GetPassage urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:1.15.1-1.15.8 urn:cts:greekLit:tlg0557.tlg001.perseus-grc2:1.15.1-1.15.8

συμβουλευομένου τινός, πῶς τὸν ἀδελφὸν πείσῃ μηκέτι χαλεπῶς αὐτῷ ἔχειν,

οὐκ ἐπαγγέλλεται, ἔφη, φιλοσοφία τῶν ἐκτός τι περιποιήσειν τῷ ἀνθρώπῳ· εἰ δὲ μή, ἔξω τι τῆς ἰδίας ὕλης ἀναδέξεται. ὡς γὰρ τέκτονος ὕλη τὰ ξύλα, ἀνδριαντοποιοῦ ὁ χαλκός, οὕτως τῆς περὶ βίον τέχνης ὕλη ὁ βίος αὐτοῦ ἑκάστου.

— τί οὖν ὁ τοῦ ἀδελφοῦ; — πάλιν τῆς αὐτοῦ ἐκείνου τέχνης ἐστίν, πρὸς δὲ τὴν σὴν τῶν ἐκτός ἐστιν, ὅμοιον ἀγρῷ, ὅμοιον ὑγείᾳ, ὅμοιον εὐδοξίᾳ. τούτων δʼ οὐδὲν ἐπαγγέλλεται· φιλοσοφία.

ἐν πάσῃ περιστάσει τηρήσω τὸ ἡγεμονικὸν κατὰ φύσιν ἔχον. — τὸ τίνος; — τὸ ἐκείνου, ἐν ᾧ εἰμί.

— πῶς οὖν ἐκεῖνός μοι μὴ ὀργίζηται; — φέρε μοι ἐκεῖνον κἀκείνῳ ἐρῶ, σοὶ δὲ περὶ τῆς ἐκείνου ὀργῆς οὐδὲν ἔχω λέγειν.

εἰπόντος δὲ τοῦ συμβουλευομένου ὅτι Τοῦτο ζητῶ, πῶς ἂν ἐκείνου καὶ μὴ διαλλασσομένου κατὰ φύσιν ἔχοιμι,

οὐδέν, ἔφη, τῶν μεγάλων ἄφνω γίνεται, ὅπου γε οὐδʼ ὁ βότρυς οὐδὲ σῦκον. ἄν μοι νῦν λέγῃς ὅτι θέλω σῦκον, ἀποκρινοῦμαί σοι ὅτι χρόνου δεῖ. ἄφες ἀνθήσῃ πρῶτον, εἶτα προβάλῃ τὸν καρπόν, εἶτα πεπανθῇ.

εἶτα συκῆς μὲν καρπὸς ἄφνω καὶ μιᾷ ὥρᾳ οὐ τελειοῦται, γνώμης δʼ ἀνθρώπου καρπὸν θέλεις οὕτως διʼ ὀλίγου καὶ εὐκόλως κτήσασθαι; μηδʼ ἂν ἐγώ σοι λέγω, προσδόκα.