GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.7.21-2.8.10 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.7.21-2.8.10

πάλιν καὶ ὅτι ἐστὶν ἐμπόδιον ἡ ἡδονή, οὐκ ἔφασαν αὐτὴν ἀγαθὸνεἶναι. τὸ δʼ ἐμπόδιον φάσκειν εἶναιδιὰ τὸ μὴ ὀρθῶς σκοπεῖν φαίνετʼ αὐτοῖς. οὐ γάρ ἐστιν ἐμπόδιον ἡ ἀπὸ τοῦ πράγματος τοῦ πραττομένου ἡδονή· ἐὰν μέντοι ἄλλη, ἐμπόδιον, οἷον ἡ ἀπὸ τῆς μέθης ἡδονὴ ἐμπόδιόν ἐστι τοῦ πράττειν,

ἀλλʼ οὕτω μὲν καὶ ἐπιστήμη ἐπιστήμης ἐμπόδιον ἔσται· οὐ γάρ ἐστιν ἅμα ἀμφοτέραις ἐνεργεῖν. ἀλλὰ διὰ τί οὐκ ἀγαθὸν ἡ ἐπιστήμη, ἂν ποιῇ τὴν ἀπὸ τῆς ἐπιστήμης ἡδονήν; καὶ πότερον ἐμπόδιον ἔσται; ἢ οὔ, ἀλλὰ μᾶλλον πράξει;

ἡ γὰρ ἡδονὴ παρορμᾷ πρὸς τὸ μᾶλλον πράττειν ἀπʼ αὐτοῦ γινομένη, ἐπεὶ τὸν σπουδαῖον ποίησον πράττειν τὰ κατʼ ἀρετήν, καὶ ἡδέως ταῦτα πράττειν· ἆρα 1205b, 29—37 ═ E. N. 1153a, 27 — 35. b, 25—28 || 38—1206a, 25 ═ E. N. 1153a, 20—23, cf. Ramsauer p. 19. 25 γὰρ] δὲ? Susem. || 27. βέλτιστοι, ut videtur, P2, βελτίους τε Ald. || 30. δὴ] δὲ? Susem. || 33. ἀγαθὸν Rassovius, γʼ ἀγαθὸν coniecerat Casadbonus, τἀγαθὸν Π Ald. Bk. Bu. δεῖ P2 (haud recte), δὴ M || 1206a, 2. τοῦ δʼ M Ald. et pr. Kb, το δʼ corr. Kb || 11. τὰ om Π2P2. οὐ πολλῷ μᾶλλον ἐνεργήσει κατὰ τὴν πρᾶξιν; καὶ ἐὰν μέν γε ἡδόμενος πράττῃ, σπουδαῖος ἔσται, ἂν δὲ λυπούμενος τὰ καλὰ πράττῃ, οὐ σπουδαῖος. ἡ γὰρ λύπη ἐπὶ τοῖς διʼ ἀνάγκην ἐστίν, ὥστʼ εἰ λυπεῖταί τις τὰ καλὰ πράττων, ἀναγκαζόμενος πράττει· ὁ δʼ ἐξ ἀνάγκης πράττων οὐ σπουδαῖος.

ἀλλὰ μὴν οὐκ ἔστιν γε μὴ λυπούμενον ἢ ἡδόμενον τὰ κατʼ ἀρετὴν πράττειν· τὸ δʼ ἀνὰ μέσον οὐκ ἔστιν. διὰ τί; ὅτι ἡ ἀρετὴ ἐν πάθει, τὸ δὲ πάθος ἐν λύπῃ καὶ ἡδονῇ, ἐν δὲ τῷ ἀνὰ μέσον οὐκ ἔστιν· δῆλον οὖν ὡς καὶ ἡ ἀρετὴ μετὰ λύπης ἢ ἡδονῆς. εἰ μὲν οὖν λυπούμενός τίς τὰ καλὰ πράττει, οὐ σπουδαῖος. ὥστε οὐκ ἂν εἴη ἡ ἀρετὴ μετὰ λύπης· μεθʼ ἡδονῆς ἄρα.

οὐ μόνον ἄρα οὐκ ἐμπόδιόν ἐστιν ἡ ἡδονή, ἀλλὰ καὶ προτρεπτικὸν πρὸς τὸ πράττειν, καὶ τὸ ὅλον δὲ οὐκ ἐνδέχεται ἄνευ ἡδονῆς εἶναι τῆς ἀπʼ αὐτῆς γινομένης.

ἄλλος ἦν λόγος ὅτι οὐδεμία ποιεῖ ἐπιστήμη ἡδονήν. ἔστιν δὲ οὐδὲ τοῦτο ἀληθές. οἱ γὰρ δειπνοποιοὶ καὶ σττεφανοποιοὶ καὶ [οἰ] μυρεψοὶ ἡδονῆς εἰσιν ποιητικοί. [ἀλλὰ δὴ ταῖς ἄλλαις ἐπιστήμαις οὐκ ἔστιν ἡ ἡδονὴ ὡς τέλος, ἀλλὰ μεθʼ ἡδονῆς τε καὶ οὐκ ἄνευ ἡδονῆς.] ἔστιν οὖν καὶ ἐπιστήμη ποιητικὴ ἡδονῆς.∗

ἔτι δὲ καὶ ἄλλος ἐλέγετο, ὅτι οὐκ ἄριστον. ἀλλʼ οὕτως μὲν καὶ τῷ τοιούτῳ λόγῳ ἀναιρήσεις καὶ τὰς καθʼ ἕκαστα λεγομένας ἀρετάς. ἡ γὰρ ἀνδρεία οὐκ ἔστιν ἄριστον· ἆῤ οὖν διὰ τοῦτʼ οὐκ ἀγαθόν; ἢ τοῦτʼ ἄτοπον; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οὐδὲ ἡδονὴ διὰ τοῦτʼ οὐκ ἀγαθόν, ὅτι οὐκ ἄριστον.

ἀπορήσειε δʼ ἄν τις μεταβὰς καὶ ἐπὶ τῶν ἀρετῶν τὸ τοιοῦτον. οἷον ἐπειδὴ ὁ λόγος κρατεῖ ποτε τῶν παθῶν (φαμὲν γὰρ 1206a, 26—30 ═ E. N. 1153a, 23—27: ergo omisit scriptor 1153a, 36—b, 25. b, 29—1154b, 31, v. Spengel. p. 496. Ramsauer p. 30 sq. || 36—1206b, 29. v. prolegg. p. XIV 18. δʼ] γὰρ? Susem. || 21. ἢ Va., καὶ Π et editiones || 27. οἱ alterum om.Π2Bk.Bu. 28. ἀλλὰ —30. ἄνευ ἡδονῆς post 30. ποιητικὴ ἡδονῆς tri. Susem. || 30. καὶ] ἡ Π2, om Ald. || 31. δὲ add. Π2Ald. ἄλλος Spengelius, ἄλλως ΠVa. editiones || οὐ τἄριστον? et 33. ἔστι τἄριστον? Susem. || 34 διὰ τοῦτʼ Π1Va., διὰ ταῦτα Π2 || 35 οὐδὲ 〈δὴ〉 —οὐ τἄριστον? Susem. ἐπὶ τοῦ ἐγκρατοῦς), καὶ τὰ πάθη δὲ πάλιν ἀντεστραμμένως τοῦ λόγου κρατεῖ (οἷον ἐπὶ τῶν ἀκρατῶν συμβαίνει), ἐπεὶ 1206 b οὖν τὸ ἄλογον μέρος τῆς ψυχῆς ἔχον τὴν κακίαν κρατεῖ τοῦ λόγου εὖ διακειμένου (ὁ γὰρ ἀκρατὴς τοιοῦτος), καὶ ὁ λόγος ὁμοίως φαύλως διακείμενος κρατήσει τῶν παθῶν εὖ διακειμένων καὶ ἐχόντων τὴν οἰκείαν ἀρετήν, εἰ δὲ τοῦτʼ ἔσται, συμβήσεται τῇ ἀρετῇ κακῶς χρῆσθαι (ὁ γὰρ λόγος φαύλως διακείμενος καὶ χρώμενος τῇ ἀρετῇ κακῶς αὐτῇ χρήσεται)· τὸ δὴ τοιοῦτον ἄτοπον ἂν συμβαίνειν δόξειεν.

πρὸς δὴ τὴν τοιαύτην ἀπορίαν ῥᾴδιον ἀντειπεῖν καὶ λῦσαι ἐκ τῶν ἔμπροσθεν ἡμῖν εἰρημένων ὑπὲρ ἀρετῆς. τότε γάρ φαμεν εἶναι ἀρετήν, ὅταν ὁ λόγος εὖ διακείμενος τοῖς πάθεσιν ἔχουσι τὴν οἰκείαν ἀρετὴν σύμμετρος ᾖ, καὶ τὰ πάθη τῷ λόγῳ· οὕτω γὰρ διακείμενα συμφωνήσουσι πρὸς ἄλληλα, ὥστε τὸν μὲν λόγον προστάττειν ἀεὶ τὸ βέλτιστον, τὰ δὲ πάθη ῥᾳδίως εὖ διακείμενα ποιεῖν ὃ ἂν ὁ λόγος προστάττῃ·

ἂν οὖν ὁ λόγος φαύλως διακείμενος, τὰ δὲ πάθη εὖ, οὐκ ἔσται ἀρετὴ ἐκλείπ τοντος τοῦ λόγου (ἐξ ἀμφοτέρων γὰρ ἡ ἀρετή)· ὥστʼ οὐδὲ κακῶς χρῆσθαι ἐνδέχεται ἀρετῇ. — ἀπλῶς δʼ οὐχ, ὥσπερ οἴονται οἱ ἄλλοι, τῆς ἀρετῆς ἀρχὴ καὶ ἡγεμών ἐστιν ὁ λόγος, ἀλλὰ μᾶλλον τὰ πάθη. δεῖ γὰρ πρὸς τὸ καλὸν ὁρμὴν ἄλογόν τινα πρῶτον ἐγγίνεσθαι (ὃ καὶ γίνεται), εἶθʼ οὕτως τὸν λόγον ὕστερον ἐπωψηφίζοντα εἶναι καὶ διακρίνοντα. ἴδοι δʼ ἄν τις τοῦτο ἐκ τῶν παιδίων καὶ τῶν ἄνευ λόγου ζώντων· ἐν γὰρ τούτοις ἄνευ τοῦ λόγου ἐγγίνονται ὁρμαὶ τῶν παθῶν πρὸς τὸ καλὸν πρότερον, ὁ δὲ λόγος ὕστερος ἐπιγινόμενος καὶ σύμψηφος ὢν ποιεῖ πράττειν τὰ καλά. ἀλλʼ οὐκ ἐὰν ἀπὸ τοῦ λόγου τὴν ἀρχὴν λάβῃ πρὸς τὰ καλά, οὐκ 1206 b, 1. οὖν secl. Scaliger (perperam) || 3. φαύλως διακείμενος Mielachius, φαῦλος· διὸ κἀκεῖνος ΠAld.Va.Bk.Bu. || 5. λόγος φαύλως Spengelius, λόγῳ φαύλῳ ΠAld. Va.Bk.Bu. || 7. πρὸς δὲ? Susem. || 17. ὥσπερ] ὡς Π2Bk.Bu. (fors. recte). || 22. παέδων KbAld. || 23. ζῴων Scaliger || τοῦ om. Π 24. τῶν om. KbBk.Bu. (fors recte) || πρότερον Π1Va., om. || 26. οὐκ Π1Va., om. ἀκολουθεῖ τὰ πάθη ὁμογνωμονοῦντα, ἀλλὰ πολλάκις ἐναντιοῦται· διὸ μᾶλλον ἀρχῇ ἔοικεν πρὸς τὴν ἀρετὴν τὸ πάθος εὖ διακείμενον ἢ ὁ λόγος.

ἐχόμενον δʼ ἂν εἴη τούτων εἰπεῖν, ἐπειδὴ περὶ εὐδαιμονίας ἐστὶν ὁ λόγος, περὶ εὐτυχίας. οἴονται γὰρ οἱ πολλοὶ τὸν εὐδαίμονα βίον τὸν εὐτυχῆ εἶναι ἢ οὐκ ἄνευ γε εὐτυχίας, καὶ ὀρθῶς ἴσως· ἄνευ γὰρ τῶν ἐκτὸς ἀγαθῶν, ὧν ἡ τύχη ἐστὶ κυρία, οὐκ ἐνδέχεται εὐδαίμονα εἶναι. διὸ ῥητέον ἐστὶν ὑπὲρ εὐτυχίας, καὶ ἀπλῶς ὁ εὐτυχὴς τίς ἐστι καὶ ἐν τίσι καὶ περὶ τί.

πρῶτον μὲν οὖν ἐπὶ ταῦτʼ ἄν τις ἐλθὼν καὶ ἐπιβλέψας ἀπορήσειεν. οὔτε γὰρ ἂν εἴποι τις τὴν τύχην ὥς ἐστι φύσις. ἡ γὰρ φύσις [ἀεὶ] οὖ ἐστιν αἰτία, τούτου ὡς ἐπὶ τὸ πολὺ ἢ ∗ ὡσαύτως ποιητικὴ ἐστίν, ἡ δέ γε τύχη οὐδέποτε, ἀλλʼ ἀτάκτως καὶ ὡς ἔτυχεν· διὸ ἡ τύχη ἐν τοῖς 1207a τοιούτοις λέγεται. οὔτε δὴ νοῦν γέ τινα ἢ λόγον ὀρθόν· καὶ γὰρ ἐνταῦθα οὐχ ἧττόν ἐστι τὸ τεταγμένον καὶ τὸ ἀεὶ ὡσαύτως, ἡ δὲ τύχη οὔ. διὸ καὶ οὗ πλεῖστος νοῦς καὶ λόγος, ἐνταῦθα ἐλαχίστη [καὶ] τύχη, οὖ δὲ πλείστη τύχη, ἐνταῦθʼ ἐλάχιστος νοῦς.

ἀλλʼ ἆρά γε ἡ εὐτυχία ἐστὶν ὡς ἐπιμέλειά τις θεῶν; ἢ τοῦτʼ οὐκ ἂν δόξειεν; τὸν γὰρ θεὸν ἀξιοῦμεν κύριον ὄντα τῶν τοιούτων τοῖς ἀξίοις ἀπονέμειν καὶ τἀγαθὰ καὶ τὰ κακά, ἡ δὲ τύχη καὶ τὰ ἀπὸ τῆς τύχης ὡς ἀληθῶς ὡς ἂν τύχῃ γίνεται. εἰ δέ γε τῷ θεῷ τὸ τοιοῦτον ἀπονέμομεν, φαῦλον αὐτὸν 1206b, 30 —1207b, 19 ═ E. E. 1246b, 37—1248b, 7, cf. Ramsauer p. 18. 35. τί Π2P2 || 37. ἀποβλέψας KbAld. || 38. ἀεὶ post 39. ἢ tri. Susem. (cf. 1207a 3 et inprimis E. E. 1247a, 31 sq.), secl. Rieckher (fors. recte), v. quae adnotabo ad v. 39 || οὗ] οὐκ pr. Kb (crx. rc.) || 39. 〈ἢ〉 ὡς? Susem. || ὡς — ὡσαύτως] 〈ἢ ἀεὶ ἢ〉 ὡς ἐπὶ τὸ πολὺ [ἢ] ὡσαύτως Bonitzius, prb. Rieckher, fors. recte, lacunnae signum ante ὡς posuit etiam Bu., ὡσαύτως ἢ ὡς ἐπὶ τὸ πολὺ vel ἢ ὡς ἐπὶ τὸ πολὺ [ἢ] ὡσαύτως Spengelius ἢ] καὶ corr. Mb, ἠ pr. Kb, eras. corr. Kb 1207a, 4. ἡ] οὗ Scaliger 5. καὶ om. Π1 Bk.Bu. || 6. θεῶν KbAld. Va., θεοῦ Π2P2B? (fors. recte). κριτὴν ποιήσομεν ἢ οὐ δίκαιον· τοῦτο δʼ οὐ προσῆκόνἐστι [τῷ] θεῷ.

ἀλλὰ μὴν ἔξω γε τούτων εἰς οὐδὲν ἄλλο τὴν τύχην ἄν τις τάξειεν, ὥστε δῆλον ὅτι τούτων ἄν τι εἴη. νοῦς μὲν δὴ καὶ λόγος καὶ ἐπιστήμη παντελῶς ἀλλότριόν τι ἔοικεν εἶναι. ἀλλὰ μὴν οὐδʼ ἡ ἐπιμέλεια καὶ ἡ εὔνοια παρὰ τοῦ θεοῦ δόξειεν ἂν εἶναι εὐτυχία διὰ τὸ καὶ ἐν τοῖς φαύλοις ἐγγίγνεσθαι·

τὸν δὲ θεὸν τῶν φαύλων οὐκ εἰκὸς ἐπιμελεῖσθαι. λοιπὸν τοίνυν καὶ οἰκειότατον τῆς εὐτυχίας ἐστὶν ἡ φύσις. ἔστιν δʼ ἡ εὐτυχία καὶ ἡ τύχη ἐν τοῖς μὴ ἐφʼ ἡμῖν οὖσιν, μηδʼ ὧν αὐτοὶ κύριοί ἐσμεν καὶ δυνατοὶ πρᾶξαι. διὸ τὸν δίκαιον, δίκαιος, οὐθεὶς λέγει εὐτυχῆ οὐδὲ τὸν ἀνδρεῖον οὐδʼ ὅλως τῶν κατʼ ἀρετὴν οὐδένα· ἐφʼ ἡμῖν γάρ ἐστι ταῦτα καὶ ἔχειν καὶ μὴ ἔχειν. ἀλλʼ ἤδη ἐπὶ τοῖς τοιούτοις οἰκειότερον τὴν εὐτυχίαν ἐροῦμεν· τὸν γὰρ εὐγενῆ εὐτυχῆ λέγομεν, καὶ ὅλως ᾧ τὰ τοιαῦτα τῶν ἀγαθῶν ὑπάρχει, ὧν μὴ αὐτὸς κύριος ἐστίν.

ἀλλʼ ὅμως οὐδʼ ἐνταῦθα κυρίως ἂν ἡ εὐτυχία λέγοιτο. ἔστιν δὲ πολλαχῶς ὁ εὐτυχὴς λεγόμενος· καὶ γὰρ ᾧ παρὰ τὸν λογισμὸν τὸν αὐτοῦ συνέβη τι ἀγαθὸν πρᾶξαι, εὐτυχῆ φαμέν, καὶ ᾧ κατὰ λόγον ζημίαν ἦν λαβεῖν, τὸν τοιοῦτον κερδάναντα εὐτυχῆ φαμέν.

ἔστιν οὖν ἡ εὐτυχία ἐν τῷ ἀγαθόν τι ὑπάρξαι παρὰ λόγον καὶ ἐν τῷ κακὸν μὴ λαβεῖν εὔλογον. ἀλλὰ μᾶλλον καὶ οἰκειότερον ἡ εὐτυχία ἂν δόξειεν εἶναι ἐν τῷ ἀγαθὸν λαβεῖν· τὸ μὲν γὰρ ἀγαθὸν λαβεῖν καθʼ αὐτὸ δόξειεν ἂν εὐτύχημα εἶναι, τὸ δὲ κακὸν μὴ λαβεῖν κατὰ συμβεβηκὸς εὐτύχημα.

ἔστιν οὖν ἡ εὐτυχία ἄλογος φύσις· ὁ γὰρ εὐτυχής ἐστιν ὁ ἄνευ λόγου ἔχων ὁρμὴν 11. τοῦτο δʼ οὐ] τοῦτʼ οὐ Kb, τοῦτʼ οὐδὲ P2, καὶ τοῦτʼ οὐ Ad. || τῷ om. Π1Bk.Bu. || 12. ἄντιστάξειεν pr. Kb (crx. rc.), τάξειεν ἄν τις M° || 13. τι Π1B?. Va, τις Π2 || 16. καὶ om. B?Ald. 20. δίκαιος om. Ald. || 21. δίκαιον Kb || 24. λέγομεν Π1B?Ald. || ἐροῦμεν || 25. τὰ om. Π1 || 26. ἂν κυρίως εὐτυχία KbAld. (fors. recte) || 30. κερδάνοντα Ald. et pr. Kb (crx. rc.) || ἐν add. BfVa. Bu. || τὸ P2 || 31. ὑπάρξαι] πρᾶξαι KbP2Va. || καὶ — εὔλογον om. Ald. || τι post κακόν add. P1.2. Par. 1417, 1855 || 34. καθʼ] καὶ καθʼ P2, ὃ καὶ καθʼ Ald. || ἂν om. Π1, ἢ pr. Pb (crx. rc.). πρὸς τἀγαθά, καὶ τούτων ἐπιτυγχάνων, τοῦτο δʼ ἐστὶ φύσεως· ἐν γὰρ τῇ ψνχῇ ἔνεστιν τῇ φύσει τοιοῦτον ᾧ ὁρψῶμεν ἀλόγως πρὸς ἂν εὖ ἔχωμεν,

καὶ εἴ τις ἐρωτήσειε τὸν οὕτως 1207b ἔχοντα, διὰ τί τοῦτο ἀρέσκει σοι οὕτω πράτειν; οὐκ οἶδα, φησίν, ἀλλʼ ἀρέσκει μοι, ὅμοιον πάσχων τοῖς ἐνθουσιάζουσιν· καὶ γὰρ οἱ ἔνθουσιάζοντες ἄνευ λόγον ὁρμὴν ἔχουσι πρὸς τὸ πράττειν τι.

τὴν δʼ εὐτυχίαν οὐκ ἔχομεν ρἰκείῳ καὶ ἰδίῳ ὀνόματι προσαγορεύειν, ἀλλʼ αἰτίαν πολλάκις φαμὲν εἶναι αὐτήν· ἡ δʼ αἰτἰα ἀλλότριον τοῦ ὀνόματος. ἡ γὰρ αἰτία καὶ οὗ ἐστιν αἰτία ἄλλο ἐστίν, καὶ ἄνευ ὁρμῆς τῆς ἐπιτυγχανούσης τῶν ἀγαθῶν αἰτία λεγομένη, οἷον ἡ τοῦ κακὸν μὴ λαβεῖν ἢ πάλιν τοῦ μὴ οἰόμενον ἀγαθὸν λήψοσθαι ἀγαθὸν λαβεῖν.