GetPassage urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:3.22.90-3.22.109 urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:3.22.90-3.22.109

δεῖ δὲ καὶ χάριν πολλὴν προσεῖναι φυσικὴν τῷ Κυνικῷ καὶ ὀξύτητα (εἰ δὲ μή, μύξα γίνεται, ἄλλο δʼ οὐδέν), ἵνα ἑτοίμως δύνηται καὶ παρακειμένως πρὸς τὰ ἐμπίπτοντα ἀπαντᾶν.

ὡς Διογένης πρὸς τὸν εἰπόντα σὺ εἶ ὁ Διογένης ὁ μὴ οἰόμενος εἶναι θεούς; καὶ πῶς, ἔφη, σὲ θεοῖς ἐχθρὸν νομίζων;

πάλιν Ἀλεξάνδρῳ ἐπιστάντι αὐτῷ κοιμωμένῳ καὶ εἰπόντι οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα ἔνυπνος ἔτι ὢν ἀπήντησεν ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν.

πρὸ πάντων δὲ τὸ ἡγεμονικὸν αὐτοῦ δεῖ καθαρώτερον εἶναι τοῦ ἡλίου· εἰ δὲ μή, κυβευτὴν ἀνάγκη καὶ ῥᾳδιουργόν, ὅστις ἐνεχόμενός τινι αὐτὸς κακῷ ἐπιτιμήσει τοῖς ἄλλοις.

ὅρα γάρ, οἷόν ἐστιν. τοῖς βασιλεῦσι τούτοις καὶ τυράννοις οἱ δορυφόροι καὶ τὰ ὅπλα παρεῖχε τὸ ἐπιτιμᾶν τισιν καὶ δύνασθαι καὶ κολάζειν τοὺς ἁμαρτάνοντας καὶ αὐτοῖς οὖσι κακοῖς, τῷ Κυνικῷ ἀντὶ τῶν ὅπλων καὶ τῶν δορυφόρων τὸ συνειδὸς τὴν ἐξουσίαν ταύτην παραδίδωσιν.

ὅταν ἴδῃς, ὅτι ὑπερηγρύπνηκεν ὑπὲρ ἀνθρώπων καὶ πεπόνηκεν καὶ καθαρὸς μὲν κεκοίμηται, καθαρώτερον δʼ αὐτὸν ἔτι ὁ ὕπνος ἀφῆκεν, ἐντεθύμηται δʼ, ὅσα ἐντεθύμηται ὡς φίλος τοῖς θεοῖς, ὡς ὑπηρέτης, ὡς μετέχων τῆς ἀρχῆς τοῦ Διός, πανταχοῦ δʼ αὐτῷ πρόχειρον τὸ ἄγου δέ μʼ ὦ Ζεῦ καὶ σύ γʼ ἡ Πεπρωμένη, καὶ ὅτι εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γινέσθω·

διὰ τί μὴ θαρρήσῃ παρρησιάζεσθαι πρὸς τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ, πρὸς τὰ τέκνα, ἁπλῶς πρὸς τοὺς συγγενεῖς;

διὰ τοῦτο οὔτε περίεργος οὔτε πολυπράγμων ἐστὶν ὁ οὕτω διακείμενος· οὐ γὰρ τὰ ἀλλότρια πολυπραγμονεῖ, ὅταν τὰ ἀνθρώπινα ἐπισκοπῇ, ἀλλὰ τὰ ἴδια. εἰ δὲ μή, λέγε καὶ τὸν στρατηγὸν πολυπράγμονα, ὅταν τοὺς στρατιώτας ἐπισκοπῇ καὶ ἐξετάζῃ καὶ παραφυλάσσῃ καὶ τοὺς ἀκοσμοῦντας κολάζῃ.

ἐὰν δʼ ὑπὸ μάλης ἔχων πλακουντάριον ἐπιτιμᾷς ἄλλοις, ἐρῶ σοι· οὐ θέλεις μᾶλλον ἀπελθὼν εἰς γωνίαν καταφαγεῖν ἐκεῖνο ὃ κέκλοφας; τί δὲ σοὶ καὶ τοῖς ἀλλοτρίοις;

τίς γὰρ εἶ; ὁ ταῦρος εἶ ἢ ἡ βασίλισσα τῶν μελισσῶν; δεῖξόν μοι τὰ σύμβολα τῆς ἡγεμονίας, οἷα ἐκείνη ἐκ φύσεως ἔχει. εἰ δὲ κηφὴν εἶ ἐπιδικαζόμενος τῆς βασιλείας τῶν μελισσῶν, οὐ δοκεῖς ὅτι καὶ σὲ καταβαλλοῦσιν οἱ συμπολιτευόμενοι, ὡς αἱ μέλισσαι τοὺς κηφῆνας;

τὸ μὲν γὰρ ἀνεκτικὸν τοσοῦτον ἔχειν δεῖ τὸν Κυνικόν, ὥστʼ αὐτὸν ἀναίσθητον δοκεῖν τοῖς πολλοῖς καὶ λίθον· οὐδεὶς αὐτὸν λοιδορεῖ, οὐδεὶς τύπτει, οὐδεὶς ὑβρίζει· τὸ σωμάτιον δʼ αὐτοῦ δέδωκεν αὐτὸς χρῆσθαι τῷ θέλοντι ὡς βούλεται.

μέμνηται γάρ, ὅτι τὸ χεῖρον ἀνάγκη νικᾶσθαι ὑπὸ τοῦ κρείττονος, ὅπου χεῖρόν ἐστιν, τὸ δὲ σωμάτιον τῶν πολλῶν χεῖρον, τὸ ἀσθενέστερον τῶν ἰσχυροτέρων.

οὐδέποτʼ οὖν εἰς τοῦτον καταβαίνει τὸν ἀγῶνα, ὅπου δύναται νικηθῆναι, ἀλλὰ τῶν ἀλλοτρίων εὐθὺς ἐξίσταται, τῶν δούλων οὐκ ἀντιποιεῖται.

ὅπου δὲ προαίρεσις καὶ χρῆσις τῶν φαντασιῶν, ἐκεῖ ὄψει, ὅσα ὄμματα ἔχει, ἵνʼ εἴπῃς, ὅτι Ἄργος τυφλὸς ἦν πρὸς αὐτόν.

μή που συγκατάθεσις προπετής, μή που ὁρμὴ εἰκαία, μή που ὄρεξις ἀποτευκτική, μή που ἔκκλισις περιπτωτική, μή που ἐπιβολὴ ἀτελής, μή που μέμψις, μή που ταπείνωσις ἢ φθόνος;

ὧδε ἡ πολλὴ προσοχὴ καὶ σύντασις, τῶν δʼ ἄλλων ἕνεκα ὕπτιος ῥέγκει· εἰρήνη πᾶσα. λῃστὴς προαιρέσεως οὐ γίνεται, τύραννος οὐ γίνεται.

σωματίου δέ; ναί. καὶ κτησειδίου; ναί· καὶ ἀρχῶν καὶ τιμῶν. τί οὖν αὐτῷ τούτων μέλει; ὅταν οὖν τις διὰ τούτων αὐτὸν ἐκφοβῇ, λέγει αὐτῷ ὕπαγε, ζήτει τὰ παιδία· ἐκείνοις τὰ προσωπεῖα φοβερά ἐστιν, ἐγὼ δʼ οἶδα, ὅτι ὀστράκινά ἐστιν, ἔσωθεν δὲ οὐδὲν ἔχει.

περὶ τοιούτου πράγματος βουλεύῃ. ὥστε ἐάν σοι δόξῃ, τὸν θεόν σοι, ὑπέρθου καὶ ἰδού σοι πρῶτον τὴν παρασκευήν.

ἰδοὺ γάρ, τί καὶ ὁ Ἕκτωρ λέγει τῇ Ἀνδρομάχῃ· ὕπαγε, φησίν, μᾶλλον εἰς οἶκον καὶ ὕφαινε· πόλεμος δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί.

οὕτως καὶ τῆς ἰδίας παρασκευῆς συνῄσθετο καὶ τῆς ἐκείνης ἀδυναμίας.