GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.1.1 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:2.1.1

μετὰ δὲ ταῦτα ὑπὲρ ἐπιεικείας δέοι ἂν τὴν ἐπίσκεψιν ποιήσασθαι, τί τέ ἐστι καὶ ἐν τίσι καὶ περὶ ποῖα. ἔστιν δὲ ἡ ἐπιείκεια καὶ ὁ ἐπιεικὴς ὁ ἐλαττωτικὸς τῶν δικαίων τῶν κατὰ νόμον. ἃ γὰρ ὁ νομοθέτης ἐξαδυνατεῖ καθʼ ἕκαστα 1198b, 9—20 ═ E. N. 1145a, 6—11 || Lib. II. 24—33 E. N. 1137a, 31—1138a, 3, cf. tamen Trendelenburg p. 433 sq. Breier (nescio an recte) || ὁ om. Π2Bk. || πηρετικός Ald., ὑπηρέτης? Wilson || 6. γὰρ 〈ἂν〉 Spengehius, ἂν P προστάξηι KbP2 Va., προστάξαι Spengelius || 9. πάντων post ψυχῇ Π2 || 11. φησιν ὅτι αὕτη Π2P2 || 18. καὶ τὸ] τοῦ ci. Spengehius. Lib. Π. 1198b, 24—1199a, 3] v. prolegg. p. XIII. ἀκριβῶς διορίζειν, ἀλλὰ καθόλου λέγει, ὁ ἐν τούτοις παραχωρῶν, καὶ ταῦθʼ αἱρούμενος ἂ ὁ νομοθέτης ἐβούλετο μὲν τῷ καθʼ ἕκαστα διορίσαι, οὐκ ἠδυνήθη δέ, ὁ τοιοῦτος ἐπιεικής. οὐκ ἕστιν δὲ ἐλαττωτικὸς τῶν δικαίων ἁπλῶς· τῶν μὲν γὰρ φύσει καὶ ὡς ἀληθῶς ὄντων δικαίων οὐκ ἐλαττοῦται, ἀλλὰ τῶν κτὰ νόμον, ἃ ὁ νομοθέτης ἐξαδυνατῶν ἀπέλιπεν.