GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.3.8-2.6.4 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.3.8-2.6.4

ἔχει δὲ καὶ τοῦτο ἀπορίαν καὶ σκέψιν, πότερόν ἐστι πρὸς τὸν φαῦλον ἀδικία, ἢ οὔ. εἰ γὰρ ἡ μὲν ἀδικία ἐστὶν ἔν βλάβῃ, ἡ δὲ βλάβη ἐν στερήσει τῶν ἀγαθῶν, οὐκ ἂν δόξειεν βλάπτειν· τὰ γὰρ ἀγαθὰ αὐτῷ οἴεται εἶναι ἀγαθά, οὐκ ἀγαθὰ εἰσίν· ἡ γὰρ ἀρχὴ καὶ ὁ πλοῦτος τὸν φαῦλον οὐ δυνάμενον αὐτοῖς χρῆσθαι ὀρθῶς βλάψει· εἰ οὖν αὐτὸν βλάψει παραγενόμενα, ὁ τούτων στερίσκκων οὐπ ἂν δόξειεν ἀδικεῖν.

ὁ δὴ τοιοῦτος λόγος δόξκεν ἂν εἶναι παράδοξος τοῖς πολλοῖς· πάντες γὰρ οἴονται καὶ ὡρχῇ καὶ δυνάμει καὶ πλούτῳ δυνατοὶ εἶναι χρῆσθαι, οὐκ ὀρθῶς ὑπολαμβάνοντες.

δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ νομοθέτου· ὁ γὰρ νομοθέτης οὐ πᾶσιν ἐπιτρέπει τὸ ἄρχειν, ἀλλʼ ὤριστται καὶ ἡ ἡλικία καὶ ἡ εὐπορία ἢν δεῖ ὑπάρχειν τῷ μέλλοντι ἄρχειν, ὡς οὐ δυνατὸν ὂν παντὶ ἄρχιν ὑκάρξαι. εἰ δή τις ἀγανακτοίη ὅτι οὐκ ἄρχει ἢ οὐδεὶς αὐτὸν ἐᾷ κυβερνᾶν, “οὐ γὰρ ἔχεις” εἴποι ἄν τις “οὐδὲν τοιοῦτον ἐν τῇ ψυχῇ δυνήσῃ καὶ ἄρχειν καὶ κυβερνᾶν”.

ἢ ἐπὶ μὲν τοῦ σώματος ὁρῶμεν οὐ δυναμένους ὑγιαίνειν τοὺς τὰ ἀπλῶς ἀγαθὰ προσφερομένους, ἀλλʼ εἰ μέλλει τις ὑγιαίνεον τὸ σῶμα τὸ φαῦλον, ὕδωρ αὐτῷ πρότερον καὶ ὀλίγα σιτία προσενεκτέον· τῷ δὲ τὴν ψυχὴν φαύλην ἔχοντι πρὸς τὸ μηθὲν κακὸν ἐργάζεσθαι οὐκ ἀφεκτέον καὶ πλούτου καὶ ἀρχῆς καὶ δυνάμεως καὶ ἀπλῶς τῶν τοιούτων, ὅσσῳ εὐκινητότερον καὶ 8. ἑαυτὸν Π2 || 9. τοὺς φίλους Π2 || 11. μὲν post ἀδικία 17. δὲ? Susem. || 21. ὥρισται] ὡς εἴρηται ΚbAld. Va. || 30. τὸ] τῶ Π2 || 31. οὐκ add. Mb. εὐμεταβολώτερον ψυχὴ σώματος; ὥσπερ γὰρ ὁ φαῦλος τὸσᾶμια οὔτως ἦν ἐπιτήδειος διαιτᾶσθαι, καὶ ὁ φαῦλος τὴν ψυχὴν οὕτως ἐπιτήδειος διάγειν, μηθὲν τῶν τοιούτων ἔχων.

ἔχει δὲ καὶ τὸ τοιοῦτον ἀπορίαν, οἷον ἐπειδὰν μὴ ᾖ ἅμα πρᾶξαι τἀνδρεῖα καὶ τὰ δίκαια, πότερʼ ἄν τις πράξειεν; ἐν μὲν δὴ ταῖς φυσικαῖς ἀρεταῖς ἔφαμεν τὴν ὁρμὴν μόνον [δεῖν] τὴν πρὸς τὸ καλὸν ὑπάρχειν ἄνευ λόγου· ὁ δʼ 1200a ἐστὶν αἵρεσις, ἐν τῷ λόγῳ καὶ τῷ λόγον ἔχοντι ἐστίν. ὥστε ἅμα τὸ ἑλέσθαι [καἴ] παρέσται καὶ ἡ τελεία ἀρετὴ ὑπάρξει, ἣν ἔφαμεν μετὰ φρονήσεως εἶναι, οὑκ ἄνευ δὲ τῆς φυσικῆς ὁρμῆς τῆς ἐπὶ τὸ καλόν.

οὐδʼ ἐναντιώσεται ἀρετὴ ἀρετῇ. πέφυκεν γὰρ ὑπείκειν τῷ λόγῳ, [ἢ] ὡς οὗτος προστάττει, ὥστ᾿ ἔφʼ ὃ ἂν οὗτος ἄγη, ἐπὶ τοῦτο ἀποκλίνει. τὸ γὰρ βέλτιον οὗτός ἐστιν ὁ αἱρούμενος. οὔτε γὰρ ἄνευ τῆς φρονήσεως αἱ ἄλλαι ἀρεταὶ γίνονται, οὔθʼ ἡ φρόνησις τελεία ἄνευ τῶν ἄλλων ἀρετῶν, ἀλλὰ συνεργοῦσί πως μετ᾿ ἀλλήλων ἐπακολουθοῦσαι τ φρονήσει.

οὐχ ἧττον δὲ καὶ τὰ τοιαῦτα ἀπορήσεται, πότερόν ποτε καὶ ἐπὶ τῶν ἀρετῶν οὕτως ἔχει ὥσπερ ἐπὶ τῶν ἄλλων ἀγαθῶν τῶν τʼ ἐκτὸς καὶ τῶν περὶ σῶμα. ταῦτα γὰρ εἰς ὑπερβολὴν γινόμενα χείρους ποιεῖ, οἷον πλοῦτος πολὺς γενόμενος ὑπερόπτας καὶ ἀηδεῖς ἐποίησεν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ἀρχῆς τιμῆς κάλλου μεγέθους.

πότερον οὖν καὶ ἐπʼ ἀρετῆς 38. τὸ σῶμα Ald., τὰ σώματα Kb, τῶ σώματι Π2P2 || 36. ᾖ] εἴη Kb, om. M || ἅμα] ἄλλα KbAld.Va. | 1200a, 1. δεῖν secl. Srengelius Susem. || τὴν om. Π1 || 〈ἐν〉 ᾧ Srengeluis || 2. προαίρεσις vel ἡ προαίρεσις Srengelius || τῷ λόγῳ καὶ secludenda esse ci. Spengelius, τῷ ἀλόγῳ καὶ 〈ἐν〉 male ci. Scaliger || 3. ἅμα τὸ Rieckher, ἄμα καὶ τὸ mg. Bas.3, τὸ ἄμα ΠAld.Bk.Bu., 〈ᾧ〉 ἄμα τὸ olim. ci. Rassovins, 〈εἰ〉 ἄμα τὸ Spengelius || καὶ ante παρέσται add. KbAld., c.c.om. Bk. Bu., ante τὸ Transponendum esse ci. Susem. || 5. ἀρετὴ ἀρετῆι KbVa, ἀρετῆ ἀρετὴ Π2P2 ἀρετῇ Ald. || 6. [ἢ] aut ἢ 〈ὑπηρετεῖν〉 vel ἢ 〈ὑπακούειν〉 vel ἢ 〈πείθεσθαι〉 vel simile quid Bonitzius, recte, quapropter ἢ sect. Susem. || προστάττει Π1Va., πράττει || 7. ὃ] ὡι Π1 || 12. ἀπορήσειεν ἄν τις Spengelius 17. μεγέθους sect. Spengelius. οὕτως ἔχει, ὥστε ἐάν τινι δικαιοσύνη ἢ ἀνδρεία εἰς ὁπερβολὴν παραγένηται, χείρων ἔσται, ἢοὔ;〈οὔ,〉φησίν. ἀλλ᾿ ἀπτὸ μὲν τῆς ἀρετῆς τιμὴ γίνεται, ἡ δὲ τιμὴ μεγάλη γινομένη χείρους ποιεῖ ὥστε δῆλον ὅτι, φησίν, ἀρετὴ εἰς ἐπίδοσιν βαδίζουσα μεγέθους χείρους ποιήσει· τῆς γὰρ τιμῆς ἡ ἀρετὴ αἰτία, ὥστε καὶ ἡ ἀρετὴ ποιοίη ἂν χείρους μείζων γινομένη.

ἢ τοῦτο οὐκ ἀληθές; τῆς γὰρ ἀρετῆς εἰ καὶ ἄλλα πολλά ἐστιν ἔργα, ὥσπερ καὶ ἔστιν, καὶ τοῦτο ἐν τοῖς μάλιστα, τὸ τοῖς ἀγαθοῖς τούτοις καὶ τοῖς τοιούτοις δύνασθαι ὀρθῶς παραγενομένοις χρῆσθαι· εἰ δὴ ὁ σπουδαῖος παραγενομένης αὐτῷ ἢ τιμῆς ἢ ἀρχῆς μεγάλης μὴ χρήσεται ὀρθῶς τούτοις, οὐκέτι ἂν εἴη σπουδαῖος· οὔτε δὴ ἡ τιμὴ οὔτε ἡ ἀρχὴ ποιήσει τὸν σπουδαῖον χείρω, ὥστε οὐδʼ ἡ ἀρετή.

τὸ δʼ ὅλον ἐπειδήπερ ἡμῖν ἐν ἀρχ διώρισται, ὅτι εἰσὶν αἱ ἀρεταῖ μεσότητες, καὶ ἡ μᾶλλον ἀρετὴ μᾶλλόν ἐστι μεσότης· ὥστʼ οὐχ ὅτι χείρω ποιήσει εἰς μέγεθος ἡ ἀρετὴ ἰοῦσα, ἀλλὰ βελτίω· ἡ γὰρ μεσότης ἐνδείας καὶ ὑπερβολῆς τῆς τῶν παθῶν ἦν μεσότης.

ταῦτα μὲν μέχρι τούτου· μετὰ δὲ ταῦτα ἀναγκαῖόν ἐστιν ἑτέραν ἀρχὴν ποιησαμένοις λέγειν ὑπὲρ (IV) ἐγκρατείας καὶ ἀκρασίας. ὥσπερ δὲ [καὶ] ἡ ἀρετὴ καὶ ἡ κακία αὗταί εἰσιν ἄτοποι, ὡσαύτως ἀναγκαῖον καὶ τοὺς περὶ τούτων λόγους λεχθησομένους ἀτόπους γίνεσθαι·

οὐ γὰρ 1200a, 35—b, 4. cf. E. N. 1102b, 14—28. 1119b, 15 sqq. 1150b, 29—1151a, 28. 1151b, 333—1152a, 3. 19. οὔ add. Bonitzius Bu., corruptelam suspicatus est ian Casaubonus, φησίν potius sect. Scaliger, prb. Ramsauer 22. γὰρ Spengelius, δὲ ΠAld.Bk.Bu. || 28. χρήσηται Π1Pb (crx. rc. Kb) ὀρθῶς om. KbAld. Va. || 29. δὴ ἡ Spengelius, δʼ ἡ Ald., δ KbP2Bk.Bu. || ἡ alterum om. KbP2Bk.Bu. || 30. ὥστε Π2KbVa., ὥστʼ P2, ὥσπερ Ald.Bk.Bu. || ἡμῖν Π1Va., ἡ μὲν Π2 || 31. ἡ] Bas.2 Bk. || 37. καὶ post δὲ add. Π1Va.Bk.Bu., om. Π2, secl. Spengelius || ἡ ἀρετὴ — 38. ἄτοποι corrupta esse suspicatur Sylburgius, εἰ ἀρετὴ καὶ ἡ] κακία, αὗταί εἰσιν ἄτοποι aut εἰ ἀρετὴ καὶ [ἡ] κακία αὗται, ἐστὶν ἄτοπον ci. Spengelius. ὁμοία ἡ ἀρετὴ αὕτη ἐστὶν ταῖς ἄλλαις. ἐν μὲν γὰρ 1200b ταῖς ἄλλαις ἐπὶ ταὐτὰ καὶ ὁ λόγος καὶ τὰ πάθη ὁρμῶσιν καὶ οὐκ ἐναντιοῦνται ἀλλήλοις, ἐπὶ δὲ ταύτης ἐναντιοῦνται ἀλλήλοις ὅ τε λόγος καὶ τὰ πάθη.

— ἔστι δὲ τρία τὰ ἐν τῇ ψυχ γινόμενα, καθʼ ἃ φαῦλοι λεγόμεθα, κακία ἀκρασία θηριότης. ὑπὲρ μὲν οὖν κακίας καὶ ἀρετῆς τί ἐστι καὶ ἐν τίσιν, εἴρηται ἡμῖν ἐν τοῖς ἐπάνω· νῦν δὲ ὑπὲρ ἀκρασίας καὶ θηριότητος λεκτέον ἂν εἴη.

ἔστιν δὲ ἡ θηριότης ὑπερβάλλουσά τις κακία. ὅταν γάρ τινα παντελῶς ἔδωμεν φαῦλον, οὐδʼ ἄνθρωπὸν φαμεν εἶναι ἀλλὰ θηρίον, ὡς οὖσαν τινὰ κακίαν θηριότητα.

ἡ δὲ ἀντικειμένη ἀρετὴ ταύτῃ ἐστὶν ἀνώνυμος, ἔστιν δʼ ἡ τοιαύτη ὑπὲρ ἄνθρωπον οὖσα, οἷον ἡρωϊκὴ τις καὶ θεία. ἀνώνυμος δέ ἐστιν αὕτη ἡ ἀρετή, ὅτι οὐκ ἔστιν θεοῦ ἀρετή· ὁ γὰρ θεὸς βελτίων τῆς ἀρετῆς καὶ οὐ κατʼ ἀρετήν ἐστι σπουδαῖος· οὕτω μὲν γὰρ βέλτιον ἔσται ἡ ἀρετὴ τοῦ θεοῦ.

διὸ ἀνώνυμος ἡ ἀρετὴ ἡ τῇ κακίᾳ τῇ θηριότητι ἀντικειμένη. θέλει δὲ τῇ τοιαύτῃ ἀντικεῖσθαι ἡ θεία καὶ ὑπὲρ ἄνθρωπον· ὥσπτερ γὰρ καὶ ἡ κακία ἡ θηριότης ὑπὲρ ἄνθρωπον ἐστίν, οὕτω καὶ ἡ ἀρετὴ ἡ ἀντικειμένη.

ὑπὲρ δὲ ἀκρασίας καὶ ἐγκρατείας πρῶτον 〈ἂν〉 δέοι εἰπεῖν τὰ ἀπορούμενα καὶ τοὺς ἐναντιουμένους λόγους τοῖς φαινομένοις, ὅπως ἐκ τῶν ἀπορουμένων καὶ ἐναντιουμένων λόγων συνεπισκεψάμενοι καὶ ταῦτα ἐξετάσαντες τὴν ἀλήθειαν ὑπὲρ αὐτῶν εἰς τὸ ἐνδεχόμενον ἴδωμεν· ῥᾷον γὰρ οὕτως ἰδεῖν τἀληθὲς ἔσται.

Σωκράτης μὲν οὖν ὁ πρεσβύτης ἀνήρει ὅλως καὶ οὐκ ἔφη 1200b, 4—19 ═ E. N. 1145a, 15—b, 7 || 20—1204a, 18. cf. Ramsauer p. 32—36 || 20—38 ═ E. N. 1145b, 21—31. 1200b, 1. αὕτη Π1Va., ἡ τοιαύτη 3. οὐκ ἐναντιοῦται Ald. et pr.Kb (em. corr.) || 9. δὲ ἡ] δὲ Π2, δὴ Spengelius || 13. δέ] οὖν Π2P2 || 14. τῆς ἀρετῆς Π1Va., τῶν ἀρετῶν 15. βελτίων P2Ald.Va., βέλτιστον Spengelius || 17. δὴ KbAld. || 18. καὶ om. KbPb, non vert. Va. || 20. ἂν add. Bk. || 22. καὶ ἐναντιουμένων om. Π1 Va.Bk.Bu. ἀκρασίαν εἶναι, λέγων ὅτι οὐθεὶς εἰδὼς τὰ κακὰ ὅτι κακά εἰσιν ἕλοιτʼ ἄν· ὁ δὲ ἀκρατὴς δοκεῖ, εἴδὼς ὅτι φαῦλα εἰσίν, αἱρεῖσθαι ὅμως, ἀγόμενος ὑπὸ τοῦ πάθους. διὰ δὴ τὸν τοιοῦτον λόγον οὐκ ᾤετ᾿ εἶναι ἀκρασίαν·

οὐ δὴ ὀρθῶς. ἄτοπον γὰρ τῷ λόγῳ τούτῳ πεισθέντας ἀναιρεῖν τὸ πιθανῶς γινόμενον· ἀκρατεῖς γὰρ εἰσὶν ἄνθρωποι, καὶ αὐτοὶ εἰδότες ὅτι φαῦλα ὅμως ταῦτα πράττουσιν.

ἐπεὶ δ᾿ οὖν ἔστιν ἀκρασία, πότερον ὁ ἀκρατὴς ἐπιστήμην τινὰ ἔχει, θεωρεῖ καὶ ἐξετάζει τὰ φαῦλα; ἀλλὰ πάλιν οὐκ ἂν δόξειεν. ἄτοπον γὰρ τὸ πρότιστον καὶ βεβαιότατον τῶν ἐν ἡμῖν ἡττᾶσθ ὑπὸ τινός· ἐπιστήμη γὰρ πάντων τῶν ἐν ἡμῖν μονιμώτατόν ἐστι καὶ βιαστικώτατον· ὥστε πάλιν ὁ λόγος οὗτος ἐναντιοῦται ∗∗τῷ μὴ εἶναι ἐπιστήμην.