GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.6.41-2.7.16 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.6.41-2.7.16

ὁ μὲν οὖν ἀκόλαστος αὐτὸς τοιρῦτός ἐστιν οἷος φαῦλός τις τῇ φύσει εἶναι, διὰ τοῦτο καὶ ἀπὸ τούτου ὁ λόγος φαῦλος ἐν αὐτῷ ἐστί· ἀλλʼ οὐχ ὁ ἀκρατὴς οὕτως· οὐ γὰρ ὅτι αὐτὸς τοιοῦτος ἐστίν, ὁ λόγος οὐ σπουδαῖος (φαῦλον γὰρ αὐτὸν ἔδει εἶναι, εἰ αὐτὸς τῇ φύσει 1204a τοιοῦτος ἦν οἷος ὁ φαῦλος)·

ὁ μὲν [οὖν] ἄρα ἀκρατὴς ἔθει ἔοικε φαῦλος εἶναι, ὁ δὲ ἀκόλαστος φύσει· δυσιατότερος δὴ ὁ ἀκόλαστος. τὸ μὲν γὰρ ἔθος ἄλλῳ ἔθει ἐκκρούεται, ἡ δὲ φύσις οὐδενὶ ἐκκρούεται.

πὀτερον δὲ ἐπείπερ ἐστὶν ὁ ἀκρατὴς τοιοῦτος [τις] οἶος εἰδέναι καὶ μὴ διεψεῦσθαι τῷ λόγῳ, ἔστιν δὲ καὶ ὁ φρόνιμός τοιοῦτος ὁ τῷ λόγῳ τῷὀρθῷἕκασταθεωρῶν,πότερον[δʼ]ἐνδέχεταιτὸν φρόνιμον ἀκρατῆ εἶναι, ἢ οὔ; ἀπορήσειε γὰρ ἄν τις τὰ εἰρημένα· ἐὰν δὲ παρακολουθήσωμεν τοῖς ἔμπροσθενεἰρημένοις,οὐκἔσται ὁ φρόνιμος ἀκρατής. ἔφαμεν γὰρ τὸν φρόνιμον εἶναι οὐχ ὁ ὀρθὸς λόγος μόνον ὑπάρχει, ἀλλʼ ᾧ καὶ τὸ πράττειν τὰ κατὰ τὸν λόγον φαινόμεναβέλπιστα· εἰ δὲπράττει τὰβέλτιστα ὁ φρόνιμος, οὐδʼ ἂν ἀκρατὴς εἴη ὁ φρόνιμος, ἀλλʼ ὁ τοιοῦτος δεινὸς μὲν ἐστίν.

διῃρήμεθα 1204a, 5—18 ═ E. N. 1152a, 7—14. 26. οὗ ὁ λόγος aut οὗ λόγος Va., οὗ ὁ λόγος P et rc. Kb, οὗ λόγος Ald. et pr. Kb, οὐδ᾿ ὅλως οὐ Π1Va., om. || 28. οὐδὲ Π1 et pr Pb (crx. rc.) ὁ post οἷος om. KbAld. || 30. δυσιατώτερα Π2Kb || 34 οὐχ ὁ ἀκρατὴς οὐχ Kb, ὁ ἀκρατὴς οὐχ Ald. (fors. recte) || 35 οὐ alterum om. pr. KbPb (suppl. rc.), ὁ Ald. || 36. αὐτὸν] τοῦτον e Rieckheri transl. ci. Susem. 1204a, 1. οὖν om KbP2Bk.Bu., || ἄρα] γὰρ P2 2. δυσιατώτερος Π2Kb || δὴ aut ἄρʼ Susem., δʼ Π2P2Bk.Bu., γὰρ KbAld Va. || 5. τις om. Π2Bk.Bu. || 7. δʼ om Π1Bk. Bu. || 11. τὸν om MbAld. γὰρ ἐν τοῖς ἐπάνω τόν τε δεινὸν καὶ τὸν φρόνιμον ὡς ἑτέρων ὄντων. περὶ μὲν γὰρ ταὐτά· ἀλλʼ ὃ μὲν πρακτικὸς περὶ ἃ δεῖ, ὃ δʼ οὐ πρακτικός. τὸν οὖν δεινὸν ἀκρατῆ ἐνδέχεται εἶναι (οὐ γὰρ πρακτικὸς περὶ ἃ καὶ δεῖ), τὸν φρόνιμον δʼ οὐκ ἐνδέχεται ἀκρατῆ εἶναι.

μετὰ δὲ ταῦτα λεκτέον ἂν εἴη περὶ ἡδονῆς, ἐπειδήπερ ὑπὲρ εὐδαιμονίας ἐστὶν ὁ λόγος, τὴν δʼ εὐδαιμονίαν οἴονται πάντες ἤτοι ἡδονὴν εἶναι καὶ τὸ ἡδέως ζῆν, ἢ οὐκ ἄνευ γε ἡδονῆς. οἱ δὲ καὶ τῇ ἡδονῇ δυσχεραίνοντες καὶ οὐκ οἰόμενοι δεῖν τὴν ἡδονὴν ἐναριθμεῖσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ τό γε ἄλυπονπροστιθέασιν·

ἐγγὺς οὖν τὸ ἀλύπως τῆς ἡδονῆς ἐστίν. διόπερ λεκπέον ὑπὲρ ἧδονῆς, οὐ μόνον δὲ διότι καὶ οἱ ἄλλοι οἴονται δεῖν, ἀλλὰ δὴ ἀναγκαῖον ἡμῖν ἐστιν λέγειν ὑπὲρ ἡδονῆς. ἐπειδὴ γὰρ ὑπὲρ εὐδαιμονίας ἡμῖν ἐστιν ὁ λόγος, τὴν δʼεὐδαιμονίαν διωρέκαμεν καὶ φαμὲν εἶναι ἀρετῆς ἐνέργειαν ἐν βίῳ τελείῳ, ἡ δʼἀρετή ἐστι περὶ ἡδονὴν καὶ λύπην· ὑπὲρ ἡδονῆς ἂν εἴη ἀναγκαῖον εἰπεῖν, ἐπειδήπερ οὐκ ἔστιν ἡ εὐδαιμονία ἄνευ ἡδονῆς.

πρῶτον μὲν οὖν εἴπωμεν ἅ τινες λέγοντες οὐκ οἴονται δεῖν τὴν ἡδονὴν ὡς ἐν ἀγαθοῦ μέρει λαμβάνειν. — πρῶτον μὲν γάρ φασιν εἶναι τὴν ἡδονὴν γένεσιν, τὴν δὲ γένεσιν ἀτελές τι, τὸ δὲ ἀγαθὸν οὐδέποτε τὴν τοῦ ἀτελοῦς χώραν ἔχειν· δεύτερον δʼ ὅτι εἰσί τινες φαῦλαι ἡδοναί, τὸ δʼ ἀγαθὸν οὐδέποτε ἐν φαυλότητι εἶναι. πάλιν ὅτι ἐν πᾶσιν ἐγγίγνεται· καὶ γὰρ ἐν τῷ φαύλῳ καὶ ἐν τῷ σπουδαίῳ καὶ ἐν θηρίῳ καὶ ἐν βοσκήματι· τὸ δʼ ἀγαθὸν ἀμιγές 19—30. E. N. 1152a, 36—b, 7 || 31—1204b, 3 E. N. 1152b, 8—23. 15. ταυτά Π1Va., ταυτόν 16. δεῖ] δεινός ci Casaubonus || 17. δεῖ Rieckher, δεινὸς ΠVa. editiones || 19. δὲ om. || 24. 〈δʼ〉 οὖν aut δὲ ci. Susem. || 25. οὐ—26. ἡδονῆς om. P ἄλλοι] οὐκ Mb et fort. pr. Pb (ras. trium fere litterarum) || 29. ὑπὲρ —30. εἰπεῖν om. Ad. || ἀναγκιότερον P || 30. εἰπεῖν h. l. Kb P2Cv, ante 29. εἴη Π || 31. τινες Π1Va., τινα || 35. ὅτι 〈οὐ πᾶσα ἡδονὴ ἀγαθόν. πάλιν ὅτι〉 vel simile quid ci. Spengelius, cf. 1205 a, 7 sqq., v. tamen Addenda || 37 γὰρ] γὰρ καὶ P2, om. Mb. 1204b ἐστι τοῖς φαύλοις καὶ οὐ πολύκοινον. ∗∗. καὶ ὅτι οὐ κράτιστονἡδονή, τὸ δʼἀγαθὸν κράτιστον. καὶ ὅτι ἐμπόδιον τοῦ πράττειν τὰ καλά, τὸ δὲ κωλυτικὸν τῶν καλῶν οὐκ ἂν εἴη ἀμαθόν.

πρῶτον μὲν οὖν πρὸς τὸ πρῶτον ἂν εἲη λεκτέον, πρὸς τὴν γένεσιν, καὶ πειρατέον τὸν λόγον τοῦτον λύειν διὰ τὸ μὴ ἀληθῆ εἶναι. ἔστι γὰρ πρῶτον μὲν οὐ πᾶσα ἡδονὴ γένεσις. ἡ γὰρ ἀπὸ τοῦ θεωρεῖν ἡδονὴ γινομένη οὐκ ἔστιν γένεσις, οὐδʼ ἡ ἀπὸ τοῦ ἀκοῦσαι καὶ 〈ἰδεῖν καὶ〉 ὀσφρανθῆναι. οὐ γὰρ ἐξ ἐνδείας γινομένη, ὥσπερ ἐπὶ τῶν ἄλλων, οἷον ἐκ τοῦ φαγεῖν ἢ πιεῖν. αὗται μὲν γὰρ ἐξ ἐνδείας καὶ ὑπερβολῆς γίνονται, τῷ ἢ τὴν ἔνδειαν ἀναπληροῦσθαι ἢ τῆς ὑπερβολῆς ἀφαιρεῖσθαι·

διὸ γένεσις δοκεῖ εἶναι. ἡ δʼ ἔνδεια καὶ ὑπερβολὴ λύπη. λύπη οὖν ἐνταῦθα ἔνθα ἡδονῆς γένεσις. ἐπὶ δέ γε τοῦ ἰδεῖν καὶ ἀκοῦσαι καὶ ὀσφρανθῆναι οὐκ ἔστιν προλυπηθῆναι· οὐδεὶς γὰρ ἡδόμενος τῷ ὁρᾶν ἢ τῷ ὀσφραίνεσθαι προελυπήθη.

ὁμοίως δὲ καὶ ἐπὶ τῆς διανοίας ἔστι θεωροῦντά τι ἥδεσθαι ἄνευ τοῦ προλυπηθῆναι. ὥστʼ εἴη ἄν τις ἡδονή ἣ οὐκ ἔστι γένεσι εἰ οὖν ἡ μὲν ἡδονή, ὡς ὁ λόγος αὐτῶν ἔφη, διὰ τοῦτο οὐκ ἀγαθόν, ὅτι γένεσις, ἔστι δὲ τις ἡδονή, ἣ οὔκ ἐστιν γένεσις, αὕτη ἂν εἴη ἀγαθόν.

— τὸ δʼὅλον οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις· οὐδὲ γὰρ αὗται αἱ ἀπὸ τοῦ φαγεῖν καὶ πιεῖν ἡδοναὶ οὐκ εἰσὶ γενέσεις, ἀλλὰ διαμαρτάνουσιν οἱ ταύτας φάσκοντες εἶναι τὰς ἡδονὰς γενέσεις. οἴονται γάρ, ἐπειδὴ τῆς προσφορᾶς γινομένης γίνεται ἡδονή, 1204b, 4—20 E. N. 1152b, 33—1153a, 7 || 20—1205a, 6 ═ E. N. 1153a, 717. 1204b, 1. πολύκοινον. 〈καὶ ὅτι ἡδονῆς οὐκ ἔστιν ἐπιστήμη.〉 vel simile quid Spenge lius, cf. 1206a, 26sqq. et v. Addenda || καὶ ὅτι—2. κράτιστον fortasse post 3. ἀγαθόν transponenda esse ci. Spengelius || οὐ κράτιστον—2. κράτιστον] οὐκ ἄριστον—ἄριστον Spengelius || 5. τοῦτον post λύειν KbP2 || 8. ἰδεῖν καὶ add. Susem. ||12. ἡ post καὶ add.MbBk.Bu. (fors. recte) || 16. ἔστι om. KbP2 et teste Victorio || 18. ἣ—ἡδονή om. Ald., ἡ μὲν om. Mb, μὲν om. Pb P1.2. Par. 1417, 1855, ὡρ—20. ἡδονὴ om. ZPar. 2024 || 22. οὐκ om. Π2 || 24. γενομένης KbAld. διὰ τοῦτο γένεσιν εἶναι· ἔστι δʼ οὔ.

ἐπειδὴ γάρ ἐστι τῆς ψυχῆς τι μέρος ᾧ ἡδόμεθα ἅμα τῇ προσφορᾷ ὧν ἐσμεν ἐνδεεῖς, τοῦτο τὸ μόριον τῆς ψυχῆς ἐνεργεῖ καὶ κινεῖται, ἡ δὲ κίνησις αὐτοῦ καὶ ἡ ἐνέργειά ἐστιν ἡδονή· διὰ δὴ τὸ ἅμα τῇ προσφορᾷ ἐκεῖνο τὸ μόριον τὸ τῆς ψυχῆς ἐνεργεῖν, ἢ διὰ τὴν αὐτοῦ ἐνέργειαν, οἴονται γένεσιν εἶναι τὴν ἡδονὴν τῷ τὴν προσφορὰν δήλην εἶναι, τὸ δὲ τῆς ψυχῆς μόριον ἄδηλον.

ὅμοιον οὖν εἴ τις τὸν ἄνθρωπον οἴεται εἶναι σῶμα, ὅτι τοῦτο μὲν αἰσθητὸν ἐστίν, ἡ δὲ ψυχὴ οὔ· ἔστι δέ γε καὶ [ἡ] ψυχή. ὁμοίως δὲ καὶ ἐπὶ τούτου· ἔστιν γὰρ μόριόν τι τῆς ψυχῆς ᾦ ἡδόμεθα, ὃ ἄμα τῇ προσφορᾷ ἐνεργεῖ. διὸ οὐκ ἔστιν οὐδεμία ἡδονὴ γένεσις.

— καὶ ἀποκατάστασις δέ, φασίν, εἰς φύσιν αἰσθητή. καὶ γὰρ μὴ ἀποκαθισταμένοις εἰς φύσιν ἐστὶν ἡδονή· τὸ γὰρ ἀποκαθίστασθαί ἐστι τὸ τοῦ ἐνδεοῦς τῇ φύσει, τούτου τὴν ἀναπλήρωσιν γενέσθαι, ἔστιν δέ, ὡς φαμέν, 1205a μὴ ὄντα ἐνδεᾶ ἥδεσθαι· ἡ μὲν γὰρ ἔνδεια λύπη, ἄνευ δὲ λύπης καὶ πρὸ λύπης φαμὲν ἥδεσθαι· ὥστʼ οὐκ ἂν εἴη ἡ ἡδονὴ ἀποκατάστασις τοῦ ἐνδεοῦς· ἐνδεὲς γὰρ ἐπὶ τῶν τοιούτων ἡδονῶν οὐδέν. — ὥστε εἰ διότι μὲν γένεσις ἡ ἡδονὴ οὐκ ἀγαθὸν ἐδόκει εἶναι, οὐκ ἔστιν δὲ οὐδεμία ἡδονὴ γένεσις, ἀγαθὸν ἂν εἴη ἡ ἡδονή.

ἀλλὰ μετὰ τοῦτο οὐ πᾶσα, φασίν, ἡδονὴ ἀγαθόν. συνίδοι δʼ ἄν τις καὶ ὑπὲρ τούτου οὕτως. ἐπεὶ γὰρ τἀγαθόν φαμεν ἐν πάσαις ταῖς κατηγορίαις λέγεσθαι (καὶ γὰρ ἐν οὐσίᾳ καὶ ἐν τῷ πρός τι καὶ ποσῷ καὶ πότε καὶ ὅλως ἐν ἀπάσαις), ἤδη γʼ ἐκεῖνο φανερόν. κατὰ πάσας γὰρ ἀγαθοῦ ἐνεργείας ἡδονή τις ἀκολουθεῖ, ὥστʼ ἐπειδὴ τὸ 1205a, 8—11 ═ E. E. 1217b, 25—1218a, 1. cf. E. N. 1096a, 23—24. 27. ἧι post ψυχῆς add. Kb et pr. Pb, ἢ rc. P || 28. δὴ τὸ Camot. Scaliger, δὲ τὸ Bas. 3, τὸ δὴ ΠAld. || 33. ἡ post καὶ secl. Rieckher Susem. || 37. αἰσθητήν ΠAld., ν eras corr. Kb || 1205a, 3. ἡ om. Π1 || 6. ἡ om KbAld || 7. φασίν Bonitzius, φησίν Π et editiones || 11. ἀπάσαις] πάσαις 12. ἀγαθοῦ ἐνεργείας om. KbAld. Va. ἀγαθὸν ἐν πάσαις ταῖς κατηγορίαις, καὶ ἡδονὴ ἂν εἴη ἀγαθόν· ὥστʼ ἐπειδὴ ἐν τούτοις μὲν τἀγαθὰ καὶ ἡδονή, ἡ δʼ ἀπό τῶν ἀγαθῶν ἡδονὴ ἡδονή, ἀγαθὸν ἂν εἴη πᾶσα ἡδονή. —

ἅμα δὲ δῆλον ἐκ τούτου ὅτι καὶ διάφοροι τῷ εἴδει αἱ ἡδοναὶ εἰσίν. διάφοροι γὰρ καὶ αἱ κατηγορίαι, ἐν αἷς ἐστιν ἡδονή. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν ἐπιστημῶν ἔχει, οἷον τῆς γραμματικῆς ἢ ἄλλης ἡστινοσοῦν. ἐὰν ἔχῃ γὰρ Λάμπρος τὴν γραμματικήν, ὁμοίως [δὲ] διακείσεται ὑπὸ τῆς γραμματικῆς ταύτης ὁ γραμματικὸς ἄλλῳ ὁτῳοῦν ἔχοντι γραμματικήν, οὐ〈-δὲ〉 δύο εἰσὶν διάφοροι αἱ γραμματικαί, ἥ τʼ ἐν Λάμπρῳ καὶ ἐν Ἰλεῖ ἀλλʼ ἐπὶ τῆς ἡδονῆς οὐχʼ οὕτως. ἡ γὰρ ἀπὸ τῆς μέθης ἡδονὴ καὶ ἡ ἀπὸ τοῦ συγγίνεσθαι οὐχ ὁμοίως διατιθέασιν. διὸ διάφοροι τῷ εἴδει δόξαιεν ἂν εἶναι αἱ ἡδοναί.

ἀλλὰ δὴ καὶ διότι φαῦλαί εἰσιν ἡδοναί τινες, καὶ διὰ τοῦτο οὐκ ἐδόκει ἡ ἡδονὴ αὐτοῖς ἀγαθὸν εἶναι. τὸ δὲ τοιοῦτον καὶ ἡ τοιαὐτη κρίσις οὐκ ἴδιός ἐστιν ἡδονῆς, ἀλλὰ καὶ ἐπὶ φύσεως καὶ ἐπιστήμης. ἔστι γὰρ καὶ φύσις φαύλη, οἷον ἡ τῶν σκωλήκων καὶ ἡ τῶν κανθάρων καὶ ὅλως ἡ τῶν ἀτίμων ζῴων, ἀλλʼ οὐ διὰ τοῦτο ἡ φύσις τῶν φαύλων·

ὁμοίως δʼ εἰσὶ καὶ ἐπιστῆμαι φαῦλαι, οἷον αἱ βάναυσοι, ἀλλʼ ὅμως οὐ διὰ τοῦτο φαῦλον ἡ ἐπιστήμη, ἀλλʼ ἀγαθὸν τῷ γένει καὶ 26—b, 28 ═ E. N. 1153a, 17— 20. b, 7—9. 13. ἀπάσαις Π1 || ἀγαθόν] 〈ἐν〉 ἀπάσαις Rassovius, ἐν πάσαις Susem. || 14. τούτοις] τοῖς αὐτοῖς Rassovius, ὅσοις Bonitzius || 16 et 17. αἱ om. Π2P2Ald. || 19. ἔχει γὰρ Pb, γὰρ ἔχη MbBk.Bu., ἔχη ἐν P2 Par. 1417, 1855 λαμπρῶς Kb, λαμπρῶ P Par. 1417, 1855, λαμπρ P1 || 20. δὲ om. MbBk.Bu. ταύτης] οὗτος Rassovius || 21. ὁ Ald. Va. („hic‟), om. ΠBk.Bu. γραμματικὸς secl.Bk.Bu. οὐ δύο Π2Ald.Va., οὐ 〈-δὲ〉 δύο Spengelius Susem., διὸ οὐκ coniecerat Rassovius, διό ZKb Paris. 2024, δύο P2 Par. 1417, 1855 || 22. λαμπρῶ KbP || καὶ 〈ἡ〉 ci. Sylburgius || 23. ιλει Kb, ἰλιεῖ P1.2. Par. 1417, 1855, νηλεῖ Π2 Bar., quod fortasse recipere debebam, Ileo Va., ἄλλφ haud male ci. Spengelius || 25. δόξειεν Π2P2 || 27. δὲ Susem, δὴ ΠAld.Bk. Bu. || 28. ἴδιόν Π2P2 (fors. recte) || τῆς ante ἡδονῆς add. Π2 || 31. εἰσὶ] εἶεν Kb Ald. ἐπιστήμη καὶ φύσις. ὥσπερ γὰρ οὐδʼ ἀνδριαντοποιὸν θεωρεῖν δεῖ ποῖός τίς ἐστιν ἐξ ὧν ἀπέτυχε καὶ κακῶς εἰργάσατο, ἀλλʼ ἐξ ὧν εὖ, οὕτως οὐδʼ ἐπιστήμην οὐδὲ φύσιν οὐδὲ ἄλλο οὐδὲν ποῖόν τί ἐστιν ἐκ τῶν φαύλων, ἀλλʼ ἐκ τῶν σπουδαίων.

ὁμοίως δὲ καὶ ἡ ἡδονὴ τῷ γένει ἀγαθὸν ἐστίν, ἐπεὶ ὅτι γέ 1205b εἰσιν φαῦλαι ἡδοναί, οὐδὲ ἡμᾶς λανθάνει. ἐπεὶ γὰρ καὶ φύσεις τῶν ζῴων εἰσὶν διάφοροι, οἷον καὶ φαύλη καὶ σπουδαία, οἷον ἡ μὲν ἀνθρώπου σπουδαία ἡ δὲ λύκου ἢ τινος ἄλλου θηρίου φαύλη, ὁμοίως δʼ ἑτέρα φύσις ἵππου καὶ ἀνθρώπου καὶ ὄνου καὶ κυνός,

ἡ δὲ ἡδονή ἐστι κατάστασις ἐκ τοῦ παρὰ φύσιν εἰς φύσιν ἑκάστῳ τὴν αὐτοῦ· ὥστε τοῦτʼ ἂν εἴη ἴδιον, τῇ γε φαύλῃ φύσει ἡ φαύλη ἡδονή. οὐ γάρ ἐστι ταὐτὸν καὶ ἵππῳ καὶ ἀνθρώπῳ, ὁμοίως οὐδὲ τοῖς ἄλλοις· ἀλλʼ ἐπείπερ αἱ φύσεις διάφοροι, καὶ αἱ ἡδοναὶ διάφοροι. ἡ γὰρ ἡδονὴ ἦν ἀποκατάστασις, καὶ ἡ ἀποκατάστασις, φασίν, εἰς φύσιν καθίστη, ὥστε τῆς μὲν φαύλης φύσεως ἡ κατάστασις φαύλη, τῆς δὲ σπουδαίας σπουδαία.