GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.9.4-1.9.6 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.9.4-1.9.6

τὰ δὲ πλεῖον ἀπέχοντα τοῦ μέσου ἐναντιώτερα δόξειεν ἂν εἶναι. ἐκ μὲν ἄρα αὐτοῦ τοῦ πράγματος ἡ ἔνδεια ἐναντιώτερον φαίνεται· ἔστι δὲ καὶ ἄλλως, οἷον πρὸς ἃ μᾶλλον πεφύκαμεν, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ. οἷον πεφύκαμεν μᾶλλον ἀκόλαστοι ἢ κόσμιοι εἶναι· ἡ οὖν ἐπίδοσις γίνεται μᾶλλον πρὸς ἃ πεφύκαμεν· πρὸς ἃ δὲ μᾶλλον ἐπιδίδομεν, ταῦτα καὶ μᾶλλον ἐναντία· ἐπιδίδομεν δὲ πρὸς ἀκολασίαν μᾶλλον ἢ πρὸς κοσμιότητα· ὥστ᾿ ἐναντιώτερον ἂν εἴη ὑπερβολὴ μεσότητος· ἡ γὰρ ἀκολασία ὑπερβολὴ σωφροσύνης.

ὅ τι μὲν οὖν ἐστιν ἡ ἀρετή, ἐπέσκεπται ( μεσότης γὰρ δοκεῖ τις εἶναι τῶν παθῶν, ὥστε δέοι ἂν τὸν μέλλοντα κατὰ τὸ ἦθος εὐδοκιμήσειν τὴν μεσότητα τῶν παθῶν ἑκάστου διατηρεῖν· διὸ καὶ ἔργον ἐστὶν σπουδαῖον εἶναι·

ἐν ἑκάστῳ γὰρ τὸ μέσον λαβεῖν ἔργον, οἷον κύκλον μὲν γράψαι παντὸς ἐστί, τὸ δὲ μέσον τὸ ἐν αὐτῷ ἤδη λαβεῖν χαλεπόν, ὁμοίως δὲ καὶ ὀργισθῆναι μὲν ῥᾴδιον, καὶ τὸ ἐναντίον δὲ τούτῷ, τὸ δὲ μέσως 1187 a ἔχειν χαλεπόν· ἁπλῶς δὲ ἐν ἑκάστῳ τῶν παθῶν ἔστιν ἰδεῖν 33—1187a, 4 = Ε. Ν. 1109a, 20—b, 26. 17. δὴ δύο Kb P2 Cv, δύο Cc Ald. et pr. Pb, δύο δὲ Mb et rc. Pb (pallidius), δύο δὴ Bk. Bu. (fors recte) || δόξοιμεν Kb Ad. 18. ἂν om. Π1 21. ἀσωτεία Π2 22. ἐλευθεριότης ἡ Bonitzius, ἐλευθεριότης Kb, ἐλευθεριότητος P2, ἡ ἐλευθεριότης c. c. Bk. || ἀσωτεία || ἢ ἡ] ἢ Kb Ald. || 27 ἢ κόσμιοι post 28. εἶναι Mb Bk. Bu. || 33. ἐπισκεπτέον Ald., ἐπεσκε πταίτε P2 || 38. τούτω καὶ om. Kb Ald. || 1187a, 2. ἔστιν post ἰδεῖν 2. ὅτι τὸ ἐμπεριέχον τὸ μέσον ῥᾴδιον ἐστί, τὸ δὲ μέσον χαλεπόν, καθ᾿ ὃ ἐπαινούμεθα· διὸ καὶ σπάνιον τὸ σπουδαῖον)·