GetPassage urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:1.18.1-1.18.9 urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:1.18.1-1.18.9

εἰ ἀληθές ἐστι τὸ ὑπὸ τῶν φιλοσόφων λεγόμενον ὅτι πᾶσιν ἀνθρώποις μία ἀρχὴ καθάπερ τοῦ συγκαταθέσθαι τὸ παθεῖν ὅτι ὑπάρχει καὶ τοῦ ἀνανεῦσαι τὸ παθεῖν ὅτι οὐχ ὑπάρχει καὶ νὴ Δία τοῦ ἐπισχεῖν τὸ παθεῖν ὅτι ἄδηλόν ἐστιν,

οὕτως καὶ τοῦ ὁρμῆσαι ἐπί τι τὸ παθεῖν ὅτι ἐμοὶ συμφέρει, ἀμήχανον δʼ ἄλλο μὲν κρίνειν τὸ συμφέρον, ἄλλου δʼ ὀρέγεσθαι καὶ ἄλλο μὲν κρίνειν καθῆκον, ἐπʼ ἄλλο δὲ ὁρμᾶν, τί ἔτι τοῖς πολλοῖς χαλεπαίνομεν;

— κλέπται, φησίν, εἰσὶ καὶ λωποδύται. — τί ἐστι τὸ κλέπται καὶ λωποδύται; πεπλάνηνται περὶ ἀγαθῶν καὶ κακῶν. χαλεπαίνειν οὖν δεῖ αὐτοῖς ἢ ἐλεεῖν αὐτούς;

ἀλλὰ δεῖξον τὴν πλάνην καὶ ὄψει πῶς ἀφίστανται τῶν ἁμαρτημάτων. ἂν δὲ μὴ βλέπωσιν, οὐδὲν ἔχουσιν ἀνώτερον τοῦ δοκοῦντος αὐτοῖς.

τοῦτον οὖν τὸν λῃστὴν καὶ τοῦτον τὸν μοιχὸν οὐκ ἔδει ἀπολωλέναι;

— μηδαμῶς, ἀλλʼ ἐκεῖνο μᾶλλον τοῦτον τὸν πεπλανημένον καὶ ἐξηπατημένον περὶ τῶν μεγίστων καὶ ἀποτετυφλωμένον οὐ τὴν ὄψιν τὴν διακριτικὴν τῶν λευκῶν καὶ μελάνων, ἀλλὰ τὴν γνώμην τὴν διακριτικὴν τῶν ἀγαθῶν καὶ τῶν κακῶν μὴ ἀπολλύναι;

κἂν οὕτως λέγῃς, γνώσῃ πῶς ἀπάνθρωπόν ἐστιν ὃ λέγεις καὶ ὅτι ἐκείνῳ ὅμοιον τοῦτον οὖν τὸν τυφλὸν μὴ ἀπολλύναι καὶ τὸν κωφόν;

εἰ γὰρ μεγίστη βλάβη ἡ τῶν μεγίστων ἀπώλειά ἐστιν, μέγιστον δʼ ἐν ἑκάστῳ προαίρεσις οἵα δεῖ καὶ τούτου στέρεταί τις, τί ἔτι χαλεπαίνεις αὐτῷ;

ἄνθρωπε, εἰ σὲ δεῖ παρὰ φύσιν ἐπὶ τοῖς ἀλλοτρίοις κακοῖς διατίθεσθαι, ἐλέει αὐτὸν μᾶλλον ἢ μίσει· ἄφες τοῦτο τὸ προσκοπτικὸν καὶ μισητικόν·