GetPassage urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.13.1-1.16.2 urn:cts:greekLit:tlg0086.tlg022.1st1K-grc1:1.13.1-1.16.2

— ἀλλὰ πάλιν ἄλλος λόγος ἐναντιοῦται, ὅς φησιν οὐχ ἑκούσιον εἶναι. ὁ γὰρ ἐγκρατὴς ἑκὼν πράττει τὰ κατὰ τὴν ἐγκράτειαν· ἐπαινεῖται γάρ, ἐπαινοῦνται δὲ ἐπὶ τοῖς ἑκουσίοις. εἰ δ᾿ ἐστὶν τὸ κατὰ τὴν ἐπιθυμίαν ἑκούσιον, τὸ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον· ὁ δ᾿ ἐγκρατὴς παρὰ τὴν ἐπιθυμίαν πράττει· ὥστε ὁ ἐγκρατὴς οὐχ ἑκὼν ἂν εἴη ἐγκρατής. ἀλλ᾿ οὐ δοκεῖ οὐδ᾿ ἄρα τὸ κατʼ ἐπιθυμίαν ἑκούσιον ἐστίν.

πάλιν ἐπὶ τῶν κατὰ τὸν θυμὸν ὁμοίως· οἱ γὰρ αὐτοὶ λόγοι οἵπερ καὶ κατὰ τῆς ἐπιθυμίας ἁρμόττουσιν, ὥστε τὴν ἀπορίαν ποιήσουσιν· ἔστι γὰρ ἀκρατῆ καὶ ἐγκρατῆ ὀργῆς εἶναι.

ἔτι λοιπή ἐστιν τῶν ὀρέξεων ὧν διειλόμεθα ἡ βούλησις, πρὸς τὸ ἐπισκέπτεσθαι εἴ ἐστιν ἑκούσιον. ἀλλὰ μὴν οἵ γε ἀκρατεῖς ἐφ᾿ ἃ ὁρμῶσιν, ταῦτα τέως βούλονται· πράττουσιν ἄρα οἱ ἀκρατεῖς τὰ φαῦλα βουλόμενοι. ἑκὼν δέ γε οὐθεὶς τὰ κακὰ εἰδὼς πράττει ὅτι κακὰ ἐστίν· ὁ δὲ ἀκρατής, εἰδὼς τὰ κακὰ ὅτι κακά, 10. ἀπαντήσει? Susem 20. τὸ—ἀκούσιον Π1Va., om. Π2 || 21. οὐ ante πράττει add. Mb Cc et corr. (rc., ut videtur) Pb || 22. κατ᾿ ] κακὰ τὴν Π2 P2 || 31. ὁ — 32. βουλόμενος] ὁ δ᾿ ἀκρατὴς τὰ κακὰ πράττει εἰδὼς (εἰδὼς πράττει Pb) ὅτι κακά ἐστιν. εἰ δ᾿ ὁ ἀκρατὴς τὰ κακὰ εἰδὼς ὅτι κακὰ πράττει βουλόμε- πράττει βουλόμενος. οὐκ ἄρα ἑκών, οὐδ᾿ ἡ βούλησις ἑκούσιον ἄρα ἐστέν.

— ἀλλ᾿ οὗτος ὁ λόγος ἀναιρεῖ ἀκρασίαν καὶ τὸν ἀκρατῆ. εἰ γὰρ μὴ ἑκών, οὐκ ἔστιν ψεκτός· ἀλλ᾿ ἔστιν ὁ ἀκρατὴς ψεκτός· ἑκὼν ἄρα· ἡ ἄρα βούλησις ἑκούσιον.

ἐπεὶ οὖν λόγοι τινὲς ἐναντίοι φαίνονται, σαφέστερον λεκτέον ὑπὲρ τοῦ ἑκουσίου.

πρότερον τοίνυν ἂν εἴη λεκτέον ὑπὲρ βίας καὶ ὑπὲρ 1188b ἀνάγκης. ἡ μὲν γὰρ βία ἐστὶν καὶ ἐν τοῖς ἀψύχοις. ἑκάστοις γάρ ἐστι τῶν ἀψύχων οἰκεῖος τόπος ἀποδεδομένος, μὲν πυρὶ ὁ ἄνω, τῇ δὲ γῇ ὁ κάτω· ἔστι μέντοι γε βιάσασθαι καὶ τὸν λίθον ἄνω φέρεσθαι καὶ τὸ πῦρ κάτω.

ἔστι δε καὶ τὸ ζῷον βιάσασθαι, οἷον ἵππον ἐπ᾿ ὀρθὸν θέοντα ἀντιλαμβανόμενον ἀποστρέψαι. ὅσοις μὲν οὖν ἐστιν ἐκτὸς ἡ αἰτία τοῦ παρὰ φύσιν τι ἢ παρ βούλονται ποιεῖν, ἐροῦμεν βιαζομένοις ἂν ποιῶσι ποιεῖν· ἐν οἷ δ᾿ ἐν αὐτοῖς ἐστιν ἡ αἰτία, οὐκέτι τούτους βιάζεσθαι ἐροῦμεν.

εἰ δὲ μή, ὁ ἀκρατὴς ἀντερεῖ, οὐ φάσκων φαῦλος εἶναι· βιαζόμενος γάρ φήσει ὑπὸ τῆς ἐπιθυμίας τὰ φαῦλα πράττειν.

τοῦ οὖν βιαίου οὗτος ἡμῖν ἔστω ὁ ὁρισμός, ὧν ἐκτός ἐστιν ἡ αἰτία, ὑφ᾿ ἧς βιάζονται πράττειν (ὧν δ᾿ ἐντὸς καὶ ἐν αὐτοῖς ἡ αἰτία, οὐ βία)· πάλιν δ᾿ ὑπὲρ ἀνάγκης καὶ (XV) τοῦ ἀναγκαίου λεκτέον. τὸ δὲ ἀναγκαῖον οὐ πάντως οὐδ᾿ ἐν παντὶ λεκτέον ἐστίν, οἷον ὅσα ἡδονῆς ἕνεκεν πράττομεν. εἰ γάρ τις λέγοι ὅτι ἠναγκάσθην τὴν τοῦ φίλου γυναῖκα διαφθεῖραι ὑπὸ τῆς ἡδονῆς, ἄτοπος ἂν εἴη.

τὸ γὰρ ἀναγκαῖον οὐκ ἐν παντί, ἀλλ᾿ ἤδη ἐν τοῖς ἐκτός, οἷον ὃς 1188a, 38—b, 14 Ε. Ε. 1223b, 37—1225a, 1 || 118b, 14—24 ═ Ε. Ε. 1225a, 2—36. cf. Ε. Ν. 1110a, 4 sqq. νος Π2 || εἰδὼς post τὰ κακὰ P2, om. Κb || 1188 b, 8. ἃ om. Π1 || 10. γάρ φησιν Ε. Ald, γὰρ φύσει Pb || 12. ἡμῶν Kb Ald. || 13. ἐφ᾿ pr Kb, ἀφʼ Ald. et rc Kb || 18. ἄτοπον Π2 Ald. Va. (fors. recte) || 19. ὃς ἂν Bk, ὃς ἐὰν Π2P2 et rc. Kb, ὅσαν ἐὰν pr Kb, ἐάν τις Ald. ἂν καταβλάπτηται ἀντικαταλλαττόμενός τι ἄλλο μεῖζον ἀναγκαζόμενος ὑπὸ τῶν πραγμάτων. οἷον ἠναγκάσθην συντονώτερον βαδίσαι εἰς ἀγρόν· εἰ γὰρ μή, ἀπολωλότʼ ἂν εὗρον τὰ ἐν ἀγρῷ. ἐν τοῖς τοιούτοις ἄρα τὸ ἀναγκαῖον.

ἐπεὶ δὲ τὸ ἑκούστον ἐν οὐδεμιᾷ ὁρμῇ ἐστίν, λοιπὸν ἂν εἴη τὸ ἐκ διανοίας γιγνόμενον. τὸ γὰρ ἀκούσιόν ἐστι τό τε κατʼ ἀνάγκην καὶ κατὰ βίαν γιγνόμενον, καὶ τρίτον ὃ μὴ μετὰ διανοίας γίγνεται. δῆλον δʼ ἐστὶ τοῦτο ἐκ τῶν γιγνομένων. ὅταν γάρ τις πατάξῃ τινὰ ἢ ἀποκτείνῃ ἢ τι τῶν τοιούτων ποιήσῃ μηδὲν προδιανοηθείς, ἄκοντά φαμεν ποιῆσαι, ὡς τοῦ ἑκουσίου ὄντος ἐν τῷ διανοηθῆναι.

οἷόν φασί ποτέ τινα γυναῖκα φίλτρον τινὶ δοῦναι πιεῖν, εἶτα τὸν ἄνθρωπον ἀποθανεῖν ὑπὸ τοῦ φίλτρου, τὴν δʼ ἄνθρωπον ἐν Ἀρείῳ πάγῳ ἀποφυγεῖν· οὗ παροῦσαν διʼ οὐθὲν ἄλλο ἀπέλυσαν ἢ διότι οὐκ ἐκ προνοίας. ἔδωκε μὲν γὰρ φιλίᾳ, διήμαρτεν δὲ τούτου· διὸ οὐχ ἑκούσιον ἐδόκει εἶναι, ὅτι τὴν δόσιν τοῦ φίλτρου οὐ μετὰ διανοίας τοῦ ἀπρλέσθαι αὐτὸν ἐδίδου. ἐνταῦθα ἄρα τὸ ἑκούσιον πίπτει εἰς τὸ μετὰ διανοίας.