GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.29.1-1.30.1 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.29.1-1.30.1

αἰδὼς δʼ ἐστὶ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως, 1193a ἔστιν δὲ περὶ πράξεις καὶ λόγους. ὁ μὲν γὰρ ἀναίσχυντός ἐστιν ὁ ἐν παντὶ καὶ πρὸς πάντας λέγων καὶ πράττων ἃ 1192b, 18–29 = E. E. 1233b, 18–25 ‖ 30 – 38 = E. E. 1233b, 34–38 ‖ 1193 a, 1–10=E. E. 1233b, 25–29 E. N. 1128b, 10—35. 18. χαιρεκακίας Π1 ‖ 22. ὁ om. Kb Ald. ‖ 25. ἐναντίως Mb Bk. Bu. 28. οὔ—29. τούτων om. Mb, τοιοῦτος add. Pb P2 Va. (οὐ τοιοῦτος bis pr. P2, crx. p2), om. Kb Ald. Bk. Bu. ‖ μέσος Kb, μεσότης Pb Cc P2 Ald. ‖ 29. ἐστι om. ΚbP2Va. (fors. recte) ‖ 82. διαλεγῆναι Kb P2Va., διαλλαγῆναι Π2Ald. ‖ 38. πρὸς οὐθένα] εἰς οὐθένα P2Ald. ἔτυχεν, ὁ δὲ καταπεπληγμένος ὁ ἐναντίος τούτῳ, ὁ πάντα καὶ [πρὸς] πάντας εὐλαβούμενος καὶ πρᾶξαι καὶ εἰπεῖν (ἄπρακτος γὰρ ὁ τοιοῦτος, ὁ πάντα καταπληττόμενος)·

ἡ δὲ αἰδὼς καὶ ὁ αἰδήμων μεσότης τις τούτων. οὔτε γὰρ ἅπαντα καὶ πάντως, ὡς ὁ ἀναίσχυντος, καὶ ἐρεῖ καὶ πράξει, οὔτε ὡς ὁ καταπλήξ, ἐν παντὶ καὶ πάντως εὐλαβηθήσεται, ἀλλὰ πράξει καὶ ἐρεῖ ἐν οἷς δεῖ καὶ ἃ δεῖ καὶ ὅτε δεῖ.

εὐτραπελία δʼ ἐστὶ μεσότης βωμολοχίας καὶ ἀγροικίας, ἔστιν δὲ περὶ [τὰ] σκώμματα. ὅ τε γὰρ βωμολόχος ἐστὶν ὁ πάντα καὶ πᾶν οἰόμενος δεῖν σκώπτειν, ὅ τε ἄγροικος ὁ μήτε σκώπτειν βουλόμενος δεῖν μήτε σκωφθῆναι, ἀλλʼ ὀργιζόμενος·