GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.15.5-2.15.9 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.15.5-2.15.9

τί μὲν οὖν ὁ θεὸς θεάσεται, ἀφείσθω· ὑπὲρ δὲ τῆς αὐταρκείας οὐ τῆς τοῦ θεοῦ τὴν σκέψιν ποιούμεθα, ἀλλʼ ἀνθρωπίνης, πότερον ὁ αὐτάρκης δεήσεται φιλίας ἢ οὔ; εἰ δή τις ἐπὶ τὸν φίλον ἐπιβλέψας ἴδοι τί ἐστι καὶ ὁποῖάς τις ὁ φίλος, * * τοιοῦτος οἷος ἕτερος εἶναι ἐγώ, ἄν γε καὶ σφόδρα φίλον ποιήσῃς, ὥσπερ τὸ λεγόμενον “ἄλλος οὗτος Ἡρακλῆς, ἄλλος φίλος ἐγώ.

” ἐπεὶ οὖν ἐστι καὶ χαλεπώτατον, ὥσπερ καὶ τῶν σοφῶν τινες εἰρήκασιν, τὸ γνῶναι αὑτόν, καὶ ἥδιστον (τὸ γὰρ αὑτὸν εἰδέναι ἡδύ), αὐτοὶ μὲν οὖν αὑτοὺς ἐξ αὑτῶν οὐ δυνάμεθα θεάσασθαι (ὅτι δʼ αὐτοὶ αὑτοὺς οὐ δυνάμεθα, δῆλον ἐξ ὧν ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ δὲ λανῦάνομεν ταὐτὰ ποιοῦντες·

τοῦτο δὲ γίνεται δι᾿ εὔνοιαν διὰ πάθος· πολλοῖς δὲ ἡμῶν ταῦτα ἐπισκοτεῖ πρὸς τὸ κρίνειν ὀρθῶς)· ὥσπερ οὖν ὅταν θέλωμεν αὐτοὶ αὑτῶν τὸ πρόσωπον ἰδεῖν, εἰς τὸ κάτοπτρον ἐμβλέψαντες εἴδομεν, ὁμοίως καὶ ὅταν αὐτο αὑτοὺς βουληθῶμεν γνῶναι, εἰς τὸν φίλον ἰδόντες γνωρίσαιμεν ἄν· ἔστι γάρ, ὡς φαμέν, ὁ φίλος ἕτερος ἐγώ.

εἰ οὖν ἡδὺ μὲν τὸ αὑτὸν εἰδέναι, τοῦτο δʼ οὐκ ἔστιν εἰδέναι ἄνευ ἄλλου φίλου, δέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας πρὸς τὸ αὐτὸς αὑτὸν γνωρίζειν.

— ἔτι δὲ καὶ εἴπερ 1213a, 4. ὁ ἄνθρωπος] ἀνθρώπῳ ci. Casaubonus et Scaliger || 5. ὃς secl. Susem. || 8. ἐπέσκεψιν Ald. Dk. Bu. (fors. recte) || 9. ἀλλ᾿] ἀλλὰ τῆς P2 || 11. * * τοισῦτος Susem. || 13. ἄλλος post φίλος tri. Sealiger 15. ἥδιστ᾿ ἂν Π || 18. μανθάνομεν Π1 Va. et pr. Pb (crx. rc.) || ταὐτὰ Mb Va., ταῦτα Π1 Pb || 19. δὲ] γὰρ? Susem. || 21. ἴδωμεν Kb, ἴδομεν P2 Ald. || 24. εἰ–26. γνωρίζειν 10. εἰ–24 ἐγώ, cf. Ramsauer p. 18. ἐστὶν καλόν, ὥσπερ ἐστίν, τὸ εὖ ποιεῖν ἔχοντα τὰ παρὰ τῆς τύχης ἀγαθά, τίνα εὖ ποιήσε; μετὰ τίνος δὲ συμβιώσετωι; οὐ γὰρ δὴ μόνος γε διάξει· τὸ γὰρ συμβιοῦν ἡδὺ καὶ ἀναγκαῖον. εἰ τοίνυν ταῦτα καλὰ καὶ ἡδέα καὶ ἀναγκαῖα, ταῦτα δὲ μὴ ἐνδέγεται εἶναι ἄνευ φιλίας, προσδέοιτʼ ἂν 1213b ὁ αὐτάρκης φιλίας.