοι, διεσπαρμένοι πρὸς μάχην ἦσαν ἄχρηστοι. ὁ δὲ τοὺς αὐτοῦ στρατιώτας βεβρωκότας, ἀναπαυσαμένους, συντεταγμένους προσαγὼγν ῥᾳδίως τοὺς πλείστους αὐτῶν διέφθειρεν.

Χαβρίας ἦν ἐν Αἰγύπτῳ, στρατηγῶν τῷ βασιλεῖ 360/59 τῶν Αἰγυπτίων. τοῦ Περσῶν βασιλέως ἐπιστρατεύ- σαντος πεζῇ δυνάμει καὶ ναυτικῇ, ὁ τῶν Ἀἰγυπτίων βασιλεὶς ναῦς πολλὰς ἔχων ἠπόρει πληρωμάτων συγ- Cap. 11. § 6. Cf. Hertcberg, Agesilaus p. 339, not. 43 d. 3 ἔχοι F] ἔχει vulg. 4 γενέσθαι add. pr. n. 1 marg. ἐκ| add. Κ 5 συνελέγει F 6 ὅσα ἔδωκαν Hertiein; ὡς δέδωκαν F; ὡς εδωκαν M; ἃ ἔδωκαν Κ 8 Σελλασίαν Heringa et Cobet, var. lect. p. 290; ἑλλάδα F: Ἕλος Casautb., quod recepit Corais; Πελλάναν Rehdantz 15 καὶ om M στάδια F2 in marg.; στάμενα F, 17 αὐτοὺς P 18 προσαγαγὼν Κ; πρὸς διαγωγὴν F. κεκροτημένων. Χαβρίας καταλέξας Aἰγυπτίων [τοὺς] νεωτάτους, ἱκανοὺς πληρῶσαι ναῦς διακοσίας, ἐξελῶν τὰς κώπας τῶν τριήρων, ξύλα μακρὰ παραβαλὼν ἐπὶ τὸν αἰγιαλὸν, ὥστε ἐφʼ ἕνα καθῆσθαι, δοὺς αὐτοῖς τὰς κώπας καὶ κελευστὰς τῶν διγλώσσων ἐπιστήσας ὀλίγαις ἡμέραις ἐλαύνειν αὐτοὺς ἐδίδαξεν [καὶ τὰς ναῦς] ἐρετῶν συγκεκροτημένων ἐπλήρωσεν.

Χαβρίας ὁπότε νεοσύλλογον ἔχων δύναμιν (καὶ) μέλλοι παρατάττεσθαι, διὰ τοῦ κήρυκος ἐκέλευε τοὺς ἀρρώστως ἔχοντας χωρὶς τίθεσθαι τὰ ὅπλα. ὅσοι δὴ δειλοὶ καὶ ἀρρωστίαν προσποιούμενοι χωρὶς ἐτίθεντο τὰ ὅπλα, τούτοις ἐς μὲν τὴν μάχην οὐκ ἐχρῆτο, ἐς δὲ τὰς προκαταλήψεις τῶν ὀχυρῶν τόπων, ἴνα τὸ γοῦν πλῆθος ἐπιφαινόμενον αὐτῶν φόβον ἐνεργάζοιτο τοῖς πολεμίοις· καιροῦ δὲ παραστάντος ἐποίει ταχέως αὐτοὺς  αὐπομίσθους.

388

Χαβρίας προσπλεύσας πολεμίᾳ πόλει νυκτὸς τοὺς πελταστὰς ἀπεβίβασεν· αὐτὸς δὲ ἀρχομένης ἕω ἐπὶ τὸν λιμένα ἔπλει ἀπωτέρω τῆς πόλεως ὄντα. οἱ ἐκ τῆς πόλεως ἐξέδραμον κωλύσοντες ἀποβῆναι τοὺς ἐκ τῶν νεῶν· οἱ δὲ ἐκ τῆς ἐνέδρας πελτασταὶ ὄπισθεν ἐπι- φανέντες τοὺς μὲν διέφθειραν αὐτῶν, τοὺς δὲ ζωγρείᾳ λαβόντες τῶν νεῶν ἐπιβάντες ἀνήχθησαν.

388

Χαβρίας ἀπὸ τῶν πελταστῶν δέκα τοὺς δρομικω- Cap. 11. § 10 et 12. Cf Front. strat. 1, 4, 14. 1 [τοὺς| D; om. F 5 κελεύσας P 6 ἐδίδαξεν p; ἐβάδιζεν F; ἐθίξων R [καὶ τὰς ναῦς] Wesset. ad iod. 15, 92; R 8 ἔχων F; ἔχοι Cas. W (καὶ) seclusi 9 ἐκέλευε R, ἐκέλευσε F 10 δὴ F] δὲ vulg. 11 καὶ Hertlein; διʼ F, δὲ R; del. K 15 ἐποίει RΚ; ποιεῖ F 16 προσπελάσας M 18 ἀπωτέρω τῆς πόλεως ut 7, 20; ἀπό τε ῥώμης πόλεως F 19 πόλεως F; γῆς MD 20 ὄπισθεν vulg ; ὄπιθεν F. τάτους ἐφʼ ἑκάστην ναῦν ἀνεβιβάσατο καὶ νυκτὸς ἐς τὴν πολεμίαν ἀπεβίβασε καὶ λεηλατεῖν τὴν χώραν ἐκέ- λευσεν. οἱ δʼ ἐκ τῆς πόλεως ἐκβοηθήσαντες ἐπικρατεῖν τῶν λεηλατούντων ἔμελλον· ὁ δὲ προῖδὼν κατὰ σπου- δὴν ἐπὶ τὴν πόλιν ἔπλει. οἱ δὲ ἐκβοηθήσαντες τὸν ἐπίπλουν ἰδόντες ἐσπούδασαν, ἴνα μὴ καταλάβοι τὴν πόλιν. ὁ δὲ τὰς ναῦς τῇ χώρᾳ προσορμίσας τοὺς πελταστὰς καὶ τὴν λείαν ὅσην ἔλαβον ἀναλαβὼν καὶ δὴ ἀποπλεύσας ιᾤχετο.

Χαβρίας ἐν Νάξῳ μέλλων ναυμαχεῖν πρὸς Πόλ- 376 λιν παρήγγειλε τοῖς τριηράρχοις, ἐὰν ἰσοπαλεῖς κατὰ τὸν κίνδυνον ὦσι, τὰ σημεῖα τῶν ἰδίων νεῶν λάθρα καθελόντας εἰδέναι τὰς ἐπισήμους πολεμίας οὔσας. ἐπεὶ δὲ τοῦτο ἐγένετο, οἱ μὲν τοῦ Πόλλιδος κυβερνῇ- ται ταῖς ναυσὶ τῶν Ἀθηναίων ἀπαντῶντες διὰ τὸ μὴ ἔχειν αὐτὰς τὸ Ἀττικὸν σημεῖον ἀμφιγνοοῦντες παρέ- πλεον. οἱ δὲ τῶν Ἀθηναίων κατὰ τὸ παράγγελμα [ταῖς] ἐπισήμοις τῶν νεῶν ἔφθανον διδόντες διττὰς ἐμβολάς. τὸ τέχνασμα τοῦτο νίκην Ἀθηναίοις ἔδωκεν.

e.57,10

Χαβρίας εἰς Αἴγιναν νυκτὸς καταπλεύσας τρια- 388 κοσίους ἄνδρας εἰς τινα τόπον ἐπιτήδειον ἀποβιβάσας αὐτὸς παρέπλει. οἱ μὲν ἐκ τῆς πόλεως ἐπεξελθόντες τοῖς ἀποβᾶσι παρετάσσοντο καὶ πολλοὺς αὐτῶν ἀνή- ρουν, ὁ δὲ διὰ τάχους ἐς τὴν πόλιν εἰσέπλευσεν. οἱ δὲ πολῖται φοβηθέντες, μὴ τῆς πόλεως ἀποκλεισθῶσι, 1 ἀνεβιβάσατο Hertlein coll. 2, 11; παρεβιβάσατο F 7 τῇ χαώρᾳ Patakis; τῆς χώρας F, cf. 3, 10, 11 8 ἔλαβον Κ; ἔλαβεν F, ἤλαυνον Patakis 9 ὤχειτο F 10 Πόλιν F 11 ἰσοπαλὴς F 13 εἰδέναι F] διώκειν vel ἐμβάλλειν cum dativo R οὔσης F 16 αὐτὰς K; αὐτοὺς F 18 |ταῖς] K διδόντες Κ; διαδόντες F 20 Αἴγειναν F 22 οἱ μὲν οὖν τ. π ὑπεξελθόντες H 23 αὐτῶν on. M 25 δὲ HFM; om. CΚ. καταλιπόντες τὴν πρὸς τοὺς τριακοσίους μάχην ἀνε- χώρησαν ἐπὶ τὴν πόλιν.

360/59

Χαβρίας πρὸς τὰς ἐπιβολὰς τῶν κυμάτων ὑπὲρ τὴν παρεξειρεσίαν ἑκατέρου τοίχου δέρρεις παρέβαλεν, καὶ κατηλώσας ἀρτίως τῷ καταστρώματι κατὰ τὸ ὕψος φράγμα κατελάμβανεν αὐτὸ πρὸς τὰς παρεξει- ρεσίας. τοῦτο δὲ ἐκώλυε τὴν ναῦν ὑποβρύχιον φέ- ρεσθαι καὶ τοὺς ναύτας ὑπὸ τῶν κυμάτων βρέχεσθαι· καὶ τὰ ἐπιφερόμενα κύματα οὐχ ὁρῶντες διὰ τὴν τοῦ φράγματος πρόσθεσιν οὐκ ἐξανίσταντο διὰ τὸν φόβον οὐδὲ τὴν ναῦν ἔσφαλλον.

360/59

Χαβρίας πρὸς τοὺς πελαγίους πλοῦς καὶ τοὺς ἐν τῇ θαλάττῃ χειμῶνας κατεσκεύαζεν ἑκάστῃ τῶν νηῶν δισσὰ πηδάλια καὶ τοῖς μὲν ὑπάρχουσιν ἐν ταῖς εὐδίαις ἐχρῆτο, εἰ δὲ ἡ θάλασσα κοίλη γένοιτο, θάτερα διὰ τῆς παρεξειρεσίας κατὰ τὰς θρανίτιδας κώπας παρε- τίθει τοὺς αὐχένας ἔχοντα καὶ τοὺς οἴακας ὑπὲρ τοῦ καταστρώματος, ὥστε ἐξαιρομένης τῆς πρύμνης τούτοις τὴν ναῦν κατευθύνεσθαι.

391?

Χαερίας, καταδραμὼν τὴν Λακωνικὴν καὶ λείαν e.43,6 πολλὴν ἁρπάσας, Σθταρτιατῶν ἐκβοηθησάντων, ὧν Ἀγησίλαος ἡγεῖτο, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ 3 τὰς F; om. D ὑπὲρ Μaasv. et R; ὑπὸ F 4 παρέβαλεν scripsi cum Cas.(qui παρέβαλεν vel παρελάμβανεν) coll. Χenoph. Hellen. 1, 6, 19; 2, 1, 22; κατελάμβανεν F 5 κατηλώσας scripsi coll. Pοlux 1, 120 βύρσας προσηλοῦντες πρὸς τὰ τοιχίσματα τῶν νεῶν et C I. A. II, p. 791, v. 31 παραβλήματα κατ[η]λῶσ[ αι]; κατὰ μόνας F: ad rem cf. Cartault, la trieve athénienne, p. 62 sq. ἀρτίως Maasv.; ἀρτίους F 6 (et 16) παρεξερεσίας F 9 καὶ [γὰρ] τὰ R 10 πράγματος F ἐπιπρόσθησιν vel προστέθησιν con. K 11 ἔσφαλλον F; ἔσφαλον MD 14 ἴσως ὑπαρχούσῃ Darm. marg. δ. εὐθείαις F 15 ἐγένετο M 16 παρετήθει M; πατηθῆ F; παρήχθη aut παρετέθη R 18 ἐξαιρομένης Patakis ex V sublata puppi; ἐξαιρου- μένης F 20 καταδραμὼν Hertlein, quod probat W ; καταλαβὼν F. λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αίχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώτατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε σταδίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καῆναι διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν παρήγγειλε τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν κατὰ τὸ ὄπισθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνεχώρησαν· οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες μένειν τοὺς Αθηναίους νομίζοντες ὑπὸ τὴν ἕω διασκευασά- μενοι πρὸς μάχην σύνθημα λαβόντες τῷ λόφῳ προσ- ῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπε- δον εἶδον, ἀνεβόησεν Ἀγησίλαος ἄριστός γε στρατηγὸς Χαβρίαςʼ.

12. ΦΩΚΙΩΝ.

Φωκίων Ἀθηναίους ὡρμηκότας στρατεύειν ἐπὶ 323 βοιωτοὺς ἐκώλυεν· οἱ δὲ πολλῇ ὁρμῇ χρώμενοι τὸν πόλεμον ἐψηφίσαντο καὶ Φωκίωνα στρατηγόν. ὁ δὲ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὅσοι Ἀθηναίων μέχρι ἑξήκοντα ἐτῶν ἀπὸ ἥβης πέντε ἡμερῶν σιτία λαβόντες εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἕπεσθέ μοι. ὁ θόρυβος ἦν πολύς. οἱ πρεσβύτεροι καὶ μᾶλλον ἐβόων, ἀνεπήδων, ἠγανάκτουν. τότε δὴ Φωκίων οὐδὲν’, ἔφη δεινὸν ὑπομενεῖτε· κἀγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ετος μεθʼ ὑμῶν ἔσομαι᾿. τοῦτο ἀκούσαντες Ἀθηναῖοι Cap. 12. Cf. Plut Phoc. 24. 4 καίειν et legitur in H 5 παρήγγειλε om. H 7 ὄπισθεν F; ὄπιθεν H 10 νομίσαντες coni. Κ 13 ἐβόησεν H 21 ὁ om. K 22 ἀνεπήδων R et Κ; ἀνεπήδουν F: cf. 2, 2, 10. 4, 3, 11. 8, 16, 8. 8, 43 25 ἔτος Plut.; μέρος F ἔσομαι Plut.; κείσομαι F; ἐκεῖ ἔσομαι Cas.; ἀεὶ ἔσομαι Rod. Schoell.; νείσομαι R. τῆς ὁρμῆς τῆς ἐπὶ τὸν πόλεμον ἐπαύσαντο καὶ μετε- βάλοντο.*)

13. XAPHΣ.

Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας e.7,1 εἶναι φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας, προσ- έταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι, πρὶν εἰπεῖν, ὅς τις εἴη καὶ τίνος τάξεως. οὕτω δὴ συνέβη τοὺς κατασκόπους ἁλῶναι μὴ δυναμένους εἰπεῖν μήτε τάγμα μήτε λόχον μήτε συσσίτιον μήτε σύνθημα.

Χάρης ἐν Θρᾴκῃ χειμῶνος ὄντος ὑπερβολῇ τοὺς στρατιώτας ὁρῶν φειδομένους τῶν ἱματίων καὶ πρὸς τὸ πράττειν ἃ χρὴ διακειμένους ὀκνηρῶς παρήγγειλεν αὐτοῖς ἀλλάττειν παρʼ ἀλλήλων τὰ ἱμάτια. τούτου γὰρ γενομένου τῶν ἀλλοτρίων ἐσθήτων ἕκαστος οὐ φειδόμενος ἑτοιμότερος ἦν πράττειν τὰ κελευόμενα.

Χάρης ἀπῆγε στρατόπεδον ἐκ Θρᾴκης· πέκειντο e.46,7 οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμε- νος ἀποσπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν, ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἰππέων ἐκέλευσε παριππευσαμένους τὴν ταχίστην γενο- *) Alterum. Phocionis strategema habet H (26, 2): Ὅτι Φωκίων ἐρωτηθεὶς, πότε συμβουλεύει πολεμεῖν Ἀθηναίοις, εἶπεν ῾ ὅταν ἴδω τοὺς μὲν νέους τὴν τάξιν βουλομένους φυλάττειν, τοὺς δὲ πλουσίους εἰσφέρειν τῆ πόλει, τοὺς δὲ ῥήτορας μὴ κλέ- πτειν τὰ δημόσιαʼ; quae ex Plut. vita Phoc. 23 illata esse recte censuit W. 1 μετεβάλοντο F] μετεβάλλοντο MD 5 περιστήσας w coll. 5, 28, 2; ἐπιστήσας F; ἐπέστησε H 7 πρὸς ἀφιέναι F; ἀφιέ- ναι H καὶ ποίας τάξεως καὶ τίνος κοντουβερνίου H 11 (ἐν) χειμῶνος ὑπερβολῇ mavult K 19 καὶ , om. F 20 ἄποπτον et 22 περιιππευσαμένους coll 4, 8, 4. μένους ὄπισθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμηναν, οἱ δὲ προσκείμενοι Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες φεύγοντες ᾤχοντο. Χάρης δὲ ἀσφαλῆ τὴν ἀποχώρησιν ἐποιήσατο.

14. XAPIΔHMOΣ.e.54,9

Χαρίδημος Ἰλιέων λεηλατούντων αὐτοῦ τὴν πόλιν 359 οἰκέτην Ἰλιέα προελθόντα ἐπὶ λείαν συλλαβῶν μεγά- λοις δώροις ἔπεισε προδοῦναι τὴν πόλιν. ἵνα δὲ πιστὸς φανείη τοῖς φυλάττουσι τὰς πύλας, ἔδωκεν αὐτῷ πολλὰ πρόβατα καὶ ἀνδράποδα δίς που καὶ τρὶς ἀγαγεῖν. οἱ δὲ φύλακες ταῦτα νειμάμενοι συνεχώρουν αὐτῷ πολλάκις ἐξιέναι νύκτωρ καὶ σὺν αὐτῷ ἄνδρας πλείο- νας τὴν λείαν περιελαύνοντας. Χαρίδημος τοὺς μὲν σὺν αὐτῷ συλλαβῶν ἔδησε· τὰ δὲ τούτων ἱμάτια περι- βαλὼν ἰδίοις ἀνδράσιν ὡπλισμένοις ἔδωκεν αὐτοῖς τά τε ἄλλα τῆς λείας καὶ ἵππον ὡς αἰχμάλωτον. οἱ φύ- λακες, ἴνα δέξαιντο τὸν ἵππον, πᾶσαν τὴν πύλην ἀνέῳξαν. οἱ στρατιῶται τῷ ἵππῳ συνεισπεσόντες τούς τε φύλακας ἀπέκτειναν καὶ τὴν λοιπὴν δύναμιν δεξά- μενοι τῆς πόλεως ἐκράτησαν, ὥστε, εἰ χρή τι καὶ παῖξαι, δεύτερον ἑάλω τὸ Ἵλιον πάλιν ἵππῳ καταστρα- τηγούμενον.

15. ΔHMΗTPIΟΣ ΦΑΛHPΕΥΣ.e.52,4

Δημήτριος Φαληρεὺς συλλαμβάνεσθαι μέλλων ὑπὸ 292 Cap 14. Cf Aen. Τact 24, 3 sq.. Plut. Sertor 1. U+00AF Schaefer, Demostn. I, p. 137 et not 4; W. Dittenberger in satura phi- lologa H. Sauppio oblata 1879, p. 52 sq. Cap 15. De tempore cf. Droysen II, 2, p. 317, not. 2. 1 ὄπισθεν F; ὄπιθεν H 2 ἐσήμαναν H 6 πόλιν F; χώραν R 23 Δημ ὁ Φαληρεὺς vulgo; Φαληρεὺς om. F. τοῦ Θρᾳκῶν βασιλέως κατακρύψας αὐτὸν ἐς ἅμαξαν χορτοφόρον ἐς τὴν ὅμορον χώραν διεσώθη.

16. ΦIΛOKΛHΣ.266–263

Φιλοκλῆς, Πτολεμαίου στρατηγὸς, Καύνῳ προσ e.31,5 εστρατοπέδευσε καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύ- λακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν [σῖτον]· οἱ δὲ τὰς φυλακας τῶν τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμετροῦντο. Φιλοκλῆς ἐν τούτῳ τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβε τὴν πόλιν.

Cap. 16. Cf. Droysen III, 1, 272, not 2. U+00AF e Philocle cf. Homolle, Bull. de corr. hellen. IV (1880), p. 327 sqq., qoi Polyaeni Philoclem eundem esse putat, qui nominatur in in- scriptione Deliaca: Βασιλεὺς Σιδωνίων Φιλοκλῆς Ἀπολλοδαώρου; cf. Dittenbergger, Syll. inser. graec. I, 237, not. 1.4 Διοκλῆς MD 6 συνέθετο Cas. ex V insidias paravit; συνέθετο F 7 δώσειν [σῖτον| scripsi cum R; δόσιν |σίτου] 8 ἐμέτρουν H.