GetPassage urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:1.6.21-1.6.40 urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:1.6.21-1.6.40

κατέληξεν δʼ ἐπὶ θεωρίαν καὶ παρακολούθησιν καὶ σύμφωνον διεξαγωγὴν τῇ φύσει.

ὁρᾶτε οὖν, μὴ ἀθέατοι τούτων ἀποθάνητε.

ἀλλʼ εἰς Ὀλυμπίαν μὲν ἀποδημεῖτε, ἵνʼ εἴδητε τὸ ἔργον τοῦ Φειδίου, καὶ ἀτύχημα ἕκαστος ὑμῶν οἴεται τὸ ἀνιστόρητος τούτων ἀποθανεῖν·

ὅπου δʼ οὐδʼ ἀποδημῆσαι χρεία ἐστίν, ἀλλʼ ἐστὲ ἤδη καὶ πάρεστε τοῖς ἔργοις, ταῦτα δὲ θεάσασθαι καὶ κατανοῆσαι οὐκ ἐπιθυμήσετε;

οὐκ αἰσθήσεσθε τοίνυν, οὔτε τίνες ἐστὲ οὔτʼ ἐπὶ τί γεγόνατε οὔτε ἐπὶ τί τοῦτό ἐστιν, ἐφʼ οὗ τὴν θέαν παρείληφθε;

— ἀλλὰ γίνεταί τινα ἀηδῆ καὶ χαλεπὰ ἐν τῷ βίῳ. — ἐν Ὀλυμπίᾳ δʼ οὐ γίνεται; οὐ καυματίζεσθε; οὐ στενοχωρεῖσθε; οὐ κακῶς λούεσθε; οὐ καταβρέχεσθε, ὅταν βρέχῃ; θορύβου δὲ καὶ βοῆς καὶ τῶν ἄλλων χαλεπῶν οὐκ ἀπολαύετε;

ἀλλʼ οἶμαι ὅτι ταῦτα πάντα ἀντιτιθέντες πρὸς τὸ ἀξιόλογον τῆς θέας φέρετε καὶ ἀνέχεσθε.

ἄγε δυνάμεις δʼ οὐκ εἰλήφατε, καθʼ ἃς οἴσετε πᾶν τὸ συμβαῖνον; μεγαλοψυχίαν οὐκ εἰλήφατε; ἀνδρείαν οὐκ εἰλήφατε;

καρτερίαν οὐκ εἰλήφατε; καὶ τί ἔτι μοι μέλει μεγαλοψύχῳ ὄντι τῶν ἀποβῆναι δυναμένων; τί μʼ ἐκστήσει ἢ ταράξει ἢ τί ὀδυνηρὸν φανεῖται; οὐ χρήσομαι τῇ δυνάμει πρὸς ἃ εἴληφα αὐτήν, ἀλλʼ ἐπὶ τοῖς ἀποβαίνουσιν πενθήσω καὶ στενάξω;

ναί· ἀλλʼ αἱ μύξαι μου ῥέουσιν. τίνος οὖν ἕνεκα χεῖρας ἔχεις, ἀνδράποδον; οὐχ ἵνα καὶ ἀπομύσσῃς σεαυτόν;

— τοῦτο οὖν εὔλογον μύξας γίνεσθαι ἐν τῷ κόσμῳ;

— καὶ πόσῳ κρεῖττον ἀπομύξασθαί σε ἢ ἐγκαλεῖν; ἢ τί οἴει ὅτι ὁ Ἡρακλῆς ἂν ἀπέβη, εἰ μὴ λέων τοιοῦτος ἐγένετο καὶ ὕδρα καὶ ἔλαφρος καὶ σῦς καὶ ἄδικοί τινες ἄνθρωποι καὶ θηριώδεις, οὓς ἐκεῖνος ἐξήλαυνεν καὶ ἐκάθαιρεν;

καὶ τί ἂν ἐποίει μηδενὸς τοιούτου γεγονότος; ἢ δῆλον ὅτι ἐντετυλιγμένος ἂν ἐκάθευδεν; οὐκοῦν πρῶτον μὲν οὐκ ἂν ἐγένετο Ἡρακλῆς ἐν τρυφῇ τοιαύτῃ καὶ ἡσυχίᾳ νυστάζων ὅλον τὸν βίον· εἰ δʼ ἄρα καὶ ἐγένετο, τί ὄφελος αὐτοῦ;

τίς δὲ χρῆσις τῶν βραχιόνων τῶν ἐκείνου καὶ τῆς ἄλλης ἀλκῆς καὶ καρτερίας καὶ γενναιότητος, εἰ μὴ τοιαῦταί τινες αὐτὸν περιστάσεις καὶ ὗλαι διέσεισαν καὶ ἐγύμνασαν;

τί οὖν; αὑτῷ ταύτας ἔδει κατασκευάζειν καὶ ζητεῖν ποθεν λέοντα εἰσαγαγεῖν εἰς τὴν χώραν τὴν αὑτοῦ καὶ σῦν καὶ ὕδραν;

μωρία τοῦτο καὶ μανία. γενόμενα δὲ καὶ εὑρεθέντα εὔχρηστα ἦν πρὸς τὸ δεῖξαι καὶ γυμνάσαι τὸν Ἡρακλέα.

ἄγε οὖν καὶ σὺ τούτων αἰσθόμενος ἀπόβλεψον εἰς τὰς δυνάμεις ἃς ἔχεις καὶ ἀπιδὼν εἰπὲ φέρε νῦν, ὦ Ζεῦ, ἣν θέλεις περίστασιν· ἔχω γὰρ παρασκευὴν ἐκ σοῦ μοι δεδομένην καὶ ἀφορμὰς πρὸς τὸ κοσμῆσαι διὰ τῶν ἀποβαινόντων ἐμαυτόν

οὔ· ἀλλὰ κάθησθε τὰ μὲν μὴ συμβῇ τρέμοντες, τῶν δὲ συμβαινόντων ὀδυρόμενοι καὶ πενθοῦντες καὶ στένοντες· εἶτα τοῖς θεοῖς ἐγκαλεῖτε.

τί γάρ ἐστιν ἄλλο ἀκόλουθον τῇ τοιαύτῃ ἀγεννείᾳ ἢ καὶ ἀσέβεια;

καίτοι ὅ γε θεὸς οὐ μόνον ἔδωκεν ἡμῖν τὰς δυνάμεις ταύτας, καθʼ ἃς οἴσομεν πᾶν τὸ ἀποβαῖνον μὴ ταπεινούμενοι μηδὲ συγκλώμενοι ὑπʼ αὐτοῦ, ἀλλʼ ὃ ἦν ἀγαθοῦ βασιλέως καὶ ταῖς ἀληθείαις πατρός, ἀκώλυτον τοῦτο ἔδωκεν, ἀνανάγκαστον, ἀπαραπόδιστον, ὅλον αὐτὸ ἐφʼ ἡμῖν ἐποίησεν οὐδʼ αὑτῷ τινα πρὸς τοῦτο ἰσχὺν ἀπολιπών, ὥστε κωλῦσαι ἢ ἐμποδίσαι.