GetPassage urn:cts:greekLit:tlg0606.tlg001.1st1K-grc1:pr.1-pr.3 urn:cts:greekLit:tlg0606.tlg001.1st1K-grc1:pr.1-pr.3

α΄. Ἡ ῥητορική ἐστιν ἐπιστήμη τοῦ καλῶς καὶ πειστικῶς πάντα τὸν προκείμενον διαθέσθαι λόγον.

β΄. Εἴδη τοῦ ῥητορικοῦ ἐστι τέσσαρα, δικανικὸν συμβουλευτικὸν ἐγκωμιαστικὸν ἱστορικόν.

Δικανικὸν μὲν οὖν ἐστιν ἐν ᾧ κατηγοροῦμεν ἢ ἀπολογούμεθα, ἢ ἄλλως ἐν δικαστηρίῳ ἀμφισβητοῦμεν.

Συμβουλευντικὸν δὲ ἐν ᾧ προτρέπομέν τινα ἢ ἀποτρέπομεν.

Ἐγκωμιαστικὸν δὲ ἐν ἐγκωμιάζομέν τινα ἢ ψέγομεν.

Ἱστορικὸν  δὲ ἐν ᾧ διηγούμεθα πράξεις τινὰς μετὰ 448 κόσμου ὡς γεγενημένας.

γ΄. Μέρη δὲ τοῦ δικανικοῦ λόγου τέσσαρα, προοίμιον, διήγησις, ἀπόδειξις, ἐπίλογος.