GetPassage urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:4.9.1-4.9.18 urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:4.9.1-4.9.18

ὅταν ἄλλον ἴδῃς ἄρχοντα, ἀντίθες, ὅτι σὺ ἔχεις τὸ μὴ δεῖσθαι ἀρχῆς· ὅταν ἄλλον πλουτοῦντα, ἰδοῦ, τί ἀντὶ τούτου ἔχεις.

εἰ μὲν γὰρ μηδὲν ἔχεις ἀντʼ αὐτοῦ, ἄθλιος εἶ· εἰ δʼ ἔχεις τὸ μὴ χρείαν ἔχειν πλούτου, γίγνωσκε, ὅτι πλεῖον ἔχεις καὶ πολλῷ πλείονος ἄξιον.

ἄλλος γυναῖκα εὔμορφον, σὺ τὸ μὴ ἐπιθυμεῖν εὐμόρφου γυναικός. μικρά σοι δοκεῖ ταῦτα; καὶ πόσου ἂν τιμήσαιντο οὗτοι αὐτοὶ οἱ πλουτοῦντες καὶ ἄρχοντες καὶ μετʼ εὐμόρφων διαιτώμενοι δύνασθαι πλούτου καταφρονεῖν καὶ ἀρχῶν καὶ αὐτῶν τούτων τῶν γυναικῶν, ὧν ἐρῶσιν καὶ ὧν τυγχάνουσιν;

ἀγνοεῖς οἷόν τί ἐστι δίψος πυρέσσοντος; οὐδὲν ὅμοιον ἔχει τῷ τοῦ ὑγιαίνοντος. ἐκεῖνος πιὼν ἀποπέπαυται· ὁ δὲ πρὸς ὀλίγον ἡσθεὶς ναυτιᾷ, χολὴν αὐτὸ ποιεῖ ἀντὶ ὕδατος, ἐμεῖ, στροφοῦται, διψῇ σφοδρότερον.

τοιοῦτόν ἐστι μετʼ ἐπιθυμίας πλουτεῖν, μετʼ ἐπιθυμίας ἄρχειν, μετʼ ἐπιθυμίας καλῇ συγκαθεύδειν· ζηλοτυπία πρόσεστιν, φόβος τοῦ στερηθῆναι, αἰσχροὶ λόγοι, αἰσχρὰ ἐνθυμήματα, ἔργα ἀσχήμονα.

καὶ τί, φησίν, ἀπολλύω;— ἄνθρωπε, ὑπῆρχες αἰδήμων καὶ νῦν οὐκέτι εἶ· οὐδὲν ἀπολώλεκας; ἀντὶ Χρυσίππου καὶ Ζήνωνος Ἀριστείδην ἀναγιγνώσκεις καὶ Εὐηνόν· οὐδὲν ἀπολώλεκας; ἀντὶ Σωκράτους καὶ Διογένους τεθαύμακας τὸν πλείστας διαφθεῖραι καὶ ἀναπεῖσαι δυνάμενον.

καλὸς εἶναι θέλεις καὶ πλάσσεις σεαυτὸν μὴ ὢν καὶ ἐσθῆτα ἐπιδεικνύειν θέλεις στιλπνήν, ἵνα τὰς γυναῖκας ἐπιστρέφῃς, κἄν που μυραφίου ἐπιτύχῃς, μακάριος εἶναι δοκεῖς.

πρότερον δʼ οὐδὲ ἐνεθυμοῦ τι τούτων, ἀλλὰ ποῦ εὐσχήμων λόγος, ἀνὴρ ἀξιόλογος, ἐνθύμημα γενναῖον. τοιγαροῦν ἐκάθευδες ὡς ἀνήρ, προῄεις ὡς ἀνήρ, ἐσθῆτα ἐφόρεις ἀνδρικήν, λόγους ἐλάλεις πρέποντας ἀνδρὶ ἀγαθῷ· εἶτά μοι λέγεις οὐδὲν ἀπώλεσα;

οὕτως οὐδὲν ἄλλο ἢ κέρμα ἀπολλύουσιν ἄνθρωποι; αἰδὼς οὐκ ἀπόλλυται, εὐσχημοσύνη οὐκ ἀπόλλυται; ἢ οὐκ ἔστι ζημιωθῆναι ταῦτα ἀπολέσαντα;

σοὶ μὲν οὖν δοκεῖ τάχα τούτων οὐδὲν οὐκέτι εἶναι ζημία· ἦν δέ ποτε χρόνος, ὅτε μόνην αὐτὴν ὑπελογίζου καὶ ζημίαν καὶ βλάβην, ὅτε ἠγωνίας, μή τις ἐκσείσῃ σε τούτων τῶν λόγων καὶ ἔργων.

ἰδού, ἐκσέσεισαι ὑπʼ ἄλλου μὲν οὐδενός, ὑπὸ σαυτοῦ δέ. μαχέσθητι σαυτῷ, ἀφελοῦ σαυτὸν εἰς εὐσχημοσύνην, εἰς αἰδῶ, εἰς ἐλευθερίαν.

εἴ σοί τίς που ἔλεγεν περὶ ἐμοῦ ταῦτα, ὅτι μέ τις μοιχεύειν ἀναγκάζει, ὅτι ἐσθῆτα φορεῖν τοιαύτην, ὅτι μυρίζεσθαι, οὐκ ἂν ἀπελθὼν αὐτόχειρ ἐγένου τούτου τοῦ ἀνθρώπου τοῦ οὕτως μοι παραχρωμένου;

νῦν οὖν οὐ θέλεις σαυτῷ βοηθῆσαι; καὶ πόσῳ ῥᾴων αὕτη ἡ βοήθεια; οὐκ ἀποκτεῖναί τινα δεῖ, οὐ δῆσαι, οὐχ ὑβρίσαι, οὐκ εἰς ἀγορὰν προελθεῖν, ἀλλʼ αὐτὸν αὑτῷ λαλῆσαι, τῷ μάλιστα πεισθησομένῳ, πρὸς ὃν οὐδείς ἐστί σου πιθανώτερος.

καὶ πρῶτον μὲν κατάγνωθι τῶν γιγνομένων, εἶτα καταγνοὺς μὴ ἀπογνῷς σεαυτοῦ μηδὲ πάθῃς τὸ τῶν ἀγεννῶν ἀνθρώπων, οἳ ἅπαξ ἐνδόντες εἰσάπαν ἐπέδωκαν ἑαυτοὺς καὶ ὡς ὑπὸ ῥεύματος παρεσύρησαν, ἀλλὰ μάθε τὸ τῶν παιδοτριβῶν.

πέπτωκε τὸ παιδίον· ἀναστάς, φησίν, πάλιν πάλαιε, μέχρις ἂν ἰσχυροποιηθῇς.

τοιοῦτόν τι καὶ σὺ πάθε· ἴσθι γάρ, ὅτι οὐδέν ἐστιν εὐαγωγότερον ἀνθρωπίνης ψυχῆς. θελῆσαι δεῖ καὶ γέγονεν, διώρθωται· ὡς πάλιν ἀπονυστάσαι καὶ ἀπόλωλεν. ἔσωθεν γάρ ἐστι καὶ ἀπώλεια καὶ βοήθεια.

— εἶτα τί μοι ἀγαθόν; — καὶ τί ζητεῖς τούτου μεῖζον; ἐξ ἀναισχύντου αἰδήμων ἔσῃ, ἐξ ἀκόσμου κόσμιος, ἐξ ἀπίστου πιστός, ἐξ ἀκολάστου σώφρων.

εἴ τινα ἄλλα τούτων μείζονα ζητεῖς, ποίει ἃ ποιεῖς· οὐδὲ θεῶν σέ τις ἔτι σῶσαι δύναται.